Η Καινή Διαθήκη
ΠΡΟΣ ΕΦΕΣΙΟΥΣ 5
γίνεσθε οὖν μιμηταὶ τοῦ θεοῦ, ὡς τέκνα ἀγαπητά, καὶ περιπατεῖτε ἐν ἀγάπῃ, καθὼς καὶ ὁ Χριστὸς ἠγάπησεν ⸀ἡμᾶς1 καὶ παρέδωκεν ἑαυτὸν ὑπὲρ ⸀ἡμῶν2 προσφορὰν καὶ θυσίαν τῷ θεῷ εἰς ὀσμὴν εὐωδίας.
Πορνεία δὲ καὶ ⸂ἀκαθαρσία πᾶσα3 ἢ πλεονεξία μηδὲ ὀνομαζέσθω ἐν ὑμῖν, καθὼς πρέπει ἁγίοις, καὶ αἰσχρότης καὶ μωρολογία ἢ εὐτραπελία, ⸂ἃ οὐκ ἀνῆκεν4, ἀλλὰ μᾶλλον εὐχαριστία. τοῦτο γὰρ ⸀ἴστε5 γινώσκοντες ὅ 6 ι πᾶς πόρνος ἢ ἀκάθαρτος ἢ πλεονέκτης, ⸀ὅ ἐστιν εἰδωλολάτρης, οὐκ ἔχει κληρονομίαν ἐν τῇ βασιλείᾳ τοῦ Χριστοῦ καὶ θεοῦ.
Μηδεὶς ὑμᾶς ἀπατάτω κενοῖς λόγοις, διὰ ταῦτα γὰρ ἔρχεται ἡ ὀργὴ τοῦ θεοῦ ἐπὶ τοὺς υἱοὺς τῆς ἀπειθείας. μὴ οὖν γίνεσθε συμμέτοχοι αὐτῶν· ἦτε γάρ ποτε σκότος, νῦν δὲ φῶς ἐν κυρίῳ· ὡς τέκνα φωτὸς περιπατεῖτε, ὁ γὰρ καρπὸς τοῦ ⸀φωτὸς7 ἐν πάσῃ ἀγαθωσύνῃ καὶ δικαιοσύνῃ καὶ ἀληθείᾳ, δοκιμάζοντες τί ἐστιν εὐάρεστον τῷ κυρίῳ· καὶ μὴ συγκοινωνεῖτε τοῖς ἔργοις τοῖς ἀκάρποις τοῦ σκότους, μᾶλλον δὲ καὶ ἐλέγχετε, τὰ γὰρ κρυφῇ γινόμενα ὑπʼ αὐτῶν αἰσχρόν ἐστιν καὶ λέγειν· τὰ δὲ πάντα ἐλεγχόμενα ὑπὸ τοῦ φωτὸς φανεροῦται, πᾶν γὰρ τὸ φανερούμενον φῶς ἐστιν. διὸ λέγει· Ἔγειρε, ὁ καθεύδων, καὶ ἀνάστα ἐκ τῶν νεκρῶν, καὶ ἐπιφαύσει σοι ὁ Χριστός.
Βλέπετε οὖν ⸂ἀκριβῶς πῶς8 περιπατεῖτε, μὴ ὡς ἄσοφοι ἀλλʼ ὡς σοφοί, ἐξαγοραζόμενοι τὸν καιρόν, ὅτι αἱ ἡμέραι πονηραί εἰσιν. διὰ τοῦτο μὴ γίνεσθε ἄφρονες, ἀλλὰ ⸀συνίετε9 τί τὸ θέλημα τοῦ κυρίου· καὶ μὴ μεθύσκεσθε οἴνῳ, ἐν ᾧ ἐστιν ἀσωτία, ἀλλὰ πληροῦσθε ἐν πνεύματι, λαλοῦντες ⸀ἑαυτοῖς10 ψαλμοῖς καὶ ὕμνοις καὶ ᾠδαῖς πνευματικαῖς, ᾄδοντες καὶ ⸀ψάλλοντες11 τῇ καρδίᾳ ὑμῶν τῷ κυρίῳ, εὐχαριστοῦντες πάντοτε ὑπὲρ πάντων ἐν ὀνόματι τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τῷ θεῷ καὶ πατρί, ὑποτασσόμενοι ἀλλήλοις ἐν φόβῳ Χριστοῦ.
Αἱ γυναῖκες τοῖς ἰδίοις ⸀ἀνδράσιν12 ὡς τῷ κυρίῳ, ὅτι ἀνήρ ἐστιν κεφαλὴ τῆς γυναικὸς ὡς καὶ ὁ Χριστὸς κεφαλὴ τῆς ἐκκλησίας, ⸀αὐτὸς13 σωτὴρ τοῦ σώματος. ἀλλὰ ⸀ὡς14 ἡ ἐκκλησία ὑποτάσσεται τῷ Χριστῷ, οὕτως καὶ αἱ γυναῖκες ⸀τοῖς15 ἀνδράσιν ἐν παντί.
