Skip to content
BibleKenya

Η Καινή Διαθήκη

ΠΡΟΣ ΚΟΛΟΣΣΑΕΙΣ 3

Εἰ οὖν συνηγέρθητε τῷ Χριστῷ, τὰ ἄνω ζητεῖτε, οὗ ὁ Χριστός ἐστιν ἐν δεξιᾷ τοῦ θεοῦ καθήμενος· τὰ ἄνω φρονεῖτε, μὴ τὰ ἐπὶ τῆς γῆς, ἀπεθάνετε γάρ, καὶ ἡ ζωὴ ὑμῶν κέκρυπται σὺν τῷ Χριστῷ ἐν τῷ θεῷ· ὅταν ὁ Χριστὸς φανερωθῇ, ἡ ζωὴ ⸀ὑμῶν1 τότε καὶ ὑμεῖς σὺν αὐτῷ φανερωθήσεσθε ἐν δόξῃ.

Νεκρώσατε οὖν τὰ ⸀μέλη2 τὰ ἐπὶ τῆς γῆς, πορνείαν, ἀκαθαρσίαν, πάθος, ἐπιθυμίαν κακήν, καὶ τὴν πλεονεξίαν ἥτις ἐστὶν εἰδωλολατρία, διʼ ἃ ἔρχεται ἡ ὀργὴ τοῦ θεοῦ ⸂ἐπὶ τοὺς υἱοὺς τῆς ἀπειθείας3 · ἐν οἷς καὶ ὑμεῖς περιεπατήσατέ ποτε ὅτε ἐζῆτε ἐν ⸀τούτοις4 νυνὶ δὲ ἀπόθεσθε καὶ ὑμεῖς τὰ πάντα, ὀργήν, θυμόν, κακίαν, βλασφημίαν, αἰσχρολογίαν ἐκ τοῦ στόματος ὑμῶν· μὴ ψεύδεσθε εἰς ἀλλήλους· ἀπεκδυσάμενοι τὸν παλαιὸν ἄνθρωπον σὺν ταῖς πράξεσιν αὐτοῦ, καὶ ἐνδυσάμενοι τὸν νέον τὸν ἀνακαινούμενον εἰς ἐπίγνωσιν κατʼ εἰκόνα τοῦ κτίσαντος αὐτόν, ὅπου οὐκ ἔνι Ἕλλην καὶ Ἰουδαῖος, περιτομὴ καὶ ἀκροβυστία, βάρβαρος, Σκύθης, δοῦλος, ἐλεύθερος, ἀλλὰ ⸀τὰ5 πάντα καὶ ἐν πᾶσιν Χριστός.

Ἐνδύσασθε οὖν ὡς ἐκλεκτοὶ τοῦ θεοῦ, ἅγιοι καὶ ἠγαπημένοι, σπλάγχνα οἰκτιρμοῦ, χρηστότητα, ταπεινοφροσύνην, πραΰτητα, μακροθυμίαν, ἀνεχόμενοι ἀλλήλων καὶ χαριζόμενοι ἑαυτοῖς ἐάν τις πρός τινα ἔχῃ μομφήν· καθὼς καὶ ὁ ⸀κύριος6 ἐχαρίσατο ὑμῖν οὕτως καὶ ὑμεῖς· ἐπὶ πᾶσιν δὲ τούτοις τὴν ἀγάπην, ⸀ὅ7 ἐστιν σύνδεσμος τῆς τελειότητος. καὶ ἡ εἰρήνη τοῦ ⸀Χριστοῦ8 βραβευέτω ἐν ταῖς καρδίαις ὑμῶν, εἰς ἣν καὶ ἐκλήθητε ἐν ἑνὶ σώματι· καὶ εὐχάριστοι γίνεσθε. ὁ λόγος τοῦ Χριστοῦ ἐνοικείτω ἐν ὑμῖν πλουσίως ἐν πάσῃ σοφίᾳ· διδάσκοντες καὶ νουθετοῦντες ἑαυτοὺς ⸀ψαλμοῖς9 ⸀ὕμνοις10 ᾠδαῖς πνευματικαῖς ⸀ἐν11 χάριτι, ᾄδοντες ἐν ⸂ταῖς καρδίαις12 ὑμῶν τῷ ⸀θεῷ13 καὶ πᾶν ⸂ὅ τι14 ⸀ἐὰν15 ποιῆτε ἐν λόγῳ ἢ ἐν ἔργῳ, πάντα ἐν ὀνόματι κυρίου Ἰησοῦ, εὐχαριστοῦντες τῷ ⸀θεῷ16 πατρὶ διʼ αὐτοῦ.

