Η Καινή Διαθήκη
ΠΡΟΣ ΤΙΜΟΘΕΟΝ Β 4
⸀Διαμαρτύρομαι1 ἐνώπιον τοῦ θεοῦ καὶ ⸂Χριστοῦ Ἰησοῦ2, τοῦ μέλλοντος κρίνειν ζῶντας καὶ3 νεκρούς, ⸀καὶ τὴν ἐπιφάνειαν αὐτοῦ καὶ τὴν βασιλείαν αὐτοῦ· κήρυξον τὸν λόγον, ἐπίστηθι εὐκαίρως ἀκαίρως, ἔλεγξον, ἐπιτίμησον, παρακάλεσον, ἐν πάσῃ μακροθυμίᾳ καὶ διδαχῇ. ἔσται γὰρ καιρὸς ὅτε τῆς ὑγιαινούσης διδασκαλίας οὐκ ἀνέξονται, ἀλλὰ κατὰ τὰς ⸂ἰδίας ἐπιθυμίας4 ἑαυτοῖς ἐπισωρεύσουσιν διδασκάλους κνηθόμενοι τὴν ἀκοήν, καὶ ἀπὸ μὲν τῆς ἀληθείας τὴν ἀκοὴν ἀποστρέψουσιν, ἐπὶ δὲ τοὺς μύθους ἐκτραπήσονται. σὺ δὲ νῆφε ἐν πᾶσιν, κακοπάθησον, ἔργον ποίησον εὐαγγελιστοῦ, τὴν διακονίαν σου πληροφόρησον.
Ἐγὼ γὰρ ἤδη σπένδομαι, καὶ ὁ καιρὸς τῆς ⸂ἀναλύσεώς μου5 ἐφέστηκεν. τὸν ⸂καλὸν ἀγῶνα6 ἠγώνισμαι, τὸν δρόμον τετέλεκα, τὴν πίστιν τετήρηκα· λοιπὸν ἀπόκειταί μοι ὁ τῆς δικαιοσύνης στέφανος, ὃν ἀποδώσει μοι ὁ κύριος ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, ὁ δίκαιος κριτής, οὐ μόνον δὲ ἐμοὶ ἀλλὰ καὶ πᾶσιν τοῖς ἠγαπηκόσι τὴν ἐπιφάνειαν αὐτοῦ.
Σπούδασον ἐλθεῖν πρός με ταχέως· Δημᾶς γάρ με ⸀ἐγκατέλιπεν7 ἀγαπήσας τὸν νῦν αἰῶνα, καὶ ἐπορεύθη εἰς Θεσσαλονίκην, Κρήσκης εἰς Γαλατίαν, Τίτος εἰς Δαλματίαν· Λουκᾶς ἐστιν μόνος μετʼ ἐμοῦ. Μᾶρκον ἀναλαβὼν ἄγε μετὰ σεαυτοῦ, ἔστιν γάρ μοι εὔχρηστος εἰς διακονίαν, Τυχικὸν δὲ ἀπέστειλα εἰς Ἔφεσον. τὸν φαιλόνην, ὃν ⸀ἀπέλιπον8 ἐν Τρῳάδι παρὰ Κάρπῳ, ἐρχόμενος φέρε, καὶ τὰ βιβλία, μάλιστα τὰς μεμβράνας. Ἀλέξανδρος ὁ χαλκεὺς πολλά μοι κακὰ ἐνεδείξατο— ⸀ἀποδώσει9 αὐτῷ ὁ κύριος κατὰ τὰ ἔργα αὐτοῦ— ὃν καὶ σὺ φυλάσσου, λίαν γὰρ ⸀ἀντέστη10 τοῖς ἡμετέροις λόγοις.
Ἐν τῇ πρώτῃ μου ἀπολογίᾳ οὐδείς μοι ⸀παρεγένετο11 ἀλλὰ πάντες με ⸀ἐγκατέλιπον12 μὴ αὐτοῖς λογισθείη— ὁ δὲ κύριός μοι παρέστη καὶ ἐνεδυνάμωσέν με, ἵνα διʼ ἐμοῦ τὸ κήρυγμα πληροφορηθῇ καὶ ⸀ἀκούσωσιν13 πάντα τὰ ἔθνη, καὶ ἐρρύσθην ἐκ στόματος λέοντος. ⸀ῥύσεταί14 με ὁ κύριος ἀπὸ παντὸς ἔργου πονηροῦ καὶ σώσει εἰς τὴν βασιλείαν αὐτοῦ τὴν ἐπουράνιον· ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων, ἀμήν.
Ἄσπασαι Πρίσκαν καὶ Ἀκύλαν καὶ τὸν Ὀνησιφόρου οἶκον. Ἔραστος ἔμεινεν ἐν Κορίνθῳ, Τρόφιμον δὲ ⸀ἀπέλιπον15 ἐν Μιλήτῳ ἀσθενοῦντα. Σπούδασον πρὸ χειμῶνος ἐλθεῖν. Ἀσπάζεταί σε Εὔβουλος καὶ Πούδης καὶ Λίνος καὶ Κλαυδία καὶ οἱ ἀδελφοὶ πάντες.
Ὁ ⸀κύριος16 μετὰ τοῦ πνεύματός σου. ἡ χάρις μεθʼ ⸀ὑμῶν17 ‘p /’ ‘/book’
Source notes (17)
- Footnote Διαμαρτύρομαι WH Treg NA28 ] + οὖν ἐγὼ RP
- Footnote Χριστοῦ Ἰησοῦ WH Treg NA28 ] τοῦ κυρίου Ἰησοῦ χριστοῦ RP
- Footnote καὶ WH Treg NA28 ] κατὰ RP
- Footnote ἰδίας ἐπιθυμίας WH Treg NA28 ] ἐπιθυμίας τὰς ἰδίας RP
- Footnote ἀναλύσεώς μου WH Treg NA28 ] ἐμῆς ἀναλύσεως RP
- Footnote καλὸν ἀγῶνα WH Treg NA28 ] ἀγῶνα τὸν καλὸν RP
- Footnote ἐγκατέλιπεν Treg NA28 RP ] ἐγκατέλειπεν WH
- Footnote ἀπέλιπον Treg NA28 RP ] ἀπέλειπον WH
- Footnote ἀποδώσει WH Treg NA28 ] ἀποδῴη RP
- Footnote ἀντέστη WH Treg NA28 ] ἀνθέστηκεν RP
- Footnote παρεγένετο WH Treg NA28 ] συμπαρεγένετο RP
- Footnote ἐγκατέλιπον Treg NA28 RP ] ἐγκατέλειπον WH
- Footnote ἀκούσωσιν WH Treg NA28 ] ἀκούσῃ RP
- Footnote ῥύσεταί WH Treg NA28 ] Καὶ ῥύσεταί RP
- Footnote ἀπέλιπον Treg NA28 RP ] ἀπέλειπον WH
- Footnote κύριος WH Treg NA28 ] + Ἰησοῦς χριστὸς RP
- Footnote ὑμῶν WH Treg NA28 ] + Ἀμήν RP
Η Καινή Διαθήκη. Copyright © 2010 Society of Biblical Literature and Logos Bible Software. Licensed under CC BY 4.0. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.
Full source notice & licence · CC BY 4.0 · SourceEdition imported 2026-10-25.