Skip to content
BibleKenya

Η Καινή Διαθήκη

ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α 9

Οὐκ εἰμὶ ⸂ἐλεύθερος; οὐκ εἰμὶ ἀπόστολος⸃; οὐχὶ ⸀Ἰησοῦν τὸν κύριον ἡμῶν ἑόρακα; οὐ τὸ ἔργον μου ὑμεῖς ἐστε ἐν κυρίῳ;1 2 εἰ ἄλλοις οὐκ εἰμὶ ἀπόστολος, ἀλλά γε ὑμῖν εἰμι, ἡ γὰρ σφραγίς ⸂μου τῆς3 ἀποστολῆς ὑμεῖς ἐστε ἐν κυρίῳ.

Ἡ ἐμὴ ἀπολογία τοῖς ἐμὲ ἀνακρίνουσίν ⸂ἐστιν αὕτη4. μὴ οὐκ ἔχομεν ἐξουσίαν φαγεῖν καὶ ⸀πεῖν5 μὴ οὐκ ἔχομεν ἐξουσίαν ἀδελφὴν γυναῖκα περιάγειν, ὡς καὶ οἱ λοιποὶ ἀπόστολοι καὶ οἱ ἀδελφοὶ τοῦ κυρίου καὶ Κηφᾶς; ἢ μόνος ἐγὼ καὶ Βαρναβᾶς οὐκ ἔχομεν ἐξουσίαν ⸀μὴ6 ἐργάζεσθαι; τίς στρατεύεται ἰδίοις ὀψωνίοις ποτέ; τίς φυτεύει ἀμπελῶνα καὶ ⸂τὸν καρπὸν7 αὐτοῦ οὐκ ἐσθίει; ⸀τίς8 ποιμαίνει ποίμνην καὶ ἐκ τοῦ γάλακτος τῆς ποίμνης οὐκ ἐσθίει;

Μὴ κατὰ ἄνθρωπον ταῦτα λαλῶ ἢ ⸂καὶ ὁ νόμος ταῦτα οὐ9 λέγει; ἐν γὰρ τῷ Μωϋσέως νόμῳ γέγραπται· Οὐ ⸀κημώσεις10 βοῦν ἀλοῶντα. μὴ τῶν βοῶν μέλει τῷ θεῷ, ἢ διʼ ἡμᾶς πάντως λέγει; διʼ ἡμᾶς γὰρ ἐγράφη, ὅτι ⸂ὀφείλει ἐπʼ ἐλπίδι11 ὁ ἀροτριῶν ἀροτριᾶν, καὶ ὁ ἀλοῶν ⸂ἐπʼ ἐλπίδι τοῦ μετέχειν12. εἰ ἡμεῖς ὑμῖν τὰ πνευματικὰ ἐσπείραμεν, μέγα εἰ ἡμεῖς ὑμῶν τὰ σαρκικὰ θερίσομεν; εἰ ἄλλοι τῆς ⸂ὑμῶν ἐξουσίας13 μετέχουσιν, οὐ μᾶλλον ἡμεῖς;14

Ἀλλʼ οὐκ ἐχρησάμεθα τῇ ἐξουσίᾳ ταύτῃ, ἀλλὰ πάντα στέγομεν ἵνα μή ⸂τινα ἐγκοπὴν⸃ δῶμεν τῷ εὐαγγελίῳ τοῦ Χριστοῦ. οὐκ οἴδατε ὅτι οἱ τὰ15 ἱερὰ ἐργαζόμενοι ⸀τὰ ἐκ τοῦ ἱεροῦ ἐσθίουσιν, οἱ τῷ θυσιαστηρίῳ ⸀παρεδρεύοντες16 τῷ θυσιαστηρίῳ συμμερίζονται; οὕτως καὶ ὁ κύριος διέταξεν τοῖς τὸ εὐαγγέλιον καταγγέλλουσιν ἐκ τοῦ εὐαγγελίου ζῆν.

Ἐγὼ δὲ ⸂οὐ κέχρημαι οὐδενὶ17 τούτων. οὐκ ἔγραψα δὲ ταῦτα ἵνα οὕτως γένηται ἐν ἐμοί, καλὸν γάρ μοι μᾶλλον ἀποθανεῖν ἤ— τὸ καύχημά μου ⸂οὐδεὶς κενώσει18. ἐὰν γὰρ εὐαγγελίζωμαι, οὐκ ἔστιν μοι καύχημα, ἀνάγκη γάρ19 μοι ἐπίκειται· οὐαὶ ⸀γάρ μοί ἐστιν ἐὰν μὴ ⸀εὐαγγελίσωμαι20 εἰ γὰρ ἑκὼν τοῦτο πράσσω, μισθὸν ἔχω· εἰ δὲ ἄκων, οἰκονομίαν πεπίστευμαι. τίς οὖν ⸀μού21 ἐστιν ὁ μισθός; ἵνα εὐαγγελιζόμενος ἀδάπανον θήσω τὸ ⸀εὐαγγέλιον22 εἰς τὸ μὴ καταχρήσασθαι τῇ ἐξουσίᾳ μου ἐν τῷ εὐαγγελίῳ.

