The Text-Critical Greek New Testament
ΠΡΟΣ ΦΙΛΙΠΠΗΣΙΟΥΣ 2
Imitating Christ's Humility
Εἴ τις οὖν παράκλησις ἐν Χριστῷ, εἴ τι παραμύθιον ἀγάπης, εἴ τις κοινωνία πνεύματος, εἴ 1τις σπλάγχνα καὶ 2οἰκτιρμοί, πληρώσατέ μου τὴν χαράν, ἵνα τὸ αὐτὸ φρονῆτε, τὴν αὐτὴν ἀγάπην ἔχοντες, 3σύμψυχοι, τὸ ἓν φρονοῦντες· μηδὲν 4κατὰ ἐριθείαν ἢ κενοδοξίαν, ἀλλὰ τῇ ταπεινοφροσύνῃ ἀλλήλους ἡγούμενοι ὑπερέχοντας ἑαυτῶν· μὴ τὰ ἑαυτῶν 5ἕκαστος 6σκοπεῖτε, ἀλλὰ καὶ 7τὰ ἑτέρων 8ἕκαστος. Τοῦτο 9γὰρ φρονείσθω ἐν ὑμῖν ὃ καὶ ἐν Χριστῷ Ἰησοῦ· ὃς ἐν μορφῇ Θεοῦ ὑπάρχων, οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἶσα Θεῷ, 10ἀλλ᾽ ἑαυτὸν ἐκένωσε, μορφὴν δούλου λαβών, ἐν ὁμοιώματι ἀνθρώπων γενόμενος· καὶ σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος, ἐταπείνωσεν ἑαυτόν, γενόμενος ὑπήκοος μέχρι θανάτου, θανάτου δὲ σταυροῦ. Διὸ καὶ ὁ Θεὸς αὐτὸν ὑπερύψωσε, καὶ ἐχαρίσατο αὐτῷ 11ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα· ἵνα ἐν τῷ ὀνόματι Ἰησοῦ πᾶν γόνυ κάμψῃ ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων, καὶ πᾶσα γλῶσσα 12ἐξομολογήσηται ὅτι Κύριος Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ πατρός.
Shining as Lights in the World
Ὥστε, ἀγαπητοί μου, καθὼς πάντοτε ὑπηκούσατε, μὴ ὡς ἐν τῇ παρουσίᾳ μου μόνον, ἀλλὰ νῦν πολλῷ μᾶλλον ἐν τῇ ἀπουσίᾳ μου, μετὰ φόβου καὶ τρόμου τὴν ἑαυτῶν σωτηρίαν κατεργάζεσθε· 13ὁ Θεὸς γάρ ἐστιν ὁ ἐνεργῶν ἐν ὑμῖν καὶ τὸ θέλειν καὶ τὸ ἐνεργεῖν ὑπὲρ τῆς εὐδοκίας.
Πάντα ποιεῖτε χωρὶς γογγυσμῶν καὶ διαλογισμῶν, ἵνα γένησθε ἄμεμπτοι καὶ ἀκέραιοι, τέκνα Θεοῦ 14ἀμώμητα ἐν μέσῳ γενεᾶς σκολιᾶς καὶ διεστραμμένης, ἐν οἷς φαίνεσθε ὡς φωστῆρες ἐν κόσμῳ, λόγον ζωῆς ἐπέχοντες, εἰς καύχημα ἐμοὶ εἰς ἡμέραν Χριστοῦ, ὅτι οὐκ εἰς κενὸν ἔδραμον, οὐδὲ εἰς κενὸν ἐκοπίασα. 15Ἀλλ᾽ εἰ καὶ σπένδομαι ἐπὶ τῇ θυσίᾳ καὶ λειτουργίᾳ τῆς πίστεως ὑμῶν, χαίρω καὶ 16συγχαίρω πᾶσιν ὑμῖν· τὸ 17δ᾽ αὐτὸ καὶ ὑμεῖς χαίρετε καὶ 18συγχαίρετέ μοι.
Timothy and Epaphroditus
Ἐλπίζω δὲ ἐν Κυρίῳ Ἰησοῦ, Τιμόθεον ταχέως πέμψαι ὑμῖν, ἵνα κἀγὼ εὐψυχῶ, γνοὺς τὰ περὶ ὑμῶν. Οὐδένα γὰρ ἔχω ἰσόψυχον, ὅστις γνησίως τὰ περὶ ὑμῶν μεριμνήσει. Οἱ πάντες γὰρ τὰ ἑαυτῶν ζητοῦσιν, οὐ τὰ 19Χριστοῦ Ἰησοῦ. Τὴν δὲ δοκιμὴν αὐτοῦ 20γινώσκετε, ὅτι ὡς πατρὶ τέκνον, σὺν ἐμοὶ ἐδούλευσεν εἰς τὸ εὐαγγέλιον. Τοῦτον μὲν οὖν ἐλπίζω πέμψαι, ὡς ἂν 21ἀπίδω τὰ περὶ ἐμέ, ἐξαυτῆς· πέποιθα δὲ ἐν Κυρίῳ, ὅτι καὶ αὐτὸς ταχέως ἐλεύσομαι.
