Skip to content
BibleKenya

Η Καινή Διαθήκη

ΙΩΑΝΝΟΥ Β 1

Ὁ πρεσβύτερος ἐκλεκτῇ κυρίᾳ καὶ τοῖς τέκνοις αὐτῆς, οὓς ἐγὼ ἀγαπῶ ἐν ἀληθείᾳ, καὶ οὐκ ἐγὼ μόνος ἀλλὰ καὶ πάντες οἱ ἐγνωκότες τὴν ἀλήθειαν, διὰ τὴν ἀλήθειαν τὴν μένουσαν ἐν ἡμῖν, καὶ μεθʼ ἡμῶν ἔσται εἰς τὸν αἰῶνα· ἔσται μεθʼ ἡμῶν χάρις ἔλεος εἰρήνη παρὰ1 θεοῦ πατρός, καὶ ⸀παρὰ Ἰησοῦ Χριστοῦ τοῦ υἱοῦ τοῦ πατρός, ἐν ἀληθείᾳ καὶ ἀγάπῃ.

Ἐχάρην λίαν ὅτι εὕρηκα ἐκ τῶν τέκνων σου περιπατοῦντας ἐν ἀληθείᾳ, καθὼς ἐντολὴν ἐλάβομεν παρὰ τοῦ πατρός. καὶ νῦν ἐρωτῶ σε, κυρία, οὐχ ὡς ἐντολὴν ⸂καινὴν γράφων σοι2 ἀλλὰ ἣν εἴχομεν ἀπʼ ἀρχῆς, ἵνα ἀγαπῶμεν ἀλλήλους. καὶ αὕτη ἐστὶν ἡ ἀγάπη, ἵνα περιπατῶμεν κατὰ τὰς ἐντολὰς αὐτοῦ· αὕτη ⸂ἡ ἐντολή ἐστιν3, καθὼς ἠκούσατε ἀπʼ ἀρχῆς, ἵνα ἐν αὐτῇ περιπατῆτε. ὅτι πολλοὶ πλάνοι ⸀ἐξῆλθον4 εἰς τὸν κόσμον, οἱ μὴ ὁμολογοῦντες Ἰησοῦν Χριστὸν ἐρχόμενον ἐν σαρκί· οὗτός ἐστιν ὁ πλάνος καὶ ὁ ἀντίχριστος. βλέπετε ἑαυτούς, ἵνα μὴ ⸀ἀπολέσητε5 ἃ ⸀εἰργασάμεθα6 ἀλλὰ μισθὸν πλήρη ⸀ἀπολάβητε7 πᾶς ὁ ⸀προάγων8 καὶ μὴ μένων ἐν τῇ διδαχῇ9 τοῦ Χριστοῦ θεὸν οὐκ ἔχει· ὁ μένων ἐν τῇ ⸀διδαχῇ, οὗτος καὶ τὸν πατέρα καὶ τὸν υἱὸν ἔχει. εἴ τις ἔρχεται πρὸς ὑμᾶς καὶ ταύτην τὴν διδαχὴν οὐ φέρει, μὴ λαμβάνετε αὐτὸν εἰς οἰκίαν καὶ χαίρειν αὐτῷ μὴ λέγετε· ὁ ⸂λέγων γὰρ10 αὐτῷ χαίρειν κοινωνεῖ τοῖς ἔργοις αὐτοῦ τοῖς πονηροῖς.

Πολλὰ ἔχων ὑμῖν γράφειν οὐκ ἐβουλήθην διὰ χάρτου καὶ μέλανος, ἀλλὰ ἐλπίζω ⸀γενέσθαι11 πρὸς ὑμᾶς καὶ στόμα πρὸς στόμα λαλῆσαι, ἵνα ἡ χαρὰ ⸀ὑμῶν12 ⸂πεπληρωμένη ᾖ 13. Ἀσπάζεταί σε τὰ τέκνα τῆς ἀδελφῆς σου τῆς ⸀ἐκλεκτῆς14 ‘p /’ ‘/book’

Source notes (14)
  1. Footnote παρὰ WH Treg NA28 ] + κυρίου RP
  2. Footnote καινὴν γράφων σοι Treg NA27 ] γράφων σοι καινὴν WH NA28 RP
  3. Footnote ἡ ἐντολή ἐστιν WH Treg NA28 ] ἐστιν ἡ ἐντολή RP
  4. Footnote ἐξῆλθον WH Treg NA28 ] εἰσῆλθόν RP
  5. Footnote ἀπολέσητε WH Treg NA28 ] ἀπολέσωμεν RP
  6. Footnote εἰργασάμεθα WH RP NA28 ] εἰργάσασθε Treg NIV
  7. Footnote ἀπολάβητε WH Treg NA28 ] ἀπολάβωμεν RP
  8. Footnote προάγων WH Treg NA28 ] παραβαίνων RP
  9. Footnote διδαχῇ WH Treg NA28 ] + τοῦ Χριστοῦ RP
  10. Footnote λέγων γὰρ WH Treg NA28 ] γὰρ λέγων RP
  11. Footnote γενέσθαι WH Treg NA28 ] ἐλθεῖν RP
  12. Footnote ὑμῶν WH Treg ] ἡμῶν NA28 RP
  13. Footnote πεπληρωμένη ᾖ WH NA27 ] ᾖ πεπληρωμένη Treg NA28 RP
  14. Footnote ἐκλεκτῆς WH Treg NA28 ] + Ἀμήν RP

Η Καινή Διαθήκη. Copyright © 2010 Society of Biblical Literature and Logos Bible Software. Licensed under CC BY 4.0. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · CC BY 4.0 · SourceEdition imported 2026-10-25.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.