Skip to content
BibleKenya

The Text-Critical Greek New Testament

ΚΑΤΑ ΛΟΥΚΑΝ 8

Some Women Accompany Jesus

Καὶ ἐγένετο ἐν τῷ καθεξῆς, καὶ αὐτὸς διώδευε κατὰ πόλιν καὶ κώμην, κηρύσσων καὶ εὐαγγελιζόμενος τὴν βασιλείαν τοῦ Θεοῦ· καὶ οἱ δώδεκα σὺν αὐτῷ, καὶ γυναῖκές τινες αἳ ἦσαν τεθεραπευμέναι 1ἀπὸ πνευμάτων πονηρῶν καὶ ἀσθενειῶν, Μαρία ἡ καλουμένη Μαγδαληνή, ἀφ᾽ ἧς δαιμόνια ἑπτὰ ἐξεληλύθει, καὶ 2Ἰωάννα γυνὴ Χουζᾶ ἐπιτρόπου Ἡρῴδου, καὶ 3Σουσάννα, καὶ ἕτεραι πολλαί, αἵτινες διηκόνουν 4αὐτοῖς 5ἀπὸ τῶν ὑπαρχόντων αὐταῖς.

The Parable of the Sower

Συνιόντος δὲ ὄχλου πολλοῦ, καὶ τῶν κατὰ πόλιν ἐπιπορευομένων πρὸς αὐτόν, εἶπε διὰ παραβολῆς, Ἐξῆλθεν ὁ σπείρων τοῦ σπεῖραι τὸν σπόρον 6αὐτοῦ. Καὶ ἐν τῷ σπείρειν αὐτόν, ὃ μὲν ἔπεσε παρὰ τὴν ὁδόν, καὶ κατεπατήθη, καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατέφαγεν αὐτό. Καὶ ἕτερον 7ἔπεσεν ἐπὶ τὴν πέτραν, καὶ φυὲν ἐξηράνθη, διὰ τὸ μὴ ἔχειν ἰκμάδα. Καὶ ἕτερον ἔπεσεν ἐν μέσῳ τῶν ἀκανθῶν, καὶ 8συμφυεῖσαι αἱ ἄκανθαι ἀπέπνιξαν αὐτό. Καὶ ἕτερον ἔπεσεν 9εἰς τὴν γῆν τὴν ἀγαθήν, καὶ φυὲν ἐποίησε καρπὸν ἑκατονταπλασίονα. Ταῦτα λέγων ἐφώνει, Ὁ ἔχων ὦτα ἀκούειν ἀκουέτω.

The Purpose of Speaking in Parables

Ἐπηρώτων δὲ αὐτὸν οἱ μαθηταὶ αὐτοῦ, 10λέγοντες, Τίς 11εἴη ἡ παραβολὴ αὕτη; Ὁ δὲ εἶπεν, Ὑμῖν δέδοται γνῶναι τὰ μυστήρια τῆς βασιλείας τοῦ Θεοῦ· τοῖς δὲ λοιποῖς ἐν παραβολαῖς, ἵνα βλέποντες μὴ βλέπωσι, καὶ ἀκούοντες μὴ συνιῶσιν.

The Parable of the Sower Explained

Ἔστι δὲ αὕτη ἡ παραβολή· Ὁ σπόρος ἐστὶν ὁ λόγος τοῦ Θεοῦ. Οἱ δὲ παρὰ τὴν ὁδόν εἰσιν οἱ 12ἀκούοντες, εἶτα ἔρχεται ὁ διάβολος καὶ αἴρει τὸν λόγον ἀπὸ τῆς καρδίας αὐτῶν, ἵνα μὴ πιστεύσαντες σωθῶσιν. Οἱ δὲ ἐπὶ τῆς πέτρας οἵ, ὅταν ἀκούσωσι, μετὰ χαρᾶς δέχονται τὸν λόγον, καὶ οὗτοι ῥίζαν οὐκ ἔχουσιν, οἳ πρὸς καιρὸν πιστεύουσι, καὶ ἐν καιρῷ πειρασμοῦ ἀφίστανται. Τὸ δὲ εἰς τὰς ἀκάνθας πεσόν, οὗτοί εἰσιν οἱ ἀκούσαντες, καὶ ὑπὸ μεριμνῶν καὶ πλούτου καὶ ἡδονῶν τοῦ βίου πορευόμενοι 13συμπνίγονται, καὶ οὐ τελεσφοροῦσι. Τὸ δὲ ἐν τῇ καλῇ γῇ, οὗτοί εἰσιν οἵτινες ἐν καρδίᾳ καλῇ καὶ ἀγαθῇ, ἀκούσαντες τὸν λόγον κατέχουσι, καὶ καρποφοροῦσιν ἐν ὑπομονῇ.

