Skip to content
BibleKenya

Η Καινή Διαθήκη

ΙΑΚΩΒΟΥ 4

Πόθεν πόλεμοι καὶ ⸀πόθεν1 μάχαι ἐν ὑμῖν; οὐκ ἐντεῦθεν, ἐκ τῶν ἡδονῶν ὑμῶν τῶν στρατευομένων ἐν τοῖς μέλεσιν ὑμῶν; ἐπιθυμεῖτε, καὶ οὐκ ἔχετε· φονεύετε καὶ ζηλοῦτε, καὶ οὐ δύνασθε ἐπιτυχεῖν· μάχεσθε καὶ πολεμεῖτε. οὐκ ἔχετε διὰ τὸ μὴ αἰτεῖσθαι ὑμᾶς· αἰτεῖτε καὶ οὐ λαμβάνετε, διότι κακῶς αἰτεῖσθε, ἵνα ἐν ταῖς ἡδοναῖς ὑμῶν δαπανήσητε. ⸀μοιχαλίδες2 οὐκ οἴδατε ὅτι ἡ φιλία τοῦ κόσμου ἔχθρα τοῦ θεοῦ ἐστιν; ὃς ⸀ἐὰν3 οὖν βουληθῇ φίλος εἶναι τοῦ κόσμου, ἐχθρὸς τοῦ θεοῦ καθίσταται. ἢ δοκεῖτε ὅτι κενῶς ἡ γραφὴ λέγει· Πρὸς φθόνον ἐπιποθεῖ τὸ πνεῦμα ὃ ⸀κατῴκισεν4 ἐν ἡμῖν; μείζονα δὲ δίδωσιν χάριν· διὸ λέγει· Ὁ θεὸς ὑπερηφάνοις ἀντιτάσσεται ταπεινοῖς δὲ δίδωσιν χάριν. ὑποτάγητε οὖν τῷ θεῷ· ἀντίστητε δὲ τῷ διαβόλῳ, καὶ φεύξεται ἀφʼ ὑμῶν· ἐγγίσατε τῷ θεῷ, καὶ ⸀ἐγγιεῖ5 ὑμῖν. καθαρίσατε χεῖρας, ἁμαρτωλοί, καὶ ἁγνίσατε καρδίας, δίψυχοι. ταλαιπωρήσατε καὶ πενθήσατε καὶ κλαύσατε· ὁ γέλως ὑμῶν εἰς πένθος ⸀μετατραπήτω6 καὶ ἡ χαρὰ εἰς κατήφειαν· ταπεινώθητε ἐνώπιον ⸀κυρίου7 καὶ ὑψώσει ὑμᾶς.

Μὴ καταλαλεῖτε ἀλλήλων, ἀδελφοί· ὁ καταλαλῶν ἀδελφοῦ ⸀ἢ8 κρίνων τὸν ἀδελφὸν αὐτοῦ καταλαλεῖ νόμου καὶ κρίνει νόμον· εἰ δὲ νόμον κρίνεις, οὐκ εἶ ποιητὴς νόμου ἀλλὰ κριτής. εἷς ⸀ἐστιν9 νομοθέτης ⸂καὶ κριτής10, ὁ δυνάμενος σῶσαι καὶ ἀπολέσαι· σὺ δὲ τίς εἶ, ⸂ὁ κρίνων11 τὸν ⸀πλησίον12

Ἄγε νῦν οἱ λέγοντες· Σήμερον ⸀ἢ13 αὔριον ⸀πορευσόμεθα14 εἰς τήνδε τὴν πόλιν καὶ ⸀ποιήσομεν15 ἐκεῖ ⸀ἐνιαυτὸν16 καὶ ⸀ἐμπορευσόμεθα17 καὶ ⸀κερδήσομεν18 οἵτινες οὐκ ἐπίστασθε ⸀τὸ19 τῆς αὔριον ⸀ποία20 ἡ ζωὴ ὑμῶν· ἀτμὶς γάρ ⸀ἐστε21 ⸀ἡ22 πρὸς ὀλίγον φαινομένη, ⸀ἔπειτα23 καὶ ἀφανιζομένη· ἀντὶ τοῦ λέγειν ὑμᾶς· Ἐὰν ὁ κύριος ⸀θελήσῃ24 καὶ ⸀ζήσομεν25 καὶ ⸀ποιήσομεν26 τοῦτο ἢ ἐκεῖνο. νῦν δὲ καυχᾶσθε ἐν ταῖς ἀλαζονείαις ὑμῶν· πᾶσα καύχησις τοιαύτη πονηρά ἐστιν. εἰδότι οὖν καλὸν ποιεῖν καὶ μὴ ποιοῦντι, ἁμαρτία αὐτῷ ἐστιν.

Source notes (26)
  1. Footnote πόθεν WH Treg NA28 ] – RP
  2. Footnote μοιχαλίδες WH Treg NA28 ] Μοιχοὶ καὶ μοιχαλίδες RP
  3. Footnote ἐὰν WH NA28 ] ἂν Treg RP
  4. Footnote κατῴκισεν WH Treg NA28 ] κατῴκησεν RP
  5. Footnote ἐγγιεῖ Treg NA28 RP ] ἐγγίσει WH
  6. Footnote μετατραπήτω WH NA28 ] μεταστραφήτω Treg RP
  7. Footnote κυρίου WH Treg NA27 ] τοῦ κυρίου NA28 RP
  8. Footnote ἢ WH Treg NA28 ] καὶ RP
  9. Footnote ἐστιν WH ] + ὁ Treg NA28 RP
  10. Footnote καὶ κριτής WH Treg NA28 ] – RP
  11. Footnote ὁ κρίνων WH Treg NA28 ] ὃς κρίνεις RP
  12. Footnote πλησίον WH Treg NA28 ] ἕτερον RP
  13. Footnote ἢ WH Treg NA28 ] καὶ RP
  14. Footnote πορευσόμεθα WH Treg NA28 ] πορευσώμεθα RP
  15. Footnote ποιήσομεν WH NA28 ] ποιήσωμεν Treg RP
  16. Footnote ἐνιαυτὸν WH Treg NA28 ] + ἕνα RP
  17. Footnote ἐμπορευσόμεθα WH Treg NA28 ] ἐμπορευσώμεθα RP
  18. Footnote κερδήσομεν WH Treg NA28 ] κερδήσωμεν RP
  19. Footnote τὸ Treg NA28 RP ] – WH
  20. Footnote ποία WH NA28 ] + γὰρ Treg RP
  21. Footnote ἐστε WH Treg NA28 ] ἔσται RP
  22. Footnote ἡ Treg NA28 RP ] – WH
  23. Footnote ἔπειτα WH Treg NA28 ] + δὲ RP
  24. Footnote θελήσῃ Treg NA28 RP ] θέλῃ WH
  25. Footnote ζήσομεν WH Treg NA28 ] ζήσωμεν RP
  26. Footnote ποιήσομεν WH Treg NA28 ] ποιήσωμεν RP

Η Καινή Διαθήκη. Copyright © 2010 Society of Biblical Literature and Logos Bible Software. Licensed under CC BY 4.0. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · CC BY 4.0 · SourceEdition imported 2026-10-25.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.