Skip to content
BibleKenya

Η Καινή Διαθήκη

ΚΑΤΑ ΙΩΑΝΝΗΝ 7

Καὶ ⸂μετὰ ταῦτα περιεπάτει ὁ Ἰησοῦς1 ἐν τῇ Γαλιλαίᾳ, οὐ γὰρ ἤθελεν ἐν τῇ Ἰουδαίᾳ περιπατεῖν, ὅτι ἐζήτουν αὐτὸν οἱ Ἰουδαῖοι ἀποκτεῖναι. ἦν δὲ ἐγγὺς ἡ ἑορτὴ τῶν Ἰουδαίων ἡ σκηνοπηγία. εἶπον οὖν πρὸς αὐτὸν οἱ ἀδελφοὶ αὐτοῦ· Μετάβηθι ἐντεῦθεν καὶ ὕπαγε εἰς τὴν Ἰουδαίαν, ἵνα καὶ οἱ μαθηταί σου ⸀θεωρήσουσιν2 ⸂σοῦ τὰ ἔργα3 ἃ ποιεῖς· οὐδεὶς γάρ ⸂τι ἐν κρυπτῷ4 ποιεῖ καὶ ζητεῖ αὐτὸς ἐν παρρησίᾳ εἶναι· εἰ ταῦτα ποιεῖς, φανέρωσον σεαυτὸν τῷ κόσμῳ. οὐδὲ γὰρ οἱ ἀδελφοὶ αὐτοῦ ἐπίστευον εἰς αὐτόν. λέγει οὖν αὐτοῖς ὁ Ἰησοῦς· Ὁ καιρὸς ὁ ἐμὸς οὔπω πάρεστιν, ὁ δὲ καιρὸς ὁ ὑμέτερος πάντοτέ ἐστιν ἕτοιμος. οὐ δύναται ὁ κόσμος μισεῖν ὑμᾶς, ἐμὲ δὲ μισεῖ, ὅτι ἐγὼ μαρτυρῶ περὶ αὐτοῦ ὅτι τὰ ἔργα αὐτοῦ πονηρά ἐστιν. ὑμεῖς ἀνάβητε εἰς τὴν ⸀ἑορτήν5 ἐγὼ ⸀οὐκ6 ἀναβαίνω εἰς τὴν ἑορτὴν ταύτην, ὅτι ὁ ⸂ἐμὸς καιρὸς7 οὔπω πεπλήρωται. ταῦτα ⸀δὲ8 εἰπὼν ⸀αὐτὸς9 ἔμεινεν ἐν τῇ Γαλιλαίᾳ.

Ὡς δὲ ἀνέβησαν οἱ ἀδελφοὶ αὐτοῦ ⸂εἰς τὴν ἑορτήν, τότε καὶ αὐτὸς ἀνέβη⸃, οὐ φανερῶς ἀλλὰ ὡς ἐν κρυπτῷ.10 οἱ οὖν Ἰουδαῖοι ἐζήτουν αὐτὸν ἐν τῇ ἑορτῇ καὶ ἔλεγον· Ποῦ ἐστιν ἐκεῖνος; καὶ γογγυσμὸς ⸂περὶ αὐτοῦ ἦν πολὺς11 ἐν τοῖς ὄχλοις· οἱ μὲν ἔλεγον ὅτι Ἀγαθός ἐστιν, ἄλλοι ⸀δὲ12 ἔλεγον· Οὔ, ἀλλὰ πλανᾷ τὸν ὄχλον. οὐδεὶς μέντοι παρρησίᾳ ἐλάλει περὶ αὐτοῦ διὰ τὸν φόβον τῶν Ἰουδαίων.

Ἤδη δὲ τῆς ἑορτῆς μεσούσης ⸀ἀνέβη13 Ἰησοῦς εἰς τὸ ἱερὸν καὶ ἐδίδασκεν. ⸂ἐθαύμαζον οὖν14 οἱ Ἰουδαῖοι λέγοντες· Πῶς οὗτος γράμματα οἶδεν μὴ μεμαθηκώς; ἀπεκρίθη οὖν αὐτοῖς ⸀ὁ15 Ἰησοῦς καὶ εἶπεν· Ἡ ἐμὴ διδαχὴ οὐκ ἔστιν ἐμὴ ἀλλὰ τοῦ πέμψαντός με· ἐάν τις θέλῃ τὸ θέλημα αὐτοῦ ποιεῖν, γνώσεται περὶ τῆς διδαχῆς πότερον ἐκ τοῦ θεοῦ ἐστιν ἢ ἐγὼ ἀπʼ ἐμαυτοῦ λαλῶ. ὁ ἀφʼ ἑαυτοῦ λαλῶν τὴν δόξαν τὴν ἰδίαν ζητεῖ· ὁ δὲ ζητῶν τὴν δόξαν τοῦ πέμψαντος αὐτὸν οὗτος ἀληθής ἐστιν καὶ ἀδικία ἐν αὐτῷ οὐκ ἔστιν.

