Η Καινή Διαθήκη
ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α 10
Οὐ θέλω ⸀γὰρ1 ὑμᾶς ἀγνοεῖν, ἀδελφοί, ὅτι οἱ πατέρες ἡμῶν πάντες ὑπὸ τὴν νεφέλην ἦσαν καὶ πάντες διὰ τῆς θαλάσσης διῆλθον, καὶ πάντες εἰς τὸν Μωϋσῆν ⸀ἐβαπτίσαντο2 ἐν τῇ νεφέλῃ καὶ ἐν τῇ θαλάσσῃ, καὶ πάντες τὸ αὐτὸ ⸂πνευματικὸν βρῶμα3 ἔφαγον καὶ πάντες τὸ αὐτὸ ⸂πνευματικὸν ἔπιον πόμα4, ἔπινον γὰρ ἐκ πνευματικῆς ἀκολουθούσης πέτρας, ἡ ⸂πέτρα δὲ5 ἦν ὁ Χριστός· ἀλλʼ οὐκ ἐν τοῖς πλείοσιν αὐτῶν ηὐδόκησεν ὁ θεός, κατεστρώθησαν γὰρ ἐν τῇ ἐρήμῳ.
Ταῦτα δὲ τύποι ἡμῶν ἐγενήθησαν, εἰς τὸ μὴ εἶναι ἡμᾶς ἐπιθυμητὰς κακῶν, καθὼς κἀκεῖνοι ἐπεθύμησαν. μηδὲ εἰδωλολάτραι γίνεσθε, καθώς τινες αὐτῶν· ὥσπερ γέγραπται· Ἐκάθισεν ὁ λαὸς φαγεῖν καὶ πεῖν, καὶ ἀνέστησαν παίζειν. μηδὲ πορνεύωμεν, καθώς τινες αὐτῶν ἐπόρνευσαν, καὶ ἔπεσαν μιᾷ ἡμέρᾳ εἴκοσι τρεῖς χιλιάδες. μηδὲ ἐκπειράζωμεν τὸν ⸀Χριστόν6 ⸀καθώς7 τινες αὐτῶν ἐπείρασαν, καὶ ὑπὸ τῶν ὄφεων ⸀ἀπώλλυντο8 μηδὲ γογγύζετε, ⸀καθάπερ9 τινὲς αὐτῶν ἐγόγγυσαν, καὶ ἀπώλοντο ὑπὸ τοῦ ὀλοθρευτοῦ. ταῦτα ⸀δὲ10 ⸂τυπικῶς συνέβαινεν11 ἐκείνοις, ἐγράφη δὲ πρὸς νουθεσίαν ἡμῶν, εἰς οὓς τὰ τέλη τῶν αἰώνων ⸀κατήντηκεν12 ὥστε ὁ δοκῶν ἑστάναι βλεπέτω μὴ πέσῃ, πειρασμὸς ὑμᾶς οὐκ εἴληφεν εἰ μὴ ἀνθρώπινος· πιστὸς δὲ ὁ θεός, ὃς οὐκ ἐάσει ὑμᾶς πειρασθῆναι ὑπὲρ ὃ δύνασθε, ἀλλὰ ποιήσει σὺν τῷ πειρασμῷ καὶ τὴν ἔκβασιν τοῦ ⸀δύνασθαι13 ὑπενεγκεῖν.
Διόπερ, ἀγαπητοί μου, φεύγετε ἀπὸ τῆς εἰδωλολατρίας. ὡς φρονίμοις λέγω· κρίνατε ὑμεῖς ὅ φημι. τὸ ποτήριον τῆς εὐλογίας ὃ εὐλογοῦμεν, οὐχὶ κοινωνία ⸂ἐστὶν τοῦ αἵματος τοῦ Χριστοῦ14 ; τὸν ἄρτον ὃν κλῶμεν, οὐχὶ κοινωνία τοῦ σώματος τοῦ Χριστοῦ ἐστιν; ὅτι εἷς ἄρτος, ἓν σῶμα οἱ πολλοί ἐσμεν, οἱ γὰρ πάντες ἐκ τοῦ ἑνὸς ἄρτου μετέχομεν. βλέπετε τὸν Ἰσραὴλ κατὰ σάρκα· ⸀οὐχ15 οἱ ἐσθίοντες τὰς θυσίας κοινωνοὶ τοῦ θυσιαστηρίου εἰσίν; τί οὖν φημι; ὅτι ⸂εἰδωλόθυτόν τί ἐστιν, ἢ ὅτι εἴδωλόν16 τί ἐστιν; ἀλλʼ ὅτι ἃ ⸀θύουσιν17 δαιμονίοις ⸂καὶ οὐ θεῷ θύουσιν18, οὐ θέλω δὲ ὑμᾶς κοινωνοὺς τῶν δαιμονίων γίνεσθαι. οὐ δύνασθε ποτήριον κυρίου πίνειν καὶ ποτήριον δαιμονίων· οὐ δύνασθε τραπέζης κυρίου μετέχειν καὶ τραπέζης δαιμονίων. ἢ παραζηλοῦμεν τὸν κύριον; μὴ ἰσχυρότεροι αὐτοῦ ἐσμεν;
