The Text-Critical Greek New Testament
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 19
Questions About Divorce
Καὶ ἐγένετο ὅτε ἐτέλεσεν ὁ Ἰησοῦς τοὺς λόγους τούτους, μετῆρεν ἀπὸ τῆς Γαλιλαίας, καὶ ἦλθεν εἰς τὰ ὅρια τῆς Ἰουδαίας πέραν τοῦ Ἰορδάνου. Καὶ ἠκολούθησαν αὐτῷ ὄχλοι πολλοί, καὶ ἐθεράπευσεν αὐτοὺς ἐκεῖ.
Καὶ 1προσῆλθον αὐτῷ 2οἱ Φαρισαῖοι πειράζοντες αὐτόν, καὶ λέγοντες 3αὐτῷ, Εἰ ἔξεστιν 4ἀνθρώπῳ ἀπολῦσαι τὴν γυναῖκα αὐτοῦ κατὰ πᾶσαν αἰτίαν; Ὁ δὲ ἀποκριθεὶς εἶπεν 5αὐτοῖς, Οὐκ ἀνέγνωτε ὅτι ὁ 6ποιήσας ἀπ᾽ ἀρχῆς ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτούς, καὶ εἶπεν, 7Ἕνεκεν τούτου καταλείψει ἄνθρωπος τὸν 8πατέρα καὶ τὴν μητέρα, καὶ 9προσκολληθήσεται 10τῇ γυναικὶ αὐτοῦ, καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν; Ὥστε οὐκέτι εἰσὶ δύο, ἀλλὰ σὰρξ μία. Ὃ οὖν ὁ Θεὸς συνέζευξεν, ἄνθρωπος μὴ χωριζέτω. Λέγουσιν αὐτῷ, Τί οὖν 11Μωσῆς ἐνετείλατο δοῦναι βιβλίον ἀποστασίου, καὶ ἀπολῦσαι 12αὐτήν; Λέγει αὐτοῖς ὅτι 13Μωσῆς πρὸς τὴν σκληροκαρδίαν ὑμῶν ἐπέτρεψεν ὑμῖν ἀπολῦσαι τὰς γυναῖκας ὑμῶν· ἀπ᾽ ἀρχῆς δὲ οὐ γέγονεν οὕτω. Λέγω δὲ ὑμῖν 14ὅτι ὃς ἂν ἀπολύσῃ τὴν γυναῖκα αὐτοῦ, 15μὴ ἐπὶ πορνείᾳ, καὶ γαμήσῃ ἄλλην, μοιχᾶται· 16καὶ ὁ ἀπολελυμένην γαμήσας μοιχᾶται.
Λέγουσιν αὐτῷ οἱ μαθηταὶ 17αὐτοῦ, Εἰ οὕτως ἐστὶν ἡ αἰτία τοῦ ἀνθρώπου μετὰ τῆς γυναικός, οὐ συμφέρει γαμῆσαι. Ὁ δὲ εἶπεν αὐτοῖς, Οὐ πάντες χωροῦσι τὸν λόγον 18τοῦτον, ἀλλ᾽ οἷς δέδοται. Εἰσὶ γὰρ εὐνοῦχοι, οἵτινες ἐκ κοιλίας μητρὸς ἐγεννήθησαν οὕτω· καί εἰσιν εὐνοῦχοι, οἵτινες εὐνουχίσθησαν ὑπὸ τῶν ἀνθρώπων· καί εἰσιν εὐνοῦχοι, οἵτινες εὐνούχισαν ἑαυτοὺς διὰ τὴν βασιλείαν τῶν οὐρανῶν. Ὁ δυνάμενος χωρεῖν χωρείτω.
Let the Little Children Come to Me
Τότε 19προσηνέχθη αὐτῷ παιδία, ἵνα 20τὰς χεῖρας ἐπιθῇ αὐτοῖς, καὶ προσεύξηται· οἱ δὲ μαθηταὶ ἐπετίμησαν αὐτοῖς. Ὁ δὲ Ἰησοῦς εἶπεν, Ἄφετε τὰ παιδία, καὶ μὴ κωλύετε αὐτὰ ἐλθεῖν πρός με· τῶν γὰρ τοιούτων ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν. Καὶ ἐπιθεὶς 21αὐτοῖς τὰς χεῖρας, ἐπορεύθη ἐκεῖθεν.
