Skip to content
BibleKenya

The Text-Critical Greek New Testament

ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 15

Please Your Neighbors, Not Yourselves

Ὀφείλομεν δὲ ἡμεῖς οἱ δυνατοὶ τὰ ἀσθενήματα τῶν ἀδυνάτων βαστάζειν, καὶ μὴ ἑαυτοῖς ἀρέσκειν. 1Ἕκαστος 2ἡμῶν τῷ πλησίον ἀρεσκέτω εἰς τὸ ἀγαθὸν πρὸς οἰκοδομήν. Καὶ γὰρ ὁ Χριστὸς οὐχ ἑαυτῷ ἤρεσεν, ἀλλά, καθὼς γέγραπται, Οἱ ὀνειδισμοὶ τῶν ὀνειδιζόντων σε 3ἐπέπεσον ἐπ᾽ ἐμέ. Ὅσα γὰρ προεγράφη, 4εἰς τὴν ἡμετέραν διδασκαλίαν 5προεγράφη, ἵνα διὰ τῆς ὑπομονῆς καὶ 6διὰ τῆς παρακλήσεως τῶν γραφῶν τὴν ἐλπίδα ἔχωμεν. Ὁ δὲ Θεὸς τῆς ὑπομονῆς καὶ τῆς παρακλήσεως δῴη ὑμῖν τὸ αὐτὸ φρονεῖν ἐν ἀλλήλοις κατὰ Χριστὸν Ἰησοῦν· ἵνα ὁμοθυμαδὸν ἐν ἑνὶ στόματι δοξάζητε τὸν Θεὸν καὶ πατέρα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ.

Receive One Another

Διὸ προσλαμβάνεσθε ἀλλήλους, καθὼς καὶ ὁ Χριστὸς προσελάβετο 7ὑμᾶς, εἰς δόξαν 8Θεοῦ. Λέγω 9δέ, 10Χριστὸν Ἰησοῦν διάκονον γεγενῆσθαι περιτομῆς ὑπὲρ ἀληθείας Θεοῦ, εἰς τὸ βεβαιῶσαι τὰς ἐπαγγελίας τῶν πατέρων· τὰ δὲ ἔθνη ὑπὲρ ἐλέους δοξάσαι τὸν Θεόν, καθὼς γέγραπται,

Διὰ τοῦτο ἐξομολογήσομαί σοι ἐν 11ἔθνεσι,

καὶ τῷ ὀνόματί σου ψαλῶ.

Καὶ πάλιν λέγει,

Εὐφράνθητε, ἔθνη, μετὰ τοῦ λαοῦ αὐτοῦ.

Καὶ πάλιν,

Αἰνεῖτε 12τὸν Κύριον πάντα τὰ ἔθνη,

καὶ 13ἐπαινέσατε αὐτὸν πάντες οἱ λαοί.

Καὶ πάλιν Ἠσαΐας λέγει,

Ἔσται ἡ ῥίζα τοῦ Ἰεσσαί,

καὶ ὁ ἀνιστάμενος ἄρχειν ἐθνῶν·

ἐπ᾽ αὐτῷ ἔθνη ἐλπιοῦσιν.

Ὁ δὲ Θεὸς τῆς ἐλπίδος πληρώσαι ὑμᾶς πάσης χαρᾶς καὶ εἰρήνης ἐν τῷ πιστεύειν, εἰς τὸ περισσεύειν ὑμᾶς ἐν τῇ ἐλπίδι, ἐν δυνάμει Πνεύματος Ἁγίου.

