Skip to content
BibleKenya

Η Καινή Διαθήκη

ΙΩΑΝΝΟΥ Γ 1

Ὁ πρεσβύτερος Γαΐῳ τῷ ἀγαπητῷ, ὃν ἐγὼ ἀγαπῶ ἐν ἀληθείᾳ.

Ἀγαπητέ, περὶ πάντων εὔχομαί σε εὐοδοῦσθαι καὶ ὑγιαίνειν, καθὼς εὐοδοῦταί σου ἡ ψυχή. ἐχάρην γὰρ λίαν ἐρχομένων ἀδελφῶν καὶ μαρτυρούντων σου τῇ ἀληθείᾳ, καθὼς σὺ ἐν ἀληθείᾳ περιπατεῖς. μειζοτέραν τούτων οὐκ ἔχω ⸀χαράν1 ἵνα ἀκούω τὰ ἐμὰ τέκνα ἐν ⸀τῇ2 ἀληθείᾳ περιπατοῦντα.

Ἀγαπητέ, πιστὸν ποιεῖς ὃ ἐὰν ἐργάσῃ εἰς τοὺς ἀδελφοὺς καὶ ⸀τοῦτο3 ξένους, οἳ ἐμαρτύρησάν σου τῇ ἀγάπῃ ἐνώπιον ἐκκλησίας, οὓς καλῶς ποιήσεις προπέμψας ἀξίως τοῦ θεοῦ· ὑπὲρ γὰρ τοῦ ὀνόματος ἐξῆλθον μηδὲν λαμβάνοντες ἀπὸ τῶν ⸀ἐθνικῶν4 ἡμεῖς οὖν ὀφείλομεν ⸀ὑπολαμβάνειν5 τοὺς τοιούτους, ἵνα συνεργοὶ γινώμεθα τῇ ἀληθείᾳ.

Ἔγραψά ⸀τι6 τῇ ἐκκλησίᾳ· ἀλλʼ ὁ φιλοπρωτεύων αὐτῶν Διοτρέφης οὐκ ἐπιδέχεται ἡμᾶς. διὰ τοῦτο, ἐὰν ἔλθω, ὑπομνήσω αὐτοῦ τὰ ἔργα ἃ ποιεῖ, λόγοις πονηροῖς φλυαρῶν ἡμᾶς, καὶ μὴ ἀρκούμενος ἐπὶ τούτοις οὔτε αὐτὸς ἐπιδέχεται τοὺς ἀδελφοὺς καὶ τοὺς βουλομένους κωλύει καὶ ἐκ τῆς ἐκκλησίας ἐκβάλλει.

Ἀγαπητέ, μὴ μιμοῦ τὸ κακὸν ἀλλὰ τὸ ἀγαθόν. ὁ ἀγαθοποιῶν ἐκ τοῦ θεοῦ ἐστιν· ὁ κακοποιῶν οὐχ ἑώρακεν τὸν θεόν. Δημητρίῳ μεμαρτύρηται ὑπὸ πάντων καὶ ὑπὸ αὐτῆς τῆς ἀληθείας· καὶ ἡμεῖς δὲ μαρτυροῦμεν, καὶ ⸀οἶδας7 ὅτι ἡ μαρτυρία ἡμῶν ἀληθής ἐστιν.

Πολλὰ εἶχον ⸂γράψαι σοι8, ἀλλʼ οὐ θέλω διὰ μέλανος καὶ καλάμου σοι ⸀γράφειν9 ἐλπίζω δὲ εὐθέως ⸂σε ἰδεῖν10, καὶ στόμα πρὸς στόμα λαλήσομεν.

Εἰρήνη σοι. ἀσπάζονταί σε οἱ φίλοι. ἀσπάζου τοὺς φίλους κατʼ ὄνομα. ‘p /’ ‘/book’

Source notes (10)
  1. Footnote χαράν Treg NA28 RP ] χάριν WH
  2. Footnote τῇ WH Treg NA27 ] – NA28 RP
  3. Footnote τοῦτο WH Treg NA28 ] εἰς τοὺς RP
  4. Footnote ἐθνικῶν WH Treg NA28 ] ἐθνῶν RP
  5. Footnote ὑπολαμβάνειν WH Treg NA28 ] ἀπολαμβάνειν RP
  6. Footnote τι WH Treg NA28 ] – RP
  7. Footnote οἶδας WH Treg NA28 ] οἴδατε RP
  8. Footnote γράψαι σοι WH Treg NA28 ] γράφειν RP
  9. Footnote γράφειν WH Treg NA28 ] γράψαι RP
  10. Footnote σε ἰδεῖν WH Treg NA28 ] ἰδεῖν σε RP

Η Καινή Διαθήκη. Copyright © 2010 Society of Biblical Literature and Logos Bible Software. Licensed under CC BY 4.0. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · CC BY 4.0 · SourceEdition imported 2026-10-25.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.