⸀Πάντα19 ἔξεστιν· ἀλλʼ οὐ πάντα συμφέρει. ⸁πάντα20 ἔξεστιν· ἀλλʼ οὐ πάντα οἰκοδομεῖ. μηδεὶς τὸ ἑαυτοῦ ζητείτω ἀλλὰ τὸ τοῦ ⸀ἑτέρου21 πᾶν τὸ ἐν μακέλλῳ πωλούμενον ἐσθίετε μηδὲν ἀνακρίνοντες διὰ τὴν συνείδησιν, τοῦ ⸂κυρίου γὰρ22 ἡ γῆ καὶ τὸ πλήρωμα αὐτῆς. ⸀εἴ23 τις καλεῖ ὑμᾶς τῶν ἀπίστων καὶ θέλετε πορεύεσθαι, πᾶν τὸ παρατιθέμενον ὑμῖν ἐσθίετε μηδὲν ἀνακρίνοντες διὰ τὴν συνείδησιν· ἐὰν δέ τις ὑμῖν εἴπῃ· Τοῦτο ⸀ἱερόθυτόν24 ἐστιν, μὴ ἐσθίετε διʼ ἐκεῖνον τὸν μηνύσαντα καὶ τὴν ⸀συνείδησιν25 συνείδησιν δὲ λέγω οὐχὶ τὴν ἑαυτοῦ ἀλλὰ τὴν τοῦ ἑτέρου· ἱνατί γὰρ ἡ ἐλευθερία μου κρίνεται ὑπὸ ἄλλης συνειδήσεως; εἰ ἐγὼ χάριτι μετέχω, τί βλασφημοῦμαι ὑπὲρ οὗ ἐγὼ εὐχαριστῶ;
Εἴτε οὖν ἐσθίετε εἴτε πίνετε εἴτε τι ποιεῖτε, πάντα εἰς δόξαν θεοῦ ποιεῖτε. ἀπρόσκοποι ⸂καὶ Ἰουδαίοις γίνεσθε26 καὶ Ἕλλησιν καὶ τῇ ἐκκλησίᾳ τοῦ θεοῦ, καθὼς κἀγὼ πάντα πᾶσιν ἀρέσκω, μὴ ζητῶν τὸ ἐμαυτοῦ ⸀σύμφορον27 ἀλλὰ τὸ τῶν πολλῶν, ἵνα σωθῶσιν.
Source notes (27)
- Footnote γὰρ WH Treg NA28 ] δὲ RP
- Footnote ἐβαπτίσαντο WH Treg RP ] ἐβαπτίσθησαν NA28
- Footnote πνευματικὸν βρῶμα WH Treg NA28 ] βρῶμα πνευματικὸν RP
- Footnote πνευματικὸν ἔπιον πόμα WH Treg NA28 ] πόμα πνευματικὸν ἔπιον RP
- Footnote πέτρα δὲ WH Treg NA28 ] δὲ πέτρα RP
- Footnote Χριστόν RP NA28 ] κύριον WH Treg NIV
- Footnote καθώς WH Treg NA28 ] + καί RP
- Footnote ἀπώλλυντο WH Treg NA28 ] ἀπώλοντο RP
- Footnote καθάπερ WH Treg NA28 ] καθὼς καί RP
- Footnote δὲ WH Treg NA28 ] + πάντα RP
- Footnote τυπικῶς συνέβαινεν WH Treg NA28 ] τύποι συνέβαινον RP
- Footnote κατήντηκεν WH Treg NA28 ] κατήντησεν RP
- Footnote δύνασθαι WH Treg NA28 ] + ὑμᾶς RP
- Footnote ἐστὶν τοῦ αἵματος τοῦ Χριστοῦ WH Treg NA28 ] τοῦ αἵματος τοῦ Χριστοῦ ἐστὶν RP
- Footnote οὐχ WH NA28 ] οὐχὶ RP Treg
- Footnote εἰδωλόθυτόν τί … ὅτι εἴδωλόν WH Treg NA28 ] εἴδωλόν τί … ὅτι εἰδωλόθυτόν RP
- Footnote θύουσιν NA28 ] θύουσιν τὰ ἔθνη WH Treg; θύει τὰ ἔθνη RP
- Footnote καὶ οὐ θεῷ θύουσιν WH Treg NA28 ] θύει καὶ οὐ θεῷ RP
- Footnote ⸀Πάντα WH Treg NA28 ] + μοι RP
- Footnote ⸁πάντα WH Treg NA28 ] + μοι RP
- Footnote ἑτέρου WH Treg NA28 ] + ἕκαστος RP
- Footnote κυρίου γὰρ WH Treg NA28 ] γὰρ κυρίου RP
- Footnote εἴ WH Treg NA28 ] + δέ RP
- Footnote ἱερόθυτόν WH Treg NA28 ] εἰδωλόθυτόν RP
- Footnote συνείδησιν WH Treg NA28 ] + Τοῦ γὰρ κυρίου ἡ γῆ καὶ τὸ πλήρωμα αὐτῆς RP
- Footnote καὶ Ἰουδαίοις γίνεσθε WH Treg NA28 ] γίνεσθε καὶ Ἰουδαίοις RP
- Footnote σύμφορον WH Treg NA28 ] συμφέρον RP
Η Καινή Διαθήκη. Copyright © 2010 Society of Biblical Literature and Logos Bible Software. Licensed under CC BY 4.0. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.
Full source notice & licence · CC BY 4.0 · SourceEdition imported 2026-10-25.