Skip to content
BibleKenya

Η Καινή Διαθήκη

ΙΑΚΩΒΟΥ 5

Ἄγε νῦν οἱ πλούσιοι, κλαύσατε ὀλολύζοντες ἐπὶ ταῖς ταλαιπωρίαις ὑμῶν ταῖς ἐπερχομέναις. ὁ πλοῦτος ὑμῶν σέσηπεν, καὶ τὰ ἱμάτια ὑμῶν σητόβρωτα γέγονεν, ὁ χρυσὸς ὑμῶν καὶ ὁ ἄργυρος κατίωται, καὶ ὁ ἰὸς αὐτῶν εἰς μαρτύριον ὑμῖν ἔσται καὶ φάγεται τὰς σάρκας ὑμῶν· ὡς πῦρ ἐθησαυρίσατε ἐν ἐσχάταις ἡμέραις. ἰδοὺ ὁ μισθὸς τῶν ἐργατῶν τῶν ἀμησάντων τὰς χώρας ὑμῶν ὁ ⸀ἀφυστερημένος1 ἀφʼ ὑμῶν κράζει, καὶ αἱ βοαὶ τῶν θερισάντων εἰς τὰ ὦτα Κυρίου Σαβαὼθ ⸀εἰσεληλύθασιν2 ἐτρυφήσατε ἐπὶ τῆς γῆς καὶ ἐσπαταλήσατε, ἐθρέψατε τὰς καρδίας ⸀ὑμῶν3 ἐν ἡμέρᾳ σφαγῆς. κατεδικάσατε, ἐφονεύσατε τὸν δίκαιον. οὐκ ἀντιτάσσεται ὑμῖν;

Μακροθυμήσατε οὖν, ἀδελφοί, ἕως τῆς παρουσίας τοῦ κυρίου. ἰδοὺ ὁ γεωργὸς ἐκδέχεται τὸν τίμιον καρπὸν τῆς γῆς, μακροθυμῶν ἐπʼ ⸀αὐτῷ4 ἕως ⸀λάβῃ5 πρόϊμον καὶ ὄψιμον. μακροθυμήσατε καὶ ὑμεῖς, στηρίξατε τὰς καρδίας ὑμῶν, ὅτι ἡ παρουσία τοῦ κυρίου ἤγγικεν. μὴ στενάζετε, ⸂ἀδελφοί, κατʼ ἀλλήλων⸃, ἵνα μὴ κριθῆτε· ἰδοὺ ὁ κριτὴς πρὸ τῶν θυρῶν ἕστηκεν.6 ὑπόδειγμα λάβετε, ⸀ἀδελφοί7 τῆς κακοπαθίας καὶ τῆς μακροθυμίας τοὺς προφήτας, οἳ ἐλάλησαν ⸀ἐν8 τῷ ὀνόματι κυρίου. ἰδοὺ μακαρίζομεν τοὺς ⸀ὑπομείναντας9 τὴν ὑπομονὴν Ἰὼβ ἠκούσατε, καὶ τὸ τέλος κυρίου ⸀εἴδετε10 ὅτι πολύσπλαγχνός ἐστιν ⸂ὁ κύριος11 καὶ οἰκτίρμων.

Πρὸ πάντων δέ, ἀδελφοί μου, μὴ ὀμνύετε, μήτε τὸν οὐρανὸν μήτε τὴν γῆν μήτε ἄλλον τινὰ ὅρκον· ἤτω δὲ ὑμῶν τὸ Ναὶ ναὶ καὶ τὸ Οὒ οὔ, ἵνα μὴ ⸂ὑπὸ κρίσιν12 πέσητε.