Οὐ Μωϋσῆς ⸀δέδωκεν16 ὑμῖν τὸν νόμον; καὶ οὐδεὶς ἐξ ὑμῶν ποιεῖ τὸν νόμον. τί με ζητεῖτε ἀποκτεῖναι; ἀπεκρίθη ὁ ⸀ὄχλος17 Δαιμόνιον ἔχεις· τίς σε ζητεῖ ἀποκτεῖναι; ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτοῖς· Ἓν ἔργον ἐποίησα καὶ πάντες θαυμάζετε. διὰ τοῦτο Μωϋσῆς δέδωκεν ὑμῖν τὴν περιτομήν— οὐχ ὅτι ἐκ τοῦ Μωϋσέως ἐστὶν ἀλλʼ ἐκ τῶν πατέρων— καὶ ἐν σαββάτῳ περιτέμνετε ἄνθρωπον. εἰ περιτομὴν ⸀λαμβάνει18 ἄνθρωπος ἐν σαββάτῳ ἵνα μὴ λυθῇ ὁ νόμος Μωϋσέως, ἐμοὶ χολᾶτε ὅτι ὅλον ἄνθρωπον ὑγιῆ ἐποίησα ἐν σαββάτῳ; μὴ κρίνετε19 κατʼ ὄψιν, ἀλλὰ τὴν δικαίαν κρίσιν ⸀κρίνετε.

Ἔλεγον οὖν τινες ἐκ τῶν Ἱεροσολυμιτῶν· Οὐχ οὗτός ἐστιν ὃν ζητοῦσιν ἀποκτεῖναι; καὶ ἴδε παρρησίᾳ λαλεῖ καὶ οὐδὲν αὐτῷ λέγουσιν· μήποτε ἀληθῶς ἔγνωσαν οἱ ἄρχοντες ὅτι οὗτός ⸀ἐστιν20 ὁ χριστός; ἀλλὰ τοῦτον οἴδαμεν πόθεν ἐστίν· ὁ δὲ χριστὸς ὅταν ἔρχηται οὐδεὶς γινώσκει πόθεν ἐστίν. ἔκραξεν οὖν ἐν τῷ ἱερῷ διδάσκων ὁ Ἰησοῦς καὶ λέγων· Κἀμὲ οἴδατε καὶ οἴδατε πόθεν εἰμί· καὶ ἀπʼ ἐμαυτοῦ οὐκ ἐλήλυθα, ἀλλʼ ἔστιν ἀληθινὸς ὁ πέμψας με, ὃν ὑμεῖς οὐκ οἴδατε· ἐγὼ οἶδα αὐτόν, ὅτι παρʼ αὐτοῦ εἰμι κἀκεῖνός με ἀπέστειλεν. ἐζήτουν οὖν αὐτὸν πιάσαι, καὶ οὐδεὶς ἐπέβαλεν ἐπʼ αὐτὸν τὴν χεῖρα, ὅτι οὔπω ἐληλύθει ἡ ὥρα αὐτοῦ. ⸂ἐκ τοῦ ὄχλου δὲ πολλοὶ21 ἐπίστευσαν εἰς αὐτόν, καὶ ⸀ἔλεγον22 Ὁ χριστὸς ὅταν ἔλθῃ ⸀μὴ23 πλείονα ⸀σημεῖα24 ποιήσει ὧν οὗτος ἐποίησεν;