The Rich Young Ruler
Καὶ ἰδού, 22εἷς προσελθὼν 23εἶπεν αὐτῷ, Διδάσκαλε 24ἀγαθέ, τί ἀγαθὸν ποιήσω, ἵνα 25ἔχω ζωὴν αἰώνιον; Ὁ δὲ εἶπεν αὐτῷ, Τί με 26λέγεις ἀγαθόν; Οὐδεὶς ἀγαθός, εἰ μὴ εἷς, ὁ Θεός. Εἰ δὲ θέλεις 27εἰσελθεῖν εἰς τὴν ζωήν, 28τήρησον τὰς ἐντολάς. Λέγει αὐτῷ, Ποίας; Ὁ δὲ Ἰησοῦς 29εἶπε, Τὸ Οὐ φονεύσεις· οὐ μοιχεύσεις· οὐ κλέψεις· οὐ ψευδομαρτυρήσεις· τίμα τὸν 30πατέρα καὶ τὴν μητέρα· καί, ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν. Λέγει αὐτῷ ὁ νεανίσκος, 31Πάντα ταῦτα 32ἐφυλαξάμην ἐκ νεότητός μου· τί ἔτι ὑστερῶ; Ἔφη αὐτῷ ὁ Ἰησοῦς, Εἰ θέλεις τέλειος εἶναι, ὕπαγε, πώλησόν σου τὰ ὑπάρχοντα καὶ δὸς 33πτωχοῖς, καὶ ἕξεις θησαυρὸν ἐν 34οὐρανῷ· καὶ δεῦρο, ἀκολούθει μοι. Ἀκούσας δὲ ὁ νεανίσκος τὸν 35λόγον ἀπῆλθε λυπούμενος· ἦν γὰρ ἔχων κτήματα πολλά.
Ὁ δὲ Ἰησοῦς εἶπε τοῖς μαθηταῖς αὐτοῦ, Ἀμὴν λέγω ὑμῖν ὅτι 36δυσκόλως πλούσιος εἰσελεύσεται εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. Πάλιν δὲ λέγω ὑμῖν, εὐκοπώτερόν ἐστι κάμηλον διὰ 37τρυπήματος ῥαφίδος 38διελθεῖν, ἢ πλούσιον 39εἰς τὴν βασιλείαν τοῦ Θεοῦ εἰσελθεῖν. Ἀκούσαντες δὲ οἱ μαθηταὶ 40αὐτοῦ ἐξεπλήσσοντο σφόδρα, λέγοντες, Τίς ἄρα δύναται σωθῆναι; Ἐμβλέψας δὲ ὁ Ἰησοῦς εἶπεν αὐτοῖς, Παρὰ ἀνθρώποις τοῦτο ἀδύνατόν ἐστι, παρὰ δὲ Θεῷ πάντα 41δυνατά. Τότε ἀποκριθεὶς ὁ Πέτρος εἶπεν αὐτῷ, Ἰδού, ἡμεῖς ἀφήκαμεν πάντα καὶ ἠκολουθήσαμέν σοι· τί ἄρα ἔσται ἡμῖν; Ὁ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς, Ἀμὴν λέγω ὑμῖν ὅτι ὑμεῖς οἱ ἀκολουθήσαντές μοι, ἐν τῇ 42παλιγγενεσίᾳ ὅταν καθίσῃ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐπὶ θρόνου δόξης αὐτοῦ, 43καθίσεσθε καὶ ὑμεῖς ἐπὶ δώδεκα θρόνους, κρίνοντες τὰς δώδεκα φυλὰς τοῦ Ἰσραήλ. Καὶ πᾶς 44ὃς ἀφῆκεν οἰκίας, ἢ ἀδελφούς, ἢ ἀδελφάς, ἢ πατέρα, ἢ μητέρα, 45ἢ γυναῖκα, ἢ τέκνα, ἢ ἀγρούς, ἕνεκεν τοῦ 46ὀνόματός μου, 47ἑκατονταπλασίονα 48λήψεται, καὶ ζωὴν αἰώνιον κληρονομήσει. Πολλοὶ δὲ ἔσονται πρῶτοι ἔσχατοι, καὶ ἔσχατοι πρῶτοι.