Αἱ γυναῖκες, ὑποτάσσεσθε ⸀τοῖς17 ἀνδράσιν, ὡς ἀνῆκεν ἐν κυρίῳ. οἱ ἄνδρες, ἀγαπᾶτε τὰς γυναῖκας καὶ μὴ πικραίνεσθε πρὸς αὐτάς.

Τὰ τέκνα, ὑπακούετε τοῖς γονεῦσιν κατὰ πάντα, τοῦτο γὰρ ⸂εὐάρεστόν ἐστιν18 ἐν κυρίῳ. οἱ πατέρες, μὴ ἐρεθίζετε τὰ τέκνα ὑμῶν, ἵνα μὴ ἀθυμῶσιν. οἱ δοῦλοι, ὑπακούετε κατὰ πάντα τοῖς κατὰ σάρκα κυρίοις, μὴ ἐν ⸀ὀφθαλμοδουλίαις19 ὡς ἀνθρωπάρεσκοι, ἀλλʼ ἐν ἁπλότητι καρδίας, φοβούμενοι τὸν ⸀κύριον20 ⸀ὃ21 ἐὰν ποιῆτε, ἐκ ψυχῆς ἐργάζεσθε, ὡς τῷ κυρίῳ καὶ οὐκ ἀνθρώποις, εἰδότες ὅτι ἀπὸ κυρίου ⸀ἀπολήμψεσθε22 τὴν ἀνταπόδοσιν τῆς κληρονομίας· ⸀τῷ23 κυρίῳ Χριστῷ δουλεύετε· ὁ ⸀γὰρ24 ἀδικῶν κομίσεται ὃ ἠδίκησεν, καὶ οὐκ ἔστιν προσωπολημψία.

Source notes (24)
  1. Footnote ὑμῶν Treg NA28 ] ἡμῶν WH RP
  2. Footnote μέλη WH Treg NA28 ] + ὑμῶν NIV RP
  3. Footnote ἐπὶ τοὺς υἱοὺς τῆς ἀπειθείας RP NA28 ] – WH Treg NIV
  4. Footnote τούτοις WH Treg NA28 ] αὐτοῖς RP
  5. Footnote τὰ Treg NA28 RP ] – WH
  6. Footnote κύριος WH Treg NA28 ] Χριστὸς RP
  7. Footnote ὅ WH Treg NA28 ] ἥτις RP
  8. Footnote Χριστοῦ WH Treg NA28 ] θεοῦ RP
  9. Footnote ψαλμοῖς WH Treg NA28 ] + καὶ RP
  10. Footnote ὕμνοις WH Treg NA28 ] + καὶ RP
  11. Footnote ἐν WH RP ] + τῇ Treg NA28
  12. Footnote ταῖς καρδίαις WH Treg NA28 ] τῇ καρδίᾳ RP
  13. Footnote θεῷ WH Treg NA28 ] κυρίῳ RP
  14. Footnote ὅ τι Treg NA28 RP ] ὅτι WH
  15. Footnote ἐὰν WH Treg NA28 ] ἂν RP
  16. Footnote θεῷ WH Treg NA28 ] + καὶ RP
  17. Footnote τοῖς WH Treg NA28 ] + ἰδίοις RP
  18. Footnote εὐάρεστόν ἐστιν WH Treg NA28 ] ἐστιν εὐάρεστον RP
  19. Footnote ὀφθαλμοδουλίαις WH Treg RP ] ὀφθαλμοδουλίᾳ NA28
  20. Footnote κύριον WH Treg NA28 ] θεόν RP
  21. Footnote ὃ WH Treg NA28 ] καὶ πᾶν ὃ τι RP
  22. Footnote ἀπολήμψεσθε WH Treg NA28 ] λήψεσθε RP
  23. Footnote τῷ WH Treg NA28 ] + γὰρ RP
  24. Footnote γὰρ WH Treg NA28 ] δὲ RP

Η Καινή Διαθήκη. Copyright © 2010 Society of Biblical Literature and Logos Bible Software. Licensed under CC BY 4.0. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · CC BY 4.0 · SourceEdition imported 2026-10-25.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.