Ἤκουσαν οἱ Φαρισαῖοι τοῦ ὄχλου γογγύζοντος περὶ αὐτοῦ ταῦτα, καὶ ἀπέστειλαν ⸂οἱ ἀρχιερεῖς καὶ οἱ Φαρισαῖοι ὑπηρέτας25 ἵνα πιάσωσιν αὐτόν. εἶπεν οὖν ὁ Ἰησοῦς· Ἔτι ⸂χρόνον μικρὸν26 μεθʼ ὑμῶν εἰμι καὶ ὑπάγω πρὸς τὸν πέμψαντά με. ζητήσετέ με καὶ οὐχ ⸀εὑρήσετε27 καὶ ὅπου εἰμὶ ἐγὼ ὑμεῖς οὐ δύνασθε ἐλθεῖν. εἶπον οὖν οἱ Ἰουδαῖοι πρὸς ἑαυτούς· Ποῦ οὗτος μέλλει πορεύεσθαι ὅτι ἡμεῖς οὐχ εὑρήσομεν αὐτόν; μὴ εἰς τὴν διασπορὰν τῶν Ἑλλήνων μέλλει πορεύεσθαι καὶ διδάσκειν τοὺς Ἕλληνας; τίς ἐστιν ⸂ὁ λόγος οὗτος28 ὃν εἶπε· Ζητήσετέ με καὶ οὐχ ⸀εὑρήσετε29 καὶ ὅπου εἰμὶ ἐγὼ ὑμεῖς οὐ δύνασθε ἐλθεῖν;

Ἐν δὲ τῇ ἐσχάτῃ ἡμέρᾳ τῇ μεγάλῃ τῆς ἑορτῆς εἱστήκει ὁ Ἰησοῦς, καὶ ἔκραξεν λέγων· Ἐάν τις διψᾷ ἐρχέσθω πρός με καὶ πινέτω. ὁ πιστεύων εἰς ἐμέ, καθὼς εἶπεν ἡ γραφή, ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος ζῶντος. τοῦτο δὲ εἶπεν περὶ τοῦ πνεύματος ⸀οὗ30 ἔμελλον λαμβάνειν οἱ ⸀πιστεύσαντες31 εἰς αὐτόν· οὔπω γὰρ ἦν ⸀πνεῦμα32 ὅτι Ἰησοῦς ⸀οὐδέπω33 ἐδοξάσθη.

⸂Ἐκ τοῦ ὄχλου οὖν34 ἀκούσαντες ⸂τῶν λόγων τούτων35 ⸀ἔλεγον36 Οὗτός ἐστιν ἀληθῶς ὁ προφήτης· ἄλλοι ἔλεγον· Οὗτός ἐστιν ὁ χριστός· ⸂οἱ δὲ37 ἔλεγον· Μὴ γὰρ ἐκ τῆς Γαλιλαίας ὁ χριστὸς ἔρχεται; ⸀οὐχ38 ἡ γραφὴ εἶπεν ὅτι ἐκ τοῦ σπέρματος Δαυίδ, καὶ ἀπὸ Βηθλέεμ τῆς κώμης ὅπου ἦν Δαυίδ, ⸂ἔρχεται ὁ χριστός39 ; σχίσμα οὖν ⸂ἐγένετο ἐν τῷ ὄχλῳ40 διʼ αὐτόν. τινὲς δὲ ἤθελον ἐξ αὐτῶν πιάσαι αὐτόν, ἀλλʼ οὐδεὶς ⸀ἐπέβαλεν41 ἐπʼ αὐτὸν τὰς χεῖρας.

Ἦλθον οὖν οἱ ὑπηρέται πρὸς τοὺς ἀρχιερεῖς καὶ Φαρισαίους, καὶ εἶπον αὐτοῖς ἐκεῖνοι· Διὰ τί οὐκ ἠγάγετε αὐτόν; ἀπεκρίθησαν οἱ ὑπηρέται· Οὐδέποτε ⸂ἐλάλησεν οὕτως42 ⸀ἄνθρωπος43 ἀπεκρίθησαν οὖν αὐτοῖς οἱ Φαρισαῖοι· Μὴ καὶ ὑμεῖς πεπλάνησθε; μή τις ἐκ τῶν ἀρχόντων ἐπίστευσεν εἰς αὐτὸν ἢ ἐκ τῶν Φαρισαίων; ἀλλὰ ὁ ὄχλος οὗτος ὁ μὴ γινώσκων τὸν νόμον ⸀ἐπάρατοί44 εἰσιν. λέγει Νικόδημος πρὸς αὐτούς, ὁ ⸀ἐλθὼν45 πρὸς αὐτὸν ⸀πρότερον46 εἷς ὢν ἐξ αὐτῶν· Μὴ ὁ νόμος ἡμῶν κρίνει τὸν ἄνθρωπον ἐὰν μὴ ἀκούσῃ ⸂πρῶτον παρʼ αὐτοῦ47 καὶ γνῷ τί ποιεῖ; ἀπεκρίθησαν καὶ εἶπαν αὐτῷ· Μὴ καὶ σὺ ἐκ τῆς Γαλιλαίας εἶ; ἐραύνησον καὶ ἴδε ὅτι ⸂ἐκ τῆς Γαλιλαίας προφήτης48 οὐκ ⸀ἐγείρεται49

