Skip to content
BibleKenya

Η Καινή Διαθήκη

ΠΡΟΣ ΓΑΛΑΤΑΣ 5

τῇ ἐλευθερίᾳ ⸂ἡμᾶς Χριστὸς ἠλευθέρωσεν· στήκετε οὖν⸃ καὶ μὴ πάλιν ζυγῷ δουλείας ἐνέχεσθε.1

Ἴδε ἐγὼ Παῦλος λέγω ὑμῖν ὅτι ἐὰν περιτέμνησθε Χριστὸς ὑμᾶς οὐδὲν ὠφελήσει. μαρτύρομαι δὲ πάλιν παντὶ ἀνθρώπῳ περιτεμνομένῳ ὅτι ὀφειλέτης ἐστὶν ὅλον τὸν νόμον ποιῆσαι. κατηργήθητε ⸀ἀπὸ2 Χριστοῦ οἵτινες ἐν νόμῳ δικαιοῦσθε, τῆς χάριτος ἐξεπέσατε. ἡμεῖς γὰρ πνεύματι ἐκ πίστεως ἐλπίδα δικαιοσύνης ἀπεκδεχόμεθα. ἐν γὰρ Χριστῷ Ἰησοῦ οὔτε περιτομή τι ἰσχύει οὔτε ἀκροβυστία, ἀλλὰ πίστις διʼ ἀγάπης ἐνεργουμένη.

Ἐτρέχετε καλῶς· τίς ὑμᾶς ἐνέκοψεν ⸀τῇ3 ἀληθείᾳ μὴ πείθεσθαι; ἡ πεισμονὴ οὐκ ἐκ τοῦ καλοῦντος ὑμᾶς. μικρὰ ζύμη ὅλον τὸ φύραμα ζυμοῖ. ἐγὼ πέποιθα εἰς ὑμᾶς ἐν κυρίῳ ὅτι οὐδὲν ἄλλο φρονήσετε· ὁ δὲ ταράσσων ὑμᾶς βαστάσει τὸ κρίμα, ὅστις ⸀ἐὰν4 ᾖ. ἐγὼ δέ, ἀδελφοί, εἰ περιτομὴν ἔτι κηρύσσω, τί ἔτι διώκομαι; ἄρα κατήργηται τὸ σκάνδαλον τοῦ σταυροῦ. ὄφελον καὶ ἀποκόψονται οἱ ἀναστατοῦντες ὑμᾶς.

Ὑμεῖς γὰρ ἐπʼ ἐλευθερίᾳ ἐκλήθητε, ἀδελφοί· μόνον μὴ τὴν ἐλευθερίαν εἰς ἀφορμὴν τῇ σαρκί, ἀλλὰ διὰ τῆς ἀγάπης δουλεύετε ἀλλήλοις· ὁ γὰρ πᾶς νόμος ἐν ἑνὶ λόγῳ ⸀πεπλήρωται5 ἐν τῷ· Ἀγαπήσεις τὸν πλησίον σου ὡς ⸀σεαυτόν6 εἰ δὲ ἀλλήλους δάκνετε καὶ κατεσθίετε, βλέπετε μὴ ὑπʼ ἀλλήλων ἀναλωθῆτε.

Λέγω δέ, πνεύματι περιπατεῖτε καὶ ἐπιθυμίαν σαρκὸς οὐ μὴ τελέσητε. ἡ γὰρ7 σὰρξ ἐπιθυμεῖ κατὰ τοῦ πνεύματος, τὸ δὲ πνεῦμα κατὰ τῆς σαρκός, ταῦτα ⸀γὰρ ⸂ἀλλήλοις ἀντίκειται8, ἵνα μὴ ἃ ⸀ἐὰν9 θέλητε ταῦτα ποιῆτε. εἰ δὲ πνεύματι ἄγεσθε, οὐκ ἐστὲ ὑπὸ νόμον. φανερὰ δέ ἐστιν10 τὰ ἔργα τῆς σαρκός, ἅτινά ⸀ἐστιν πορνεία, ἀκαθαρσία, ἀσέλγεια, εἰδωλολατρία, φαρμακεία, ἔχθραι, ⸂ἔρις, ζῆλος⸃, θυμοί, ἐριθεῖαι, διχοστασίαι, αἱρέσεις,11 ⸀φθόνοι12 μέθαι, κῶμοι, καὶ τὰ ὅμοια τούτοις, ἃ προλέγω ὑμῖν ⸀καθὼς13 προεῖπον ὅτι οἱ τὰ τοιαῦτα πράσσοντες βασιλείαν θεοῦ οὐ κληρονομήσουσιν.

Ὁ δὲ καρπὸς τοῦ πνεύματός ἐστιν ἀγάπη, χαρά, εἰρήνη, μακροθυμία, χρηστότης, ἀγαθωσύνη, πίστις, πραΰτης, ἐγκράτεια· κατὰ τῶν τοιούτων οὐκ ἔστιν νόμος. οἱ δὲ τοῦ ⸀Χριστοῦ14 τὴν σάρκα ἐσταύρωσαν σὺν τοῖς παθήμασιν καὶ ταῖς ἐπιθυμίαις. εἰ ζῶμεν πνεύματι, πνεύματι καὶ στοιχῶμεν. μὴ γινώμεθα κενόδοξοι, ἀλλήλους προκαλούμενοι, ἀλλήλοις φθονοῦντες.

Source notes (14)
  1. Footnote ἡμᾶς Χριστὸς ἠλευθέρωσεν στήκετε οὖν WH Treg NA28 ] οὖν ᾗ Χριστὸς ἡμᾶς ἠλευθέρωσεν στήκετε RP
  2. Footnote ἀπὸ WH Treg NA28 ] + τοῦ RP
  3. Footnote τῇ NA28 RP ] – WH Treg
  4. Footnote ἐὰν WH Treg NA28 ] ἂν RP
  5. Footnote πεπλήρωται WH Treg NA28 ] πληροῦται RP
  6. Footnote σεαυτόν WH Treg NA28 ] ἑαυτόν RP
  7. Footnote γὰρ WH Treg NA28 ] δὲ RP
  8. Footnote ἀλλήλοις ἀντίκειται WH Treg NA28 ] ἀντίκειται ἀλλήλοις RP
  9. Footnote ἐὰν WH Treg NA28 ] ἂν RP
  10. Footnote ἐστιν WH Treg NA28 ] + μοιχεία RP
  11. Footnote ἔρις ζῆλος WH Treg NA28 ] ἔρεις ζῆλοι RP
  12. Footnote φθόνοι WH NA28 ] + φόνοι Treg RP
  13. Footnote καθὼς WH Treg NA28 ] + καὶ RP
  14. Footnote Χριστοῦ RP ] + Ἰησοῦ WH Treg NA28

Η Καινή Διαθήκη. Copyright © 2010 Society of Biblical Literature and Logos Bible Software. Licensed under CC BY 4.0. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · CC BY 4.0 · SourceEdition imported 2026-10-25.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.