Skip to content
BibleKenya

The Text-Critical Greek New Testament

ΚΑΤΑ ΙΩΑΝΝΗΝ 14

I Am the Way, the Truth, and the Life

Μὴ ταρασσέσθω ὑμῶν ἡ καρδία· πιστεύετε εἰς τὸν Θεόν, καὶ εἰς ἐμὲ πιστεύετε. Ἐν τῇ οἰκίᾳ τοῦ πατρός μου μοναὶ πολλαί εἰσιν· εἰ δὲ μή, εἶπον ἂν 1ὑμῖν· Πορεύομαι ἑτοιμάσαι τόπον ὑμῖν. Καὶ ἐὰν πορευθῶ, 2ἑτοιμάσω 3ὑμῖν τόπον· πάλιν ἔρχομαι καὶ 4παραλήψομαι ὑμᾶς πρὸς ἐμαυτόν, ἵνα ὅπου εἰμὶ ἐγώ, καὶ ὑμεῖς ἦτε. Καὶ ὅπου ἐγὼ ὑπάγω οἴδατε, 5καὶ τὴν ὁδὸν οἴδατε. Λέγει αὐτῷ Θωμᾶς, Κύριε, οὐκ οἴδαμεν ποῦ ὑπάγεις· 6καὶ πῶς 7δυνάμεθα τὴν ὁδὸν εἰδέναι; Λέγει αὐτῷ 8ὁ Ἰησοῦς, Ἐγώ εἰμι ἡ ὁδὸς καὶ ἡ ἀλήθεια καὶ ἡ ζωή· οὐδεὶς ἔρχεται πρὸς τὸν πατέρα, εἰ μὴ δι᾽ ἐμοῦ. Εἰ 9ἐγνώκειτέ με, καὶ τὸν πατέρα μου 10ἐγνώκειτε ἄν· 11καὶ ἀπ᾽ ἄρτι 12γινώσκετε αὐτόν, καὶ ἑωράκατε 13αὐτόν.

Λέγει αὐτῷ Φίλιππος, Κύριε, δεῖξον ἡμῖν τὸν πατέρα, καὶ ἀρκεῖ ἡμῖν. Λέγει αὐτῷ ὁ Ἰησοῦς, 14Τοσοῦτον χρόνον μεθ᾽ ὑμῶν εἰμι, καὶ οὐκ ἔγνωκάς με, Φίλιππε; Ὁ ἑωρακὼς ἐμέ, ἑώρακε τὸν πατέρα· 15καὶ πῶς σὺ λέγεις, Δεῖξον ἡμῖν τὸν πατέρα; Οὐ πιστεύεις ὅτι ἐγὼ ἐν τῷ πατρί, καὶ ὁ πατὴρ ἐν ἐμοί ἐστι; Τὰ ῥήματα ἃ ἐγὼ 16λαλῶ ὑμῖν, ἀπ᾽ ἐμαυτοῦ οὐ λαλῶ· ὁ δὲ πατὴρ 17ὁ ἐν ἐμοὶ μένων, 18αὐτὸς ποιεῖ τὰ 19ἔργα. Πιστεύετέ μοι ὅτι ἐγὼ ἐν τῷ πατρί, καὶ ὁ πατὴρ ἐν ἐμοί· εἰ δὲ μή, διὰ τὰ ἔργα αὐτὰ πιστεύετέ 20μοι. Ἀμὴν ἀμὴν λέγω ὑμῖν, ὁ πιστεύων εἰς ἐμέ, τὰ ἔργα ἃ ἐγὼ ποιῶ κἀκεῖνος ποιήσει, καὶ μείζονα τούτων ποιήσει· ὅτι ἐγὼ πρὸς τὸν πατέρα 21μου πορεύομαι. Καὶ ὅ τι ἂν αἰτήσητε ἐν τῷ ὀνόματί μου, τοῦτο ποιήσω, ἵνα δοξασθῇ ὁ πατὴρ ἐν τῷ υἱῷ. Ἐάν τι αἰτήσητέ 22με ἐν τῷ ὀνόματί μου, 23ἐγὼ ποιήσω.

Jesus Promises to Send the Holy Spirit

