Η Καινή Διαθήκη
ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β 9
Περὶ μὲν γὰρ τῆς διακονίας τῆς εἰς τοὺς ἁγίους περισσόν μοί ἐστιν τὸ γράφειν ὑμῖν, οἶδα γὰρ τὴν προθυμίαν ὑμῶν ἣν ὑπὲρ ὑμῶν καυχῶμαι Μακεδόσιν ὅτι Ἀχαΐα παρεσκεύασται ἀπὸ πέρυσι, καὶ ⸀τὸ1 ὑμῶν ζῆλος ἠρέθισε τοὺς πλείονας. ἔπεμψα δὲ τοὺς ἀδελφούς, ἵνα μὴ τὸ καύχημα ἡμῶν τὸ ὑπὲρ ὑμῶν κενωθῇ ἐν τῷ μέρει τούτῳ, ἵνα καθὼς ἔλεγον παρεσκευασμένοι ἦτε, μή πως ἐὰν ἔλθωσιν σὺν ἐμοὶ Μακεδόνες καὶ εὕρωσιν ὑμᾶς ἀπαρασκευάστους καταισχυνθῶμεν ἡμεῖς, ἵνα μὴ ⸀λέγωμεν2 ὑμεῖς, ἐν τῇ ὑποστάσει ⸀ταύτῃ3 ἀναγκαῖον οὖν ἡγησάμην παρακαλέσαι τοὺς ἀδελφοὺς ἵνα προέλθωσιν ⸀εἰς4 ὑμᾶς καὶ προκαταρτίσωσι τὴν ⸀προεπηγγελμένην5 εὐλογίαν ὑμῶν, ταύτην ἑτοίμην εἶναι οὕτως ὡς εὐλογίαν καὶ μὴ ὡς πλεονεξίαν. Τοῦτο δέ, ὁ σπείρων φειδομένως φειδομένως καὶ θερίσει, καὶ ὁ σπείρων ἐπʼ εὐλογίαις ἐπʼ εὐλογίαις καὶ θερίσει. ἕκαστος καθὼς ⸀προῄρηται6 τῇ καρδίᾳ, μὴ ἐκ λύπης ἢ ἐξ ἀνάγκης· ἱλαρὸν γὰρ δότην ἀγαπᾷ ὁ θεός. ⸀δυνατεῖ7 δὲ ὁ θεὸς πᾶσαν χάριν περισσεῦσαι εἰς ὑμᾶς, ἵνα ἐν παντὶ πάντοτε πᾶσαν αὐτάρκειαν ἔχοντες περισσεύητε εἰς πᾶν ἔργον ἀγαθόν· (καθὼς γέγραπται· Ἐσκόρπισεν, ἔδωκεν τοῖς πένησιν, ἡ δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα· ὁ δὲ ἐπιχορηγῶν ⸀σπόρον8 τῷ σπείροντι καὶ ἄρτον εἰς βρῶσιν ⸀χορηγήσει9 καὶ ⸀πληθυνεῖ10 τὸν σπόρον ὑμῶν καὶ ⸀αὐξήσει11 τὰ γενήματα τῆς δικαιοσύνης ὑμῶν·) ἐν παντὶ πλουτιζόμενοι εἰς πᾶσαν ἁπλότητα, ἥτις κατεργάζεται διʼ ἡμῶν εὐχαριστίαν τῷ θεῷ— ὅτι ἡ διακονία τῆς λειτουργίας ταύτης οὐ μόνον ἐστὶν προσαναπληροῦσα τὰ ὑστερήματα τῶν ἁγίων, ἀλλὰ καὶ περισσεύουσα διὰ πολλῶν εὐχαριστιῶν τῷ θεῷ— διὰ τῆς δοκιμῆς τῆς διακονίας ταύτης δοξάζοντες τὸν θεὸν ἐπὶ τῇ ὑποταγῇ τῆς ὁμολογίας ὑμῶν εἰς τὸ εὐαγγέλιον τοῦ Χριστοῦ καὶ ἁπλότητι τῆς κοινωνίας εἰς αὐτοὺς καὶ εἰς πάντας, καὶ αὐτῶν δεήσει ὑπὲρ ὑμῶν ἐπιποθούντων ὑμᾶς διὰ τὴν ὑπερβάλλουσαν χάριν τοῦ θεοῦ ἐφʼ ὑμῖν. ⸀χάρις12 τῷ θεῷ ἐπὶ τῇ ἀνεκδιηγήτῳ αὐτοῦ δωρεᾷ.
Source notes (12)
- Footnote τὸ WH Treg NA28 ] ὁ ἐξ RP
- Footnote λέγωμεν WH Treg RP ] λέγω NA28
- Footnote ταύτῃ WH Treg NA28 ] + τῆς καυχήσεως RP
- Footnote εἰς WH NA28 RP ] πρὸς Treg
- Footnote προεπηγγελμένην WH Treg NA28 ] προκατηγγελμένην RP
- Footnote προῄρηται WH Treg NA28 ] προαιρεῖται RP
- Footnote δυνατεῖ WH Treg NA28 ] Δυνατὸς RP
- Footnote σπόρον Treg NA28 ] σπέρμα WH RP
- Footnote χορηγήσει WH Treg NA28 ] χορηγήσαι RP
- Footnote πληθυνεῖ WH Treg NA28 ] πληθύναι RP
- Footnote αὐξήσει WH Treg NA28 ] αὐξήσαι RP
- Footnote χάρις WH Treg NA28 ] + δὲ RP
Η Καινή Διαθήκη. Copyright © 2010 Society of Biblical Literature and Logos Bible Software. Licensed under CC BY 4.0. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.
Full source notice & licence · CC BY 4.0 · SourceEdition imported 2026-10-25.