Paul's Ministry to the Gentiles

Πέπεισμαι δέ, ἀδελφοί μου, καὶ αὐτὸς ἐγὼ περὶ ὑμῶν, ὅτι καὶ αὐτοὶ μεστοί ἐστε ἀγαθωσύνης, πεπληρωμένοι πάσης 14γνώσεως, δυνάμενοι καὶ 15ἄλλους νουθετεῖν. 16Τολμηρότερον δὲ ἔγραψα ὑμῖν, 17ἀδελφοί, ἀπὸ μέρους, ὡς ἐπαναμιμνῄσκων ὑμᾶς, διὰ τὴν χάριν τὴν δοθεῖσάν μοι 18ὑπὸ τοῦ Θεοῦ, εἰς τὸ εἶναί με λειτουργὸν 19Ἰησοῦ Χριστοῦ εἰς τὰ ἔθνη, ἱερουργοῦντα τὸ εὐαγγέλιον τοῦ Θεοῦ, ἵνα γένηται ἡ προσφορὰ τῶν ἐθνῶν εὐπρόσδεκτος, ἡγιασμένη ἐν Πνεύματι Ἁγίῳ. Ἔχω οὖν 20καύχησιν ἐν Χριστῷ Ἰησοῦ τὰ πρὸς 21τὸν Θεόν. Οὐ γὰρ τολμήσω 22λαλεῖν τι ὧν οὐ κατειργάσατο Χριστὸς δι᾽ ἐμοῦ, εἰς ὑπακοὴν ἐθνῶν, λόγῳ καὶ ἔργῳ, ἐν δυνάμει σημείων καὶ τεράτων, ἐν δυνάμει πνεύματος 23Θεοῦ· ὥστε με ἀπὸ Ἱερουσαλὴμ καὶ κύκλῳ μέχρι τοῦ Ἰλλυρικοῦ πεπληρωκέναι τὸ εὐαγγέλιον τοῦ Χριστοῦ· οὕτω δὲ φιλοτιμούμενον εὐαγγελίζεσθαι, οὐχ ὅπου ὠνομάσθη Χριστός, ἵνα μὴ ἐπ᾽ ἀλλότριον θεμέλιον οἰκοδομῶ· ἀλλά, καθὼς γέγραπται, 24

Οἷς οὐκ ἀνηγγέλη περὶ αὐτοῦ, ὄψονται·

καὶ οἳ οὐκ ἀκηκόασι συνήσουσι.

Paul's Plan to Visit Rome

Διὸ καὶ ἐνεκοπτόμην τὰ πολλὰ τοῦ ἐλθεῖν πρὸς ὑμᾶς· νυνὶ δὲ μηκέτι τόπον ἔχων ἐν τοῖς κλίμασι τούτοις, 25ἐπιποθίαν δὲ ἔχων τοῦ ἐλθεῖν πρὸς ὑμᾶς ἀπὸ 26πολλῶν ἐτῶν, ὡς 27ἐὰν πορεύωμαι εἰς τὴν 28Σπανίαν, ἐλεύσομαι πρὸς ὑμᾶς· ἐλπίζω γὰρ διαπορευόμενος θεάσασθαι ὑμᾶς, καὶ ὑφ᾽ ὑμῶν προπεμφθῆναι ἐκεῖ, ἐὰν ὑμῶν πρῶτον ἀπὸ μέρους ἐμπλησθῶ. Νυνὶ δὲ πορεύομαι εἰς Ἱερουσαλήμ, διακονῶν τοῖς ἁγίοις. 29Εὐδόκησαν γὰρ Μακεδονία καὶ Ἀχαΐα κοινωνίαν τινὰ ποιήσασθαι εἰς τοὺς πτωχοὺς τῶν ἁγίων τῶν ἐν Ἱερουσαλήμ. 30Εὐδόκησαν γάρ, καὶ ὀφειλέται 31αὐτῶν εἰσιν. Εἰ γὰρ τοῖς πνευματικοῖς αὐτῶν ἐκοινώνησαν τὰ ἔθνη, ὀφείλουσι καὶ ἐν τοῖς σαρκικοῖς λειτουργῆσαι αὐτοῖς. Τοῦτο οὖν ἐπιτελέσας, καὶ σφραγισάμενος αὐτοῖς τὸν καρπὸν τοῦτον, ἀπελεύσομαι δι᾽ ὑμῶν εἰς 32τὴν Σπανίαν. Οἶδα δὲ ὅτι ἐρχόμενος πρὸς ὑμᾶς ἐν πληρώματι εὐλογίας 33τοῦ εὐαγγελίου τοῦ Χριστοῦ ἐλεύσομαι.

