Skip to content
BibleKenya

Η Καινή Διαθήκη

ΠΡΟΣ ΓΑΛΑΤΑΣ 6

Ἀδελφοί, ἐὰν καὶ προλημφθῇ ἄνθρωπος ἔν τινι παραπτώματι, ὑμεῖς οἱ πνευματικοὶ καταρτίζετε τὸν τοιοῦτον ἐν πνεύματι πραΰτητος, σκοπῶν σεαυτόν, μὴ καὶ σὺ πειρασθῇς. ἀλλήλων τὰ βάρη βαστάζετε, καὶ οὕτως ⸀ἀναπληρώσετε1 τὸν νόμον τοῦ Χριστοῦ. εἰ γὰρ δοκεῖ τις εἶναί τι μηδὲν ὤν, ⸂φρεναπατᾷ ἑαυτόν2 · τὸ δὲ ἔργον ἑαυτοῦ δοκιμαζέτω ἕκαστος, καὶ τότε εἰς ἑαυτὸν μόνον τὸ καύχημα ἕξει καὶ οὐκ εἰς τὸν ἕτερον, ἕκαστος γὰρ τὸ ἴδιον φορτίον βαστάσει.

Κοινωνείτω δὲ ὁ κατηχούμενος τὸν λόγον τῷ κατηχοῦντι ἐν πᾶσιν ἀγαθοῖς. μὴ πλανᾶσθε, θεὸς οὐ μυκτηρίζεται· ὃ γὰρ ⸀ἐὰν3 σπείρῃ ἄνθρωπος, τοῦτο καὶ θερίσει· ὅτι ὁ σπείρων εἰς τὴν σάρκα ἑαυτοῦ ἐκ τῆς σαρκὸς θερίσει φθοράν, ὁ δὲ σπείρων εἰς τὸ πνεῦμα ἐκ τοῦ πνεύματος θερίσει ζωὴν αἰώνιον. τὸ δὲ καλὸν ποιοῦντες μὴ ⸀ἐγκακῶμεν4 καιρῷ γὰρ ἰδίῳ θερίσομεν μὴ ἐκλυόμενοι. ἄρα οὖν ὡς καιρὸν ⸀ἔχομεν5 ἐργαζώμεθα τὸ ἀγαθὸν πρὸς πάντας, μάλιστα δὲ πρὸς τοὺς οἰκείους τῆς πίστεως.

Ἴδετε πηλίκοις ὑμῖν γράμμασιν ἔγραψα τῇ ἐμῇ χειρί. ὅσοι θέλουσιν εὐπροσωπῆσαι ἐν σαρκί, οὗτοι ἀναγκάζουσιν ὑμᾶς περιτέμνεσθαι, μόνον ⸀ἵνα6 τῷ σταυρῷ τοῦ ⸀Χριστοῦ7 ⸀μὴ8 διώκωνται· οὐδὲ γὰρ οἱ ⸀περιτεμνόμενοι9 αὐτοὶ νόμον φυλάσσουσιν, ἀλλὰ θέλουσιν ὑμᾶς περιτέμνεσθαι ἵνα ἐν τῇ ὑμετέρᾳ σαρκὶ καυχήσωνται. ἐμοὶ δὲ μὴ γένοιτο καυχᾶσθαι εἰ μὴ ἐν τῷ σταυρῷ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, διʼ οὗ ἐμοὶ κόσμος ἐσταύρωται ⸀κἀγὼ10 κόσμῳ. ⸂οὔτε γὰρ11 περιτομή τί ⸀ἐστιν12 οὔτε ἀκροβυστία, ἀλλὰ καινὴ κτίσις. καὶ ὅσοι τῷ κανόνι τούτῳ στοιχήσουσιν, εἰρήνη ἐπʼ αὐτοὺς καὶ ἔλεος, καὶ ἐπὶ τὸν Ἰσραὴλ τοῦ θεοῦ.

Τοῦ λοιποῦ κόπους μοι μηδεὶς παρεχέτω, ἐγὼ γὰρ τὰ στίγματα ⸀τοῦ13 Ἰησοῦ ἐν τῷ σώματί μου βαστάζω.

Ἡ χάρις τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μετὰ τοῦ πνεύματος ὑμῶν, ἀδελφοί· ἀμήν. ‘p /’ ‘/book’

Source notes (13)
  1. Footnote ἀναπληρώσετε Treg NA28 ] ἀναπληρώσατε WH RP
  2. Footnote φρεναπατᾷ ἑαυτόν WH Treg NA28 ] ἑαυτόν φρεναπατᾷ RP
  3. Footnote ἐὰν WH NA28 RP ] ἂν Treg
  4. Footnote ἐγκακῶμεν WH Treg NA28 ] ἐκκακῶμεν RP
  5. Footnote ἔχομεν Treg NA28 RP ] ἔχωμεν WH
  6. Footnote ἵνα WH Treg NA28 ] + μὴ RP
  7. Footnote Χριστοῦ NA28 Treg RP ] + Ἰησοῦ WH
  8. Footnote μὴ WH Treg NA28 ] – RP
  9. Footnote περιτεμνόμενοι WH Treg NA28 ] περιτετμημένοι RP
  10. Footnote κἀγὼ WH Treg NA28 ] + τῷ RP
  11. Footnote οὔτε γὰρ WH Treg NA28 ] ἐν γὰρ Χριστῷ Ἰησοῦ οὔτε RP
  12. Footnote ἐστιν WH Treg NA28 ] ἰσχύει RP
  13. Footnote τοῦ WH Treg NA28 ] + κυρίου RP

Η Καινή Διαθήκη. Copyright © 2010 Society of Biblical Literature and Logos Bible Software. Licensed under CC BY 4.0. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · CC BY 4.0 · SourceEdition imported 2026-10-25.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.