A Lamp Under a Container

14

Οὐδεὶς δὲ λύχνον ἅψας καλύπτει αὐτὸν σκεύει, ἢ ὑποκάτω 15κλίνης τίθησιν, ἀλλ᾽ ἐπὶ λυχνίας 16ἐπιτίθησιν, ἵνα οἱ εἰσπορευόμενοι βλέπωσι τὸ φῶς. Οὐ γάρ ἐστι κρυπτόν, ὃ οὐ φανερὸν γενήσεται· οὐδὲ ἀπόκρυφον, ὃ οὐ 17γνωσθήσεται καὶ εἰς φανερὸν ἔλθῃ. Βλέπετε οὖν πῶς ἀκούετε· ὃς 18γὰρ ἐὰν ἔχῃ, δοθήσεται αὐτῷ· καὶ ὃς 19ἐὰν μὴ ἔχῃ, καὶ ὃ δοκεῖ ἔχειν ἀρθήσεται ἀπ᾽ αὐτοῦ.

Jesus' Mother and Brothers

20

Παρεγένοντο δὲ πρὸς αὐτὸν ἡ μήτηρ καὶ οἱ ἀδελφοὶ αὐτοῦ, καὶ οὐκ 21ἠδύναντο συντυχεῖν αὐτῷ διὰ τὸν ὄχλον. 22Καὶ ἀπηγγέλη αὐτῷ, 23λεγόντων, Ἡ μήτηρ σου καὶ οἱ ἀδελφοί σου ἑστήκασιν ἔξω, ἰδεῖν 24σε θέλοντες. Ὁ δὲ ἀποκριθεὶς εἶπε πρὸς αὐτούς, Μήτηρ μου καὶ ἀδελφοί μου οὗτοί εἰσιν, οἱ τὸν λόγον τοῦ Θεοῦ ἀκούοντες καὶ ποιοῦντες 25αὐτόν.

Jesus Calms a Storm

26

Καὶ ἐγένετο ἐν μιᾷ τῶν ἡμερῶν, καὶ αὐτὸς ἐνέβη εἰς πλοῖον καὶ οἱ μαθηταὶ αὐτοῦ, καὶ εἶπε πρὸς αὐτούς, Διέλθωμεν εἰς τὸ πέραν τῆς λίμνης. Καὶ ἀνήχθησαν. Πλεόντων δὲ αὐτῶν ἀφύπνωσε· καὶ κατέβη λαῖλαψ ἀνέμου εἰς τὴν λίμνην, καὶ συνεπληροῦντο, καὶ ἐκινδύνευον. 27Προσελθόντες δὲ διήγειραν αὐτόν, λέγοντες, Ἐπιστάτα, ἐπιστάτα, ἀπολλύμεθα. Ὁ δὲ 28ἐγερθεὶς ἐπετίμησε τῷ ἀνέμῳ καὶ τῷ κλύδωνι τοῦ ὕδατος· καὶ ἐπαύσαντο, καὶ ἐγένετο γαλήνη. Εἶπε δὲ αὐτοῖς, Ποῦ 29ἐστιν ἡ πίστις ὑμῶν; Φοβηθέντες δὲ ἐθαύμασαν, λέγοντες πρὸς ἀλλήλους, Τίς ἄρα οὗτός ἐστιν, ὅτι καὶ τοῖς ἀνέμοις ἐπιτάσσει καὶ τῷ ὕδατι, καὶ ὑπακούουσιν αὐτῷ;