Ἐλεύθερος γὰρ ὢν ἐκ πάντων πᾶσιν ἐμαυτὸν ἐδούλωσα, ἵνα τοὺς πλείονας κερδήσω· καὶ ἐγενόμην τοῖς Ἰουδαίοις ὡς Ἰουδαῖος, ἵνα Ἰουδαίους κερδήσω· τοῖς ὑπὸ νόμον ὡς ὑπὸ νόμον, ⸂μὴ ὢν αὐτὸς ὑπὸ νόμον23, ἵνα τοὺς ὑπὸ νόμον κερδήσω· τοῖς ἀνόμοις ὡς ἄνομος, μὴ ὢν ἄνομος ⸀θεοῦ24 ἀλλʼ ἔννομος ⸀Χριστοῦ25 ἵνα ⸀κερδάνω26 ⸀τοὺς27 ἀνόμους· ἐγενόμην τοῖς ⸀ἀσθενέσιν28 ἀσθενής, ἵνα τοὺς ἀσθενεῖς κερδήσω· τοῖς πᾶσιν ⸀γέγονα29 πάντα, ἵνα πάντως τινὰς σώσω. ⸀πάντα30 δὲ ποιῶ διὰ τὸ εὐαγγέλιον, ἵνα συγκοινωνὸς αὐτοῦ γένωμαι.

Οὐκ οἴδατε ὅτι οἱ ἐν σταδίῳ τρέχοντες πάντες μὲν τρέχουσιν, εἷς δὲ λαμβάνει τὸ βραβεῖον; οὕτως τρέχετε ἵνα καταλάβητε. πᾶς δὲ ὁ ἀγωνιζόμενος πάντα ἐγκρατεύεται, ἐκεῖνοι μὲν οὖν ἵνα φθαρτὸν στέφανον λάβωσιν, ἡμεῖς δὲ ἄφθαρτον. ἐγὼ τοίνυν οὕτως τρέχω ὡς οὐκ ἀδήλως, οὕτως πυκτεύω ὡς οὐκ ἀέρα δέρων· ἀλλὰ ὑπωπιάζω μου τὸ σῶμα καὶ δουλαγωγῶ, μή πως ἄλλοις κηρύξας αὐτὸς ἀδόκιμος γένωμαι.

Source notes (30)
  1. Footnote ἐλεύθερος οὐκ εἰμὶ ἀπόστολος WH Treg NA28 ] ἀπόστολος οὐκ εἰμὶ ἐλεύθερος RP
  2. Footnote Ἰησοῦν WH Treg NA28 ] + Χριστὸν RP
  3. Footnote μου τῆς WH Treg NA28 ] τῆς μου RP
  4. Footnote ἐστιν αὕτη WH Treg NA28 ] αὕτη ἐστιν RP
  5. Footnote πεῖν WH NA28 ] πιεῖν Treg RP
  6. Footnote μὴ WH Treg NA28 ] τοῦ μὴ RP
  7. Footnote τὸν καρπὸν WH Treg NA28 ] ἐκ τοῦ καρποῦ RP
  8. Footnote τίς Holmes Tregmarg ] ἢ τίς WH Treg NA28 RP
  9. Footnote καὶ … ταῦτα οὐ WH Treg NA28 ] οὐχὶ καὶ … ταῦτα RP
  10. Footnote κημώσεις Treg NA28 ] φιμώσεις WH RP
  11. Footnote ὀφείλει ἐπʼ ἐλπίδι WH Treg NA28 ] ἐπʼ ἐλπίδι ὀφείλει RP
  12. Footnote ἐπʼ ἐλπίδι τοῦ μετέχειν WH Treg NA28 ] τῆς ἐλπίδος αὐτοῦ μετέχειν ἐπʼ ἐλπίδι RP
  13. Footnote ὑμῶν ἐξουσίας WH Treg NA28 ] ἐξουσίας ὑμῶν RP
  14. Footnote τινα ἐγκοπὴν WH Treg NA28 ] ἐγκοπὴν τινα RP
  15. Footnote τὰ WH Treg NA28 ] – RP
  16. Footnote παρεδρεύοντες WH Treg NA28 ] προσεδρεύοντες RP
  17. Footnote οὐ κέχρημαι οὐδενὶ WH Treg NA28 ] οὐδενὶ ἐχρησάμην RP
  18. Footnote οὐδεὶς κενώσει WH Treg NA28 ] ἵνα τις κενώσῃ RP
  19. Footnote γάρ WH Treg NA28 ] δέ RP
  20. Footnote εὐαγγελίσωμαι WH Treg NA28 ] εὐαγγελίζωμαι RP
  21. Footnote μού WH Treg NA28 ] μοί RP
  22. Footnote εὐαγγέλιον WH Treg NA28 ] + τοῦ Χριστοῦ RP
  23. Footnote μὴ ὢν αὐτὸς ὑπὸ νόμον WH Treg NA28 ] – RP
  24. Footnote θεοῦ WH Treg NA28 ] θεῷ RP
  25. Footnote Χριστοῦ WH Treg NA28 ] Χριστῷ RP
  26. Footnote κερδάνω WH Treg NA28 ] κερδήσω RP
  27. Footnote τοὺς WH Treg NA28 ] – RP
  28. Footnote ἀσθενέσιν WH Treg NA28 ] + ὡς RP
  29. Footnote γέγονα WH Treg NA28 ] + τὰ RP
  30. Footnote πάντα WH Treg NA28 ] Τοῦτο RP

Η Καινή Διαθήκη. Copyright © 2010 Society of Biblical Literature and Logos Bible Software. Licensed under CC BY 4.0. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · CC BY 4.0 · SourceEdition imported 2026-10-25.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.