Κακοπαθεῖ τις ἐν ὑμῖν; προσευχέσθω· εὐθυμεῖ τις; ψαλλέτω. ἀσθενεῖ τις ἐν ὑμῖν; προσκαλεσάσθω τοὺς πρεσβυτέρους τῆς ἐκκλησίας, καὶ προσευξάσθωσαν ἐπʼ αὐτὸν13 ἀλείψαντες ⸀αὐτὸν ἐλαίῳ ἐν τῷ ὀνόματι τοῦ κυρίου· καὶ ἡ εὐχὴ τῆς πίστεως σώσει τὸν κάμνοντα, καὶ ἐγερεῖ αὐτὸν ὁ κύριος· κἂν ἁμαρτίας ᾖ πεποιηκώς, ἀφεθήσεται αὐτῷ. ἐξομολογεῖσθε ⸀οὖν14 ἀλλήλοις ⸂τὰς ἁμαρτίας15 καὶ ⸀εὔχεσθε16 ὑπὲρ ἀλλήλων, ὅπως ἰαθῆτε. πολὺ ἰσχύει δέησις δικαίου ἐνεργουμένη. Ἠλίας ἄνθρωπος ἦν ὁμοιοπαθὴς ἡμῖν, καὶ προσευχῇ προσηύξατο τοῦ μὴ βρέξαι, καὶ οὐκ ἔβρεξεν ἐπὶ τῆς γῆς ἐνιαυτοὺς τρεῖς καὶ μῆνας ἕξ· καὶ πάλιν προσηύξατο, καὶ ὁ οὐρανὸς ⸂ὑετὸν ἔδωκεν17 καὶ ἡ γῆ ἐβλάστησεν τὸν καρπὸν αὐτῆς.

Ἀδελφοί ⸀μου18 ἐάν τις ἐν ὑμῖν πλανηθῇ ἀπὸ τῆς ἀληθείας καὶ ἐπιστρέψῃ τις αὐτόν, ⸀γινωσκέτω19 ὅτι ὁ ἐπιστρέψας ἁμαρτωλὸν ἐκ πλάνης ὁδοῦ αὐτοῦ20 σώσει ψυχὴν ⸀αὐτοῦ ἐκ θανάτου καὶ καλύψει πλῆθος ἁμαρτιῶν. ‘p /’ ‘/book’

Source notes (20)
  1. Footnote ἀφυστερημένος WH Treg ] ἀπεστερημένος NA28 RP
  2. Footnote εἰσεληλύθασιν NA28 RP ] εἰσελήλυθαν WH Treg
  3. Footnote ὑμῶν WH Treg NA28 ] + ὡς RP
  4. Footnote αὐτῷ WH Treg NA28 ] αὐτόν RP
  5. Footnote λάβῃ WH Treg NA28 ] + ὑετὸν RP
  6. Footnote ἀδελφοί κατʼ ἀλλήλων WH Treg NA28 ] κατʼ ἀλλήλων ἀδελφοί RP
  7. Footnote ἀδελφοί WH Treg NA28 ] + μου RP
  8. Footnote ἐν WH Treg NA28 ] – RP
  9. Footnote ὑπομείναντας WH Treg NA28 ] ὑπομένοντας RP
  10. Footnote εἴδετε WH Treg NA28 ] ἴδετε RP
  11. Footnote ὁ κύριος WH Treg NA28 ] – RP
  12. Footnote ὑπὸ κρίσιν WH Treg NA28 ] εἴς ὑπὸκρίσιν RP
  13. Footnote αὐτὸν Treg NA28 RP ] – WH
  14. Footnote οὖν WH Treg NA28 ] – RP
  15. Footnote τὰς ἁμαρτίας WH Treg NA28 ] τὰ παραπτώματα RP
  16. Footnote εὔχεσθε Treg NA28 RP ] προσεύχεσθε WH
  17. Footnote ὑετὸν ἔδωκεν WH NA28 RP ] ἔδωκεν ὑετὸν Treg
  18. Footnote μου WH Treg NA28 ] – RP
  19. Footnote γινωσκέτω Treg NA28 RP ] γινώσκετε WH
  20. Footnote αὐτοῦ WH NA28 ] – Treg RP

Η Καινή Διαθήκη. Copyright © 2010 Society of Biblical Literature and Logos Bible Software. Licensed under CC BY 4.0. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · CC BY 4.0 · SourceEdition imported 2026-10-25.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.