Οἱ ἄνδρες, ἀγαπᾶτε τὰς ⸀γυναῖκας16 καθὼς καὶ ὁ Χριστὸς ἠγάπησεν τὴν ἐκκλησίαν καὶ ἑαυτὸν παρέδωκεν ὑπὲρ αὐτῆς, ἵνα αὐτὴν ἁγιάσῃ καθαρίσας τῷ λουτρῷ τοῦ ὕδατος ἐν ῥήματι, ἵνα παραστήσῃ ⸀αὐτὸς17 ἑαυτῷ ἔνδοξον τὴν ἐκκλησίαν, μὴ ἔχουσαν σπίλον ἢ ῥυτίδα ἤ τι τῶν τοιούτων, ἀλλʼ ἵνα ᾖ ἁγία καὶ ἄμωμος. οὕτως ὀφείλουσιν ⸀καὶ18 οἱ ἄνδρες ἀγαπᾶν τὰς ἑαυτῶν γυναῖκας ὡς τὰ ἑαυτῶν σώματα· ὁ ἀγαπῶν τὴν ἑαυτοῦ γυναῖκα ἑαυτὸν ἀγαπᾷ, οὐδεὶς γάρ ποτε τὴν ἑαυτοῦ σάρκα ἐμίσησεν, ἀλλὰ ἐκτρέφει καὶ θάλπει αὐτήν, καθὼς καὶ ὁ ⸀Χριστὸς19 τὴν ἐκκλησίαν, ὅτι μέλη ἐσμὲν τοῦ σώματος ⸀αὐτοῦ20 ἀντὶ τούτου καταλείψει ἄνθρωπος ⸀τὸν21 ⸀πατέρα22 καὶ ⸀τὴν23 μητέρα καὶ προσκολληθήσεται ⸂τῇ γυναικὶ24 αὐτοῦ, καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν. τὸ μυστήριον τοῦτο μέγα ἐστίν, ἐγὼ δὲ λέγω εἰς Χριστὸν καὶ εἰς τὴν ἐκκλησίαν. πλὴν καὶ ὑμεῖς οἱ καθʼ ἕνα ἕκαστος τὴν ἑαυτοῦ γυναῖκα οὕτως ἀγαπάτω ὡς ἑαυτόν, ἡ δὲ γυνὴ ἵνα φοβῆται τὸν ἄνδρα.
Source notes (24)
- Footnote ἡμᾶς RP NA28 ] ὑμᾶς WH Treg
- Footnote ἡμῶν RP NA28 Treg ] ὑμῶν WH
- Footnote ἀκαθαρσία πᾶσα WH Treg NA28 ] πᾶσα ἀκαθαρσία RP
- Footnote ἃ οὐκ ἀνῆκεν WH Treg NA28 ] τὰ οὐκ ἀνήκοντα RP
- Footnote ἴστε WH Treg NA28 ] ἔστε RP
- Footnote ὅ WH Treg NA28 ] ὅς RP
- Footnote φωτὸς WH Treg NA28 ] πνεύματος RP
- Footnote ἀκριβῶς πῶς WH NA28 ] πῶς ἀκριβῶς Treg RP
- Footnote συνίετε WH Treg NA28 ] συνιέντες RP
- Footnote ἑαυτοῖς WH Treg RP ] + ἐν NA28
- Footnote ψάλλοντες WH NA28 ] + ἐν Treg RP
- Footnote ἀνδράσιν WH NA28 ] + ὑποτασσέσθωσαν Treg; + ὑποτάσσεσθε RP
- Footnote αὐτὸς WH Treg NA28 ] καὶ αὐτὸς ἐστιν RP
- Footnote ὡς WH Treg NA28 ] ὡσπερ RP
- Footnote τοῖς WH Treg NA28 ] + ἰδίοις RP
- Footnote γυναῖκας WH Treg NA28 ] + ἑαυτῶν RP
- Footnote αὐτὸς WH Treg NA28 ] αὐτὴν RP
- Footnote καὶ WH Treg NA28 ] – RP
- Footnote Χριστὸς WH Treg NA28 ] κύριος RP
- Footnote αὐτοῦ WH Treg NA28 ] + ἐκ τῆς σαρκός αὐτοῦ καί ἐκ τῶν ὀστέων αὐτοῦ RP
- Footnote τὸν WH NA28 RP ] – Treg
- Footnote πατέρα WH Treg NA28 ] + αὐτοῦ RP
- Footnote τὴν WH NA28 RP ] – Treg
- Footnote τῇ γυναικὶ Treg ] πρὸς τὴν γυναῖκα WH NA28 RP
Η Καινή Διαθήκη. Copyright © 2010 Society of Biblical Literature and Logos Bible Software. Licensed under CC BY 4.0. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.
Full source notice & licence · CC BY 4.0 · SourceEdition imported 2026-10-25.