Jesus Heals a Demon-Possessed Man

Καὶ 30κατέπλευσαν εἰς τὴν χώραν τῶν 31Γαδαρηνῶν, ἥτις ἐστὶν 32ἀντιπέραν τῆς Γαλιλαίας. Ἐξελθόντι δὲ αὐτῷ ἐπὶ τὴν γῆν, ὑπήντησεν 33αὐτῷ ἀνήρ τις ἐκ τῆς πόλεως, 34ὃς εἶχε δαιμόνια 35ἐκ χρόνων ἱκανῶν, καὶ 36ἱμάτιον οὐκ ἐνεδιδύσκετο, καὶ ἐν οἰκίᾳ οὐκ ἔμενεν, ἀλλ᾽ ἐν τοῖς μνήμασιν. Ἰδὼν δὲ τὸν Ἰησοῦν, 37καὶ ἀνακράξας, προσέπεσεν αὐτῷ, καὶ φωνῇ μεγάλῃ εἶπε, Τί ἐμοὶ καὶ σοί, Ἰησοῦ, υἱὲ τοῦ Θεοῦ τοῦ ὑψίστου; Δέομαί σου, μή με βασανίσῃς. 38Παρήγγειλε γὰρ τῷ πνεύματι τῷ ἀκαθάρτῳ ἐξελθεῖν ἀπὸ τοῦ ἀνθρώπου· πολλοῖς γὰρ χρόνοις συνηρπάκει αὐτόν, καὶ 39ἐδεσμεῖτο ἁλύσεσι καὶ πέδαις φυλασσόμενος, καὶ 40διαρρήσσων τὰ δεσμὰ ἠλαύνετο 41ὑπὸ τοῦ 42δαίμονος εἰς τὰς ἐρήμους. Ἐπηρώτησε δὲ αὐτὸν ὁ Ἰησοῦς, 43λέγων, Τί σοί 44ἐστιν ὄνομα; Ὁ δὲ εἶπε, 45Λεγεών, ὅτι 46δαιμόνια πολλὰ εἰσῆλθεν εἰς αὐτόν. Καὶ 47παρεκάλει αὐτὸν ἵνα μὴ ἐπιτάξῃ αὐτοῖς εἰς τὴν ἄβυσσον ἀπελθεῖν.

Ἦν δὲ ἐκεῖ ἀγέλη χοίρων ἱκανῶν 48βοσκομένων ἐν τῷ ὄρει· καὶ 49παρεκάλουν αὐτὸν ἵνα ἐπιτρέψῃ αὐτοῖς εἰς ἐκείνους εἰσελθεῖν. Καὶ ἐπέτρεψεν αὐτοῖς. Ἐξελθόντα δὲ τὰ δαιμόνια ἀπὸ τοῦ ἀνθρώπου 50εἰσῆλθον εἰς τοὺς χοίρους· καὶ ὥρμησεν ἡ ἀγέλη κατὰ τοῦ κρημνοῦ εἰς τὴν λίμνην, καὶ ἀπεπνίγη.

Ἰδόντες δὲ οἱ βόσκοντες τὸ 51γεγενημένον ἔφυγον, 52καὶ ἀπήγγειλαν εἰς τὴν πόλιν καὶ εἰς τοὺς ἀγρούς. Ἐξῆλθον δὲ ἰδεῖν τὸ γεγονός· καὶ 53ἦλθον πρὸς τὸν Ἰησοῦν, καὶ 54εὗρον καθήμενον τὸν ἄνθρωπον ἀφ᾽ οὗ τὰ δαιμόνια 55ἐξεληλύθει, ἱματισμένον καὶ σωφρονοῦντα, παρὰ τοὺς πόδας τοῦ Ἰησοῦ· καὶ ἐφοβήθησαν. Ἀπήγγειλαν δὲ αὐτοῖς 56καὶ οἱ ἰδόντες πῶς ἐσώθη ὁ δαιμονισθείς. Καὶ 57ἠρώτησαν αὐτὸν ἅπαν τὸ πλῆθος τῆς περιχώρου τῶν 58Γαδαρηνῶν ἀπελθεῖν ἀπ᾽ αὐτῶν, ὅτι φόβῳ μεγάλῳ συνείχοντο· αὐτὸς δὲ ἐμβὰς εἰς 59τὸ πλοῖον ὑπέστρεψεν. 60Ἐδέετο δὲ αὐτοῦ ὁ ἀνὴρ ἀφ᾽ οὗ ἐξεληλύθει τὰ δαιμόνια εἶναι σὺν αὐτῷ. Ἀπέλυσε δὲ αὐτὸν 61ὁ Ἰησοῦς λέγων, Ὑπόστρεφε εἰς τὸν οἶκόν σου, καὶ διηγοῦ ὅσα 62ἐποίησέ σοι ὁ Θεός. Καὶ ἀπῆλθε, καθ᾽ ὅλην τὴν πόλιν κηρύσσων ὅσα ἐποίησεν αὐτῷ ὁ Ἰησοῦς.