⟦καὶ ἐπορεύθη ἕκαστος εἰς τὸν οἶκον αὐτοῦ·

Source notes (49)
  1. Footnote μετὰ ταῦτα περιεπάτει ὁ Ἰησοῦς WH Treg NA28 ] περιεπάτει ὁ Ἰησοῦς μετὰ ταῦτα RP
  2. Footnote θεωρήσουσιν WH Treg NA28 ] θεωρήσωσιν RP
  3. Footnote σοῦ τὰ ἔργα WH Treg NA28 ] τὰ ἔργα σου RP; τὰ ἔργα NIV
  4. Footnote τι ἐν κρυπτῷ WH Treg NA28 ] ἐν κρυπτῷ τι RP
  5. Footnote ἑορτήν WH Treg NA28 ] + ταύτην RP
  6. Footnote οὐκ Treg NA28 ] οὔπω WH NIV RP
  7. Footnote ἐμὸς καιρὸς WH Treg NA28 ] καιρὸς ὁ ἐμὸς RP
  8. Footnote δὲ WH NA28 RP ] – Treg
  9. Footnote αὐτὸς Treg NA28 ] αὐτοῖς WH RP
  10. Footnote εἰς τὴν ἑορτήν τότε καὶ αὐτὸς ἀνέβη WH Treg NA28 ] τότε καὶ αὐτὸς ἀνέβη εἰς τὴν ἑορτήν RP
  11. Footnote περὶ αὐτοῦ ἦν πολὺς WH Treg NA28 ] πολὺς περὶ αὐτοῦ ἦν RP
  12. Footnote δὲ WH Treg NA28 ] – RP
  13. Footnote ἀνέβη WH Treg NA28 ] + ὁ RP
  14. Footnote ἐθαύμαζον οὖν WH Treg NA28 ] Καὶ ἐθαύμαζον RP
  15. Footnote ὁ NA28 RP ] – WH Treg
  16. Footnote δέδωκεν NA28 RP ] ἔδωκεν WH Treg
  17. Footnote ὄχλος WH Treg NA28 ] + καὶ εἶπεν RP
  18. Footnote λαμβάνει Treg NA28 RP ] + ὁ WH
  19. Footnote κρίνετε WH Treg NA28 ] κρίνατε RP
  20. Footnote ἐστιν WH Treg NA28 ] + ἀληθῶς RP
  21. Footnote ἐκ τοῦ ὄχλου δὲ πολλοὶ WH Treg NA28 ] Πολλοὶ δὲ ἐκ τοῦ ὄχλου RP
  22. Footnote ἔλεγον WH Treg NA28 ] + ὅτι RP
  23. Footnote μὴ WH Treg NA28 ] μήτι RP
  24. Footnote σημεῖα WH Treg NA28 ] + τούτων RP
  25. Footnote οἱ ἀρχιερεῖς καὶ οἱ Φαρισαῖοι ὑπηρέτας WH Treg NA28 ] ὑπηρέτας οἱ Φαρισαῖοι καὶ οἱ ἀρχιερεῖς RP
  26. Footnote χρόνον μικρὸν WH Treg NA28 ] μικρὸν χρόνον RP
  27. Footnote εὑρήσετε Treg RP ] + με WH NA28
  28. Footnote ὁ λόγος οὗτος WH Treg NA28 ] οὗτος ὁ λόγος RP
  29. Footnote εὑρήσετε Treg RP ] + με WH NA28
  30. Footnote οὗ WH Treg RP ] ὃ NA28
  31. Footnote πιστεύσαντες WH Treg NA28 ] πιστεύοντες RP
  32. Footnote πνεῦμα WH NA28 ] + ἅγιον Treg RP; + δεδομένον NIV
  33. Footnote οὐδέπω NA28 RP ] οὔπω WH Treg
  34. Footnote Ἐκ τοῦ ὄχλου οὖν WH Treg NA28 ] Πολλοὶ οὖν ἐκ τοῦ ὄχλου RP
  35. Footnote τῶν λόγων τούτων WH Treg NA28 ] τὸν λόγον RP
  36. Footnote ἔλεγον Treg NA28 RP ] + ὅτι WH
  37. Footnote οἱ δὲ WH Treg NA28 ] Ἄλλοι RP
  38. Footnote οὐχ WH Treg NA28 ] Οὐχὶ RP
