Η Καινή Διαθήκη
ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α 5
Ὅλως ἀκούεται ἐν ὑμῖν πορνεία, καὶ τοιαύτη πορνεία ἥτις οὐδὲ ἐν τοῖς ⸀ἔθνεσιν1 ὥστε γυναῖκά τινα τοῦ πατρὸς ἔχειν. καὶ ὑμεῖς πεφυσιωμένοι ἐστέ, καὶ οὐχὶ μᾶλλον ἐπενθήσατε, ἵνα ⸀ἀρθῇ2 ἐκ μέσου ὑμῶν ὁ τὸ ἔργον τοῦτο ⸀ποιήσας3
Ἐγὼ μὲν γάρ, ⸀ἀπὼν4 τῷ σώματι παρὼν δὲ τῷ πνεύματι, ἤδη κέκρικα ὡς παρὼν τὸν οὕτως τοῦτο κατεργασάμενον ἐν τῷ ὀνόματι τοῦ κυρίου ἡμῶν ⸀Ἰησοῦ5 συναχθέντων ὑμῶν καὶ τοῦ ἐμοῦ πνεύματος σὺν τῇ δυνάμει τοῦ κυρίου ἡμῶν ⸁Ἰησοῦ6 παραδοῦναι τὸν τοιοῦτον τῷ Σατανᾷ εἰς ὄλεθρον τῆς σαρκός, ἵνα τὸ πνεῦμα σωθῇ ἐν τῇ ἡμέρᾳ τοῦ ⸀κυρίου7
Οὐ καλὸν τὸ καύχημα ὑμῶν. οὐκ οἴδατε ὅτι μικρὰ ζύμη ὅλον τὸ φύραμα ζυμοῖ; ἐκκαθάρατε τὴν παλαιὰν ζύμην, ἵνα ἦτε νέον φύραμα, καθώς ἐστε ἄζυμοι. καὶ γὰρ τὸ πάσχα ⸀ἡμῶν8 ἐτύθη Χριστός· ὥστε ἑορτάζωμεν, μὴ ἐν ζύμῃ παλαιᾷ μηδὲ ἐν ζύμῃ κακίας καὶ πονηρίας, ἀλλʼ ἐν ἀζύμοις εἰλικρινείας καὶ ἀληθείας.
Ἔγραψα ὑμῖν ἐν τῇ ἐπιστολῇ μὴ συναναμίγνυσθαι πόρνοις, ⸀οὐ9 πάντως τοῖς πόρνοις τοῦ κόσμου τούτου ἢ τοῖς πλεονέκταις ⸀καὶ10 ἅρπαξιν ἢ εἰδωλολάτραις, ἐπεὶ ⸀ὠφείλετε11 ἄρα ἐκ τοῦ κόσμου ἐξελθεῖν. νῦν δὲ ἔγραψα ὑμῖν μὴ συναναμίγνυσθαι ἐάν τις ἀδελφὸς ὀνομαζόμενος ᾖ πόρνος ἢ πλεονέκτης ἢ εἰδωλολάτρης ἢ λοίδορος ἢ μέθυσος ἢ ἅρπαξ, τῷ τοιούτῳ μηδὲ συνεσθίειν. τί γάρ ⸀μοι12 τοὺς ἔξω κρίνειν; οὐχὶ τοὺς ἔσω ὑμεῖς κρίνετε, τοὺς δὲ ἔξω ὁ θεὸς ⸀κρίνει13 ⸀ἐξάρατε14 τὸν πονηρὸν ἐξ ὑμῶν αὐτῶν.
Source notes (14)
- Footnote ἔθνεσιν WH Treg NA28 ] + ὀνομάζεται RP
- Footnote ἀρθῇ WH Treg NA28 ] ἐξαρθῇ RP
- Footnote ποιήσας Treg RP ] πράξας WH NA28
- Footnote ἀπὼν WH Treg NA28 ] ὡς ἀπὼν RP
- Footnote ⸀Ἰησοῦ WH Treg NA28 ] + Χριστοῦ RP
- Footnote ⸁Ἰησοῦ WH Treg NA28 ] + Χριστοῦ RP
- Footnote κυρίου WH NA28 ] + Ἰησοῦ Treg RP
- Footnote ἡμῶν WH Treg NA28 ] + ὑπὲρ ἡμῶν RP
- Footnote οὐ WH Treg NA28 ] καὶ οὐ RP
- Footnote καὶ WH Treg NA28 ] ἢ RP
- Footnote ὠφείλετε WH Treg NA28 ] ὀφείλετε RP
- Footnote μοι WH Treg NA28 ] + καί RP
- Footnote κρίνει WH Treg ] κρινεῖ NA28 RP
- Footnote ἐξάρατε WH Treg NA28 ] Καί ἐξαρεῖτε RP
Η Καινή Διαθήκη. Copyright © 2010 Society of Biblical Literature and Logos Bible Software. Licensed under CC BY 4.0. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.
Full source notice & licence · CC BY 4.0 · SourceEdition imported 2026-10-25.