A Girl Restored to Life and a Woman Healed

63

Ἐγένετο δὲ ἐν τῷ 64ὑποστρέψαι τὸν Ἰησοῦν, ἀπεδέξατο αὐτὸν ὁ ὄχλος· ἦσαν γὰρ πάντες προσδοκῶντες αὐτόν. Καὶ ἰδού, ἦλθεν ἀνὴρ ᾧ ὄνομα 65Ἰάειρος, καὶ 66αὐτὸς ἄρχων τῆς συναγωγῆς ὑπῆρχε, καὶ πεσὼν παρὰ τοὺς πόδας 67τοῦ Ἰησοῦ παρεκάλει αὐτὸν εἰσελθεῖν εἰς τὸν οἶκον αὐτοῦ· ὅτι θυγάτηρ μονογενὴς ἦν αὐτῷ ὡς ἐτῶν δώδεκα, καὶ 68αὕτη ἀπέθνῃσκεν.

Ἐν δὲ τῷ ὑπάγειν αὐτὸν οἱ ὄχλοι συνέπνιγον αὐτόν. Καὶ γυνὴ οὖσα ἐν ῥύσει αἵματος ἀπὸ ἐτῶν δώδεκα, ἥτις 69ἰατροῖς προσαναλώσασα ὅλον τὸν βίον οὐκ ἴσχυσεν 70ὑπ᾽ οὐδενὸς θεραπευθῆναι, προσελθοῦσα ὄπισθεν, ἥψατο τοῦ κρασπέδου τοῦ ἱματίου αὐτοῦ· καὶ παραχρῆμα ἔστη ἡ ῥύσις τοῦ αἵματος αὐτῆς. Καὶ εἶπεν ὁ Ἰησοῦς, Τίς ὁ ἁψάμενός μου; Ἀρνουμένων δὲ πάντων, εἶπεν ὁ Πέτρος 71καὶ οἱ μετ᾽ αὐτοῦ, Ἐπιστάτα, οἱ ὄχλοι συνέχουσί σε καὶ ἀποθλίβουσι, 72καὶ λέγεις, Τίς ὁ ἁψάμενός μου; Ὁ δὲ Ἰησοῦς εἶπεν, Ἥψατό μού τις· ἐγὼ γὰρ ἔγνων δύναμιν 73ἐξελθοῦσαν ἀπ᾽ ἐμοῦ. Ἰδοῦσα δὲ ἡ γυνὴ ὅτι οὐκ ἔλαθε, τρέμουσα ἦλθε, καὶ προσπεσοῦσα αὐτῷ, δι᾽ ἣν αἰτίαν ἥψατο αὐτοῦ ἀπήγγειλεν 74αὐτῷ ἐνώπιον παντὸς τοῦ λαοῦ, καὶ ὡς ἰάθη παραχρῆμα. Ὁ δὲ εἶπεν αὐτῇ, 75Θάρσει, 76θύγατερ, ἡ πίστις σου σέσωκέ σε· πορεύου εἰς εἰρήνην.