Source notes (48)
- Footnote προσηλθον ¦ προσηλθαν WH
- Footnote οι ¦ --- CT
- Footnote αυτω ¦ --- CT
- Footnote ανθρωπω ¦ --- WH
- Footnote αυτοις ¦ --- CT
- Footnote ποιησας ¦ κτισας CT
- Footnote ενεκεν ¦ ενεκα CT
- Footnote πατερα KX(109) ¦ πατερα αυτου KX(59) ANT PCK
- Footnote προσκολληθησεται ¦ κολληθησεται ANT CT
- Footnote τη γυναικι ¦ προς την γυναικα PCK
- Footnote μωσης ¦ μωυσης CT
- Footnote αυτην ¦ --- WH
- Footnote μωσης ¦ μωυσης CT
- Footnote οτι ¦ --- TH
- Footnote μη ¦ ει μη TR
- Footnote και ο απολελυμενην γαμησας μοιχαται ¦ --- NA WH
- Footnote αυτου ¦ --- SBL WH
- Footnote τουτον ¦ --- WH
- Footnote προσηνεχθη ¦ προσηνεχθησαν CT
- Footnote τας χειρας επιθη αυτοις ¦ επιθη αυτοις τας χειρας ANT
- Footnote αυτοις τας χειρας ¦ τας χειρας αυτοις ANT CT
- Footnote εις ¦ εις τις PCK
- Footnote ειπεν αυτω ¦ αυτω ειπε CT
- Footnote αγαθε ¦ --- CT
- Footnote εχω ¦ σχω CT
- Footnote λεγεις αγαθον ουδεις αγαθος ει μη εις ο θεος 97.7% ¦ ερωτας περι του αγαθου εις εστιν ο αγαθος CT 0.2%
- Footnote εισελθειν εις την ζωην ¦ εις την ζωην εισελθειν CT
- Footnote τηρησον ¦ τηρει WH
- Footnote ειπε ¦ εφη WH
- Footnote πατερα ¦ πατερα σου TR
- Footnote παντα ταυτα ¦ ταυτα παντα WH
- Footnote εφυλαξαμην εκ νεοτητος μου ¦ εφυλαξα CT
- Footnote πτωχοις ¦ τοις πτωχοις NA TH WH
- Footnote ουρανω ¦ ουρανοις CT
- Footnote λογον ¦ λογον τουτον WH
- Footnote δυσκολως πλουσιος ¦ πλουσιος δυσκολως CT
- Footnote τρυπηματος ¦ τρηματος WH
- Footnote διελθειν ¦ εισελθειν SBL WH
- Footnote εις την βασιλειαν του θεου εισελθειν ¦ εισελθειν εις την βασιλειαν του θεου NA TH ¦ εις την βασιλειαν του θεου SBL WH
- Footnote αυτου ¦ --- CT
- Footnote δυνατα 𝔐16 ¦ δυνατα εστι 𝔐9 ANT TR
- Footnote παλιγγενεσια ¦ παλινγενεσια TH WH
- Footnote καθισεσθε ¦ καθησεσθε CT
- Footnote ος ¦ οστις CT
- Footnote η γυναικα ¦ --- NA WH
- Footnote ονοματος μου ¦ εμου ονοματος WH
- Footnote εκατονταπλασιονα ¦ πολλαπλασιονα WH
- Footnote ληψεται ¦ λημψεται CT
The Text-Critical Greek New Testament. Public domain. Source: Open.Bible. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.
Full source notice & licence · Public domain · SourceEdition imported 2026-11-09.