Ἀναγκαῖον δὲ ἡγησάμην Ἐπαφρόδιτον τὸν ἀδελφὸν καὶ συνεργὸν καὶ 22συστρατιώτην μου, ὑμῶν δὲ ἀπόστολον, καὶ λειτουργὸν τῆς χρείας μου, πέμψαι πρὸς ὑμᾶς· ἐπειδὴ ἐπιποθῶν ἦν πάντας 23ὑμᾶς, καὶ ἀδημονῶν, διότι ἠκούσατε ὅτι ἠσθένησε· καὶ γὰρ ἠσθένησε παραπλήσιον 24θανάτῳ, 25ἀλλὰ ὁ Θεὸς 26αὐτὸν ἠλέησεν, οὐκ αὐτὸν δὲ μόνον, ἀλλὰ καὶ ἐμέ, ἵνα μὴ λύπην ἐπὶ 27λύπην σχῶ. Σπουδαιοτέρως οὖν ἔπεμψα αὐτόν, ἵνα, ἰδόντες αὐτὸν πάλιν, χαρῆτε, κἀγὼ ἀλυπότερος ὦ. Προσδέχεσθε οὖν αὐτὸν ἐν Κυρίῳ μετὰ πάσης χαρᾶς, καὶ τοὺς τοιούτους ἐντίμους ἔχετε· ὅτι διὰ τὸ ἔργον 28τοῦ Χριστοῦ μέχρι θανάτου ἤγγισε, 29παραβουλευσάμενος τῇ ψυχῇ, ἵνα 30ἀναπληρώσῃ τὸ ὑμῶν ὑστέρημα τῆς πρός με λειτουργίας.
Source notes (30)
- Footnote τις ¦ τι PCK ¦ τινα TR
- Footnote οικτιρμοι ¦ οικτειρμοι TH
- Footnote συμψυχοι ¦ συνψυχοι TH WH
- Footnote κατα εριθειαν η ¦ κατ εριθειαν μηδε κατα NA SBL TH ¦ κατ εριθιαν μηδε κατα WH
- Footnote εκαστος ¦ εκαστοι SBL WH
- Footnote σκοπειτε ¦ σκοπουντες CT
- Footnote τα 𝔐pt ¦ το 𝔐pt PCK
- Footnote εκαστος ¦ εκαστοι CT
- Footnote γαρ φρονεισθω ¦ φρονειτε CT
- Footnote αλλ ¦ αλλα NA27 SBL TH WH
- Footnote ονομα ¦ το ονομα CT
- Footnote εξομολογησηται 𝔐pt ¦ εξομολογησεται 𝔐pt
- Footnote ο ¦ --- CT
- Footnote αμωμητα εν μεσω ¦ αμωμα μεσον CT
- Footnote αλλ ¦ αλλα NA27 SBL WH
- Footnote συγχαιρω ¦ συνχαιρω TH WH
- Footnote δ ¦ δε CT
- Footnote συγχαιρετε ¦ συνχαιρετε TH WH
- Footnote χριστου ιησου ¦ του χριστου ιησου TR ¦ ιησου χριστου NA SBL TH
- Footnote γινωσκετε ¦ γεινωσκετε TH
- Footnote απιδω ¦ αφιδω CT
- Footnote συστρατιωτην ¦ συνστρατιωτην TH WH
- Footnote υμας 𝔐pt ¦ υμας ιδειν 𝔐pt WH
- Footnote θανατω ¦ θανατου ANT WH
- Footnote αλλα 𝔐13 ¦ αλλ 𝔐18 ANT HF NA28 PCK TR
- Footnote αυτον ηλεησεν ¦ ηλεησεν αυτον CT
- Footnote λυπην ¦ λυπη TR
- Footnote του χριστου ¦ χριστου NA SBL TH ¦ κυριου WH
- Footnote παραβουλευσαμενος ¦ παραβολευσαμενος CT
- Footnote αναπληρωση ¦ πληρωση PCK
The Text-Critical Greek New Testament. Public domain. Source: Open.Bible. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.
Full source notice & licence · Public domain · SourceEdition imported 2026-11-09.