Ἔτι αὐτοῦ λαλοῦντος, ἔρχεταί τις παρὰ τοῦ ἀρχισυναγώγου, λέγων 77αὐτῷ ὅτι Τέθνηκεν ἡ θυγάτηρ σου· 78μὴ σκύλλε τὸν διδάσκαλον. Ὁ δὲ Ἰησοῦς ἀκούσας ἀπεκρίθη αὐτῷ, 79λέγων, Μὴ φοβοῦ· μόνον 80πίστευε, καὶ σωθήσεται. 81Ἐλθὼν δὲ εἰς τὴν οἰκίαν, οὐκ ἀφῆκεν εἰσελθεῖν 82οὐδένα, εἰ μὴ Πέτρον καὶ 83Ἰωάννην καὶ Ἰάκωβον, καὶ τὸν πατέρα τῆς παιδὸς καὶ τὴν μητέρα. Ἔκλαιον δὲ πάντες, καὶ ἐκόπτοντο αὐτήν. Ὁ δὲ εἶπε, Μὴ κλαίετε· 84οὐκ ἀπέθανεν, ἀλλὰ καθεύδει. Καὶ κατεγέλων αὐτοῦ, εἰδότες ὅτι ἀπέθανεν. Αὐτὸς δὲ 85ἐκβαλὼν ἔξω πάντας, καὶ κρατήσας τῆς χειρὸς αὐτῆς, ἐφώνησε λέγων, Ἡ παῖς, 86ἐγείρου. Καὶ ἐπέστρεψε τὸ πνεῦμα αὐτῆς, καὶ ἀνέστη παραχρῆμα· καὶ διέταξεν αὐτῇ δοθῆναι φαγεῖν. Καὶ ἐξέστησαν οἱ γονεῖς αὐτῆς· ὁ δὲ παρήγγειλεν αὐτοῖς μηδενὶ εἰπεῖν τὸ γεγονός.

