Skip to content
BibleKenya

The Text-Critical Greek New Testament

ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 13

Be Subject to the Governing Authorities

Πᾶσα ψυχὴ ἐξουσίαις ὑπερεχούσαις ὑποτασσέσθω· οὐ γάρ ἐστιν ἐξουσία εἰ μὴ 1ὑπὸ Θεοῦ, αἱ δὲ οὖσαι 2ἐξουσίαι ὑπὸ 3τοῦ Θεοῦ τεταγμέναι εἰσίν. Ὥστε ὁ ἀντιτασσόμενος τῇ ἐξουσίᾳ, τῇ τοῦ Θεοῦ διαταγῇ ἀνθέστηκεν· οἱ δὲ ἀνθεστηκότες ἑαυτοῖς κρίμα 4λήψονται. Οἱ γὰρ ἄρχοντες οὐκ εἰσὶ φόβος 5τῶν ἀγαθῶν ἔργων, ἀλλὰ τῶν κακῶν. Θέλεις δὲ μὴ φοβεῖσθαι τὴν ἐξουσίαν; Τὸ ἀγαθὸν ποίει, καὶ ἕξεις ἔπαινον ἐξ αὐτῆς· Θεοῦ γὰρ διάκονός ἐστί σοι εἰς τὸ ἀγαθόν. Ἐὰν δὲ τὸ κακὸν ποιῇς, φοβοῦ· οὐ γὰρ εἰκῇ τὴν μάχαιραν φορεῖ· Θεοῦ γὰρ διάκονός ἐστιν, 6ἔκδικος εἰς ὀργὴν τῷ τὸ κακὸν πράσσοντι. Διὸ ἀνάγκη ὑποτάσσεσθαι, οὐ μόνον διὰ τὴν ὀργήν, ἀλλὰ καὶ διὰ τὴν συνείδησιν. Διὰ τοῦτο γὰρ καὶ φόρους τελεῖτε· λειτουργοὶ γὰρ Θεοῦ εἰσιν, εἰς αὐτὸ τοῦτο προσκαρτεροῦντες. Ἀπόδοτε 7οὖν πᾶσι τὰς ὀφειλάς· τῷ τὸν φόρον τὸν φόρον· τῷ τὸ τέλος τὸ τέλος· τῷ τὸν φόβον τὸν φόβον· τῷ τὴν τιμὴν τὴν τιμήν.

Love One Another

Μηδενὶ μηδὲν ὀφείλετε, εἰ μὴ τὸ 8ἀγαπᾷν ἀλλήλους· ὁ γὰρ ἀγαπῶν τὸν ἕτερον, νόμον πεπλήρωκε. Τὸ γάρ, Οὐ μοιχεύσεις, οὐ φονεύσεις, οὐ 9κλέψεις, οὐ ψευδομαρτυρήσεις, οὐκ ἐπιθυμήσεις, καὶ εἴ τις ἑτέρα ἐντολή, ἐν 10τούτῳ τῷ λόγῳ ἀνακεφαλαιοῦται, ἐν τῷ, Ἀγαπήσεις τὸν πλησίον σου ὡς 11σεαυτόν. Ἡ ἀγάπη τῷ πλησίον κακὸν οὐκ ἐργάζεται· πλήρωμα οὖν νόμου ἡ ἀγάπη.

Καὶ τοῦτο, εἰδότες τὸν καιρόν, ὅτι ὥρα 12ἡμᾶς ἤδη ἐξ ὕπνου ἐγερθῆναι· νῦν γὰρ ἐγγύτερον ἡμῶν ἡ σωτηρία ἢ ὅτε ἐπιστεύσαμεν. Ἡ νὺξ προέκοψεν, ἡ δὲ ἡμέρα ἤγγικεν· 13ἀποθώμεθα οὖν τὰ ἔργα τοῦ σκότους, 14καὶ ἐνδυσώμεθα τὰ ὅπλα τοῦ φωτός. Ὡς ἐν ἡμέρᾳ, εὐσχημόνως περιπατήσωμεν, μὴ κώμοις καὶ μέθαις, μὴ κοίταις καὶ ἀσελγείαις, μὴ ἔριδι καὶ ζήλῳ. 15Ἀλλ᾽ ἐνδύσασθε τὸν Κύριον Ἰησοῦν Χριστόν, καὶ τῆς σαρκὸς πρόνοιαν μὴ ποιεῖσθε, εἰς ἐπιθυμίας.

Source notes (15)
  1. Footnote υπο ¦ απο TR
  2. Footnote εξουσιαι ¦ --- CT
  3. Footnote του ¦ --- CT
  4. Footnote ληψονται ¦ λημψονται CT
  5. Footnote των αγαθων εργων αλλα των κακων 94.3% ¦ τω αγαθω εργω αλλα τω κακω CT 3.7%
  6. Footnote εκδικος εις οργην 𝔐17 ¦ εις οργην εκδικος 𝔐13 ANT
  7. Footnote ουν ¦ --- CT
  8. Footnote αγαπαν αλληλους ¦ αλληλους αγαπαν CT
  9. Footnote κλεψεις 𝔐15 ¦ κλεψεις ου ψευδομαρτυρησεις 𝔐15 PCK TR
  10. Footnote τουτω τω λογω ¦ τω λογω τουτω ANT CT
  11. Footnote σεαυτον 𝔐16 ¦ εαυτον 𝔐13 RP TR
  12. Footnote ημας ηδη ¦ ηδη υμας CT
  13. Footnote αποθωμεθα 98.2% ¦ αποβαλωμεθα SBL 0.7%
  14. Footnote και ενδυσωμεθα ¦ ενδυσωμεθα δε CT
  15. Footnote αλλ ¦ αλλα NA27 SBL TH WH

The Text-Critical Greek New Testament. Public domain. Source: Open.Bible. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · Public domain · SourceEdition imported 2026-11-09.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.