  39. Footnote ἔρχεται ὁ χριστός WH Treg NA28 ] ὁ χριστός ἔρχεται RP
  40. Footnote ἐγένετο ἐν τῷ ὄχλῳ WH Treg NA28 ] ἐν τῷ ὄχλῳ ἐγένετο RP
  41. Footnote ἐπέβαλεν NA28 RP ] ἔβαλεν WH Treg
  42. Footnote ἐλάλησεν οὕτως WH Treg NA28 ] οὕτως ἐλάλησεν RP
  43. Footnote ἄνθρωπος WH NA28 ] + ὡς οὗτος ὁ ἄνθρωπος Treg RP
  44. Footnote ἐπάρατοί WH Treg NA28 ] ἐπικατάρατοί RP
  45. Footnote ἐλθὼν WH Treg NA28 ] + νυκτὸς RP
  46. Footnote πρότερον WH Treg ] τὸ πρότερον NA28; – RP
  47. Footnote πρῶτον παρʼ αὐτοῦ WH Treg NA28 ] παρʼ αὐτοῦ πρότερον RP
  48. Footnote ἐκ τῆς Γαλιλαίας προφήτης WH Treg NA28 ] προφήτης ἐκ τῆς Γαλιλαίας RP
  49. Footnote ἐγείρεται WH Treg NA28 ] ἐγηγέρται RP; + 7:53–8:11 RP: 53 καὶ ἐπορεύθη ἕκαστος εἰς τὸν οἶκον αὐτοῦ· 8:1 Ἰησοῦς δὲ ἐπορεύθη εἰς τὸ ὄρος τῶν Ἐλαιῶν. 2 Ὄρθρου δὲ πάλιν παρεγένετο εἰς τὸ ἱερόν, καὶ πᾶς ὁ λαὸς ἤρχετο· καὶ καθίσας ἐδίδασκεν αὐτούς. 3 ἄγουσιν δὲ οἱ γραμματεῖς καὶ οἱ Φαρισαῖοι πρὸς αὐτὸν γυναῖκα ἐν μοιχείᾳ καταλήφθεισαν· καὶ στήσαντες αὐτὴν ἐν μέσῳ, 4 λέγουσιν αὐτῷ, πειράζοντες· Διδάσκαλε, αὕτη ἡ γυνὴ κατελήφθη ἐπʼ αὐτοφόρῳ μοιχευομένη. 5 ἐν δὲ τῷ νόμῳ Μωσῆς ἡμῖν ἐνετείλατο τὰς τοιαύτας λιθοβολεῖσθαι· σὺ οὖν τί λέγεις; 6 τοῦτο δὲ ἔλεγον πειράζοντες αὐτόν, ἵνα ἔχωσιν κατηγορεῖν αὐτοῦ. ὁ δὲ Ἰησοῦς κάτω κύψας, τῷ δακτύλῳ ἔγραφεν εἰς τὴν γῆν, μὴ προσποιούμενος. 7 ὡς δὲ ἐπέμενον ἐρωτῶντες αὐτόν, ἀνακύψας εἶπεν πρὸς αὐτούς· Ὁ ἀναμάρτητος ὑμῶν, πρῶτον ἐπʼ αὐτὴν τὸν λίθον βαλέτω. 8 καὶ πάλιν κάτω κύψας ἔγραφεν εἰς τὴν γῆν. 9 οἱ δέ, ἀκούσαντες, καὶ ὑπὸ τῆς συνειδήσεως ἐλεγχόμενοι, ἐξήρχοντο εἷς καθʼ εἷς, ἀρξάμενοι ἀπὸ τῶν πρεσβυτέρων· καὶ κατελείφθη μόνος ὁ Ἰησοῦς, καὶ ἡ γυνὴ ἐν μέσῳ οὖσα. 10 ἀνακύψας δὲ ὁ Ἰησοῦς, καὶ μηδένα θεασάμενος πλὴν τὴς γυναικός, εἶπεν αὐτῇ· Ποῦ εἰσιν ἐκεῖνοι οἱ κατήγοροί σου; Οὐδείς σε κατέκρινεν; 11 ἡ δὲ εἶπεν· Οὐδείς, κύριε. εἶπεν δὲ ὁ Ἰησοῦς· Οὐδὲ ἐγώ σε κρίνω· πορεύου καὶ μηκέτι ἁμάρτανε.

Η Καινή Διαθήκη. Copyright © 2010 Society of Biblical Literature and Logos Bible Software. Licensed under CC BY 4.0. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · CC BY 4.0 · SourceEdition imported 2026-10-25.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.