Source notes (86)
  1. Footnote απο ¦ απο νοσων και μαστιγων και ANT
  2. Footnote ιωαννα ¦ ιωανα WH
  3. Footnote σουσαννα 𝔐21 ¦ σωσαννα 𝔐10 HF PCK
  4. Footnote αυτοις 𝔐pt ¦ αυτω 𝔐pt ANT PCK TR
  5. Footnote απο ¦ εκ CT
  6. Footnote αυτου 𝔐pt ¦ εαυτου 𝔐pt
  7. Footnote επεσεν ¦ κατεπεσεν CT
  8. Footnote συμφυεισαι ¦ συνφυεισαι TH WH
  9. Footnote εις ¦ επι TR
  10. Footnote λεγοντες ¦ --- CT
  11. Footnote ειη η παραβολη αυτη ¦ αυτη ειη η παραβολη CT
  12. Footnote ακουοντες ¦ ακουσαντες ANT CT
  13. Footnote συμπνιγονται ¦ συνπνιγονται TH WH
  14. Footnote ουδεις 𝔐pt ¦ ταυτα λεγων εφωνει ο εχων ωτα ακουειν ακουετω ουδεις 𝔐pt PCK
  15. Footnote κλινης ¦ κλεινης TH
  16. Footnote επιτιθησιν ¦ τιθησιν CT
  17. Footnote γνωσθησεται ¦ μη γνωσθη CT
  18. Footnote γαρ εαν ¦ γαρ αν TR ¦ αν γαρ CT
  19. Footnote εαν ¦ αν CT TR
  20. Footnote παρεγενοντο ¦ παρεγενετο CT
  21. Footnote ηδυναντο 𝔐pt ¦ εδυναντο 𝔐pt PCK
  22. Footnote και απηγγελη ¦ απηγγελη δε CT
  23. Footnote λεγοντων ¦ --- CT
  24. Footnote σε θελοντες ¦ θελοντες σε NA TH WH
  25. Footnote αυτον ¦ --- CT
  26. Footnote και εγενετο ¦ εγενετο δε CT
  27. Footnote προσελθοντες δε ¦ και προσελθοντες PCK
  28. Footnote εγερθεις ¦ διεγερθεις CT
  29. Footnote εστιν ¦ --- CT
  30. Footnote κατεπλευσαν ¦ κατεπλευσεν ANT
  31. Footnote γαδαρηνων ¦ γερασηνων CT
  32. Footnote αντιπεραν ¦ αντιπερα ANT CT
  33. Footnote αυτω ¦ --- CT
  34. Footnote ος ειχε ¦ εχων NA SBL WH
  35. Footnote εκ χρονων ικανων και 97.9% ¦ και χρονω ικανω CT 0.8%
  36. Footnote ιματιον ουκ ενεδιδυσκετο ¦ ουκ ενεδυσατο ιματιον CT
  37. Footnote και ¦ --- CT
  38. Footnote παρηγγειλε ¦ παρηγγελλε SBL ST WH
  39. Footnote εδεσμειτο ¦ εδεσμευετο CT
  40. Footnote διαρρησσων ¦ διαρησσων TH WH
  41. Footnote υπο ¦ απο WH
  42. Footnote δαιμονος ¦ δαιμονιου CT
  43. Footnote λεγων ¦ --- CT
  44. Footnote εστιν ονομα ¦ ονομα εστιν CT
  45. Footnote λεγεων ¦ λεγιων CT
  46. Footnote δαιμονια πολλα εισηλθεν ¦ εισηλθε δαιμονια πολλα CT
  47. Footnote παρεκαλει ¦ παρεκαλουν CT SCR
  48. Footnote βοσκομενων ¦ βοσκομενη CT
  49. Footnote παρεκαλουν ¦ παρεκαλεσαν CT
  50. Footnote εισηλθον ¦ εισηλθεν TR
  51. Footnote γεγενημενον ¦ γεγονος CT
  52. Footnote και ¦ και απελθοντες TR
  53. Footnote ηλθον ¦ ηλθαν WH
  54. Footnote ευρον ¦ ευραν WH
  55. Footnote εξεληλυθει ¦ εξηλθεν CT
  56. Footnote και ¦ --- ANT CT
  57. Footnote ηρωτησαν ¦ ηρωτησεν CT
  58. Footnote γαδαρηνων ¦ γερασηνων CT
  59. Footnote το ¦ --- CT
  60. Footnote εδεετο ¦ εδειτο CT
  61. Footnote ο ιησους ¦ --- CT
  62. Footnote εποιησε σοι ¦ σοι εποιησεν CT
  63. Footnote εγενετο δε εν ¦ εν δε CT
  64. Footnote υποστρεψαι ¦ υποστρεφειν CT
  65. Footnote ιαειρος ¦ ιαιρος NA SBL
  66. Footnote αυτος ¦ ουτος CT
  67. Footnote του ¦ --- TH WH
  68. Footnote αὕτη ¦ αὐτὴ NA SBL WH
  69. Footnote ιατροις … βιον ¦ εις ιατρους … βιον TR ¦ ιατροις … βιον αυτης TH ¦ --- WH
  70. Footnote υπ ¦ απ CT
  71. Footnote και οι μετ αυτου ¦ και οι συν αυτω ANT TH ¦ --- NA SBL WH
  72. Footnote και λεγεις τις ο αψαμενος μου ¦ --- CT
  73. Footnote εξελθουσαν ¦ εξεληλυθυιαν CT
  74. Footnote αυτω ¦ --- CT
  75. Footnote θαρσει ¦ --- CT
  76. Footnote θυγατερ ¦ θυγατηρ CT
  77. Footnote αυτω ¦ --- CT
  78. Footnote μη ¦ μηκετι CT
  79. Footnote λεγων ¦ --- CT
  80. Footnote πιστευε ¦ πιστευσον CT
  81. Footnote ελθων ¦ εισελθων TR
  82. Footnote ουδενα ¦ τινα συν αυτω CT
  83. Footnote ιωαννην και ιακωβον ¦ ιακωβον και ιωαννην TR ¦ ιωανην και ιακωβον WH
  84. Footnote ουκ 88.5% ¦ ου γαρ CT 11.3%
  85. Footnote εκβαλων εξω παντας και ¦ --- CT
  86. Footnote εγειρου ¦ εγειρε CT

The Text-Critical Greek New Testament. Public domain. Source: Open.Bible. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · Public domain · SourceEdition imported 2026-11-09.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.