Παρακαλῶ δὲ ὑμᾶς, ἀδελφοί, διὰ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ διὰ τῆς ἀγάπης τοῦ πνεύματος, συναγωνίσασθαί μοι ἐν ταῖς προσευχαῖς ὑπὲρ ἐμοῦ πρὸς τὸν Θεόν· ἵνα ῥυσθῶ ἀπὸ τῶν ἀπειθούντων ἐν τῇ Ἰουδαίᾳ, καὶ 34ἵνα ἡ διακονία μου ἡ εἰς Ἱερουσαλὴμ εὐπρόσδεκτος 35γένηται τοῖς ἁγίοις· ἵνα ἐν χαρᾷ 36ἔλθω πρὸς ὑμᾶς διὰ θελήματος Θεοῦ, καὶ συναναπαύσωμαι ὑμῖν. Ὁ δὲ Θεὸς τῆς εἰρήνης μετὰ πάντων ὑμῶν. Ἀμήν.

Source notes (36)
  1. Footnote εκαστος ¦ εκαστος γαρ TR
  2. Footnote ημων 𝔐pt ¦ υμων 𝔐pt
  3. Footnote επεπεσον ¦ επεπεσαν CT
  4. Footnote εις 91.6% ¦ παντα εις WH 1.9%
  5. Footnote προεγραφη ¦ εγραφη CT
  6. Footnote δια ¦ --- ANT PCK TR
  7. Footnote υμας 𝔐pt ¦ ημας 𝔐pt PCK TR WH
  8. Footnote θεου ¦ του θεου CT
  9. Footnote δε ¦ γαρ CT
  10. Footnote χριστον ιησουν ¦ ιησουν χριστον TR ¦ χριστον CT
  11. Footnote εθνεσι ¦ εθνεσι κυριε ANT PCK
  12. Footnote τον κυριον παντα τα εθνη ¦ παντα τα εθνη τον κυριον CT
  13. Footnote επαινεσατε ¦ επαινεσατωσαν CT
  14. Footnote γνωσεως ¦ της γνωσεως NA TH WH
  15. Footnote αλλους ¦ αλληλους ANT CT TR
  16. Footnote τολμηροτερον ¦ τολμηροτερως WH
  17. Footnote αδελφοι 91.6% ¦ --- CT 2.9%
  18. Footnote υπο ¦ απο WH
  19. Footnote ιησου χριστου ¦ χριστου ιησου CT
  20. Footnote καυχησιν ¦ την καυχησιν NA SBL WH
  21. Footnote τον ¦ --- TR
  22. Footnote λαλειν τι ¦ τι λαλειν CT
  23. Footnote θεου ¦ αγιου WH ¦ --- SBL
  24. Footnote οις ουκ ανηγγελη περι αυτου οψονται ¦ οψονται οις ουκ ανηγγελη περι αυτου WH
  25. Footnote επιποθιαν ¦ επιποθειαν WH
  26. Footnote πολλων ¦ ικανων SBL WH
  27. Footnote εαν ¦ αν CT
  28. Footnote σπανιαν ελευσομαι προς υμας 65.3% ¦ ισπανιαν ελευσομαι προς υμας MSS 26.4% ¦ σπανιαν CT 3.5%
  29. Footnote ευδοκησαν ¦ ηυδοκησαν WH
  30. Footnote ευδοκησαν ¦ ηυδοκησαν WH
  31. Footnote αυτων εισιν ¦ εισιν αυτων CT
  32. Footnote την ¦ --- CT
  33. Footnote του ευαγγελιου του 90.9% ¦ --- CT 3.6%
  34. Footnote ινα ¦ --- CT
  35. Footnote γενηται τοις αγιοις ¦ τοις αγιοις γενηται CT
  36. Footnote ελθω … και συναναπαυσωμαι ¦ ελθων … συναναπαυσωμαι NA SBL WH

The Text-Critical Greek New Testament. Public domain. Source: Open.Bible. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · Public domain · SourceEdition imported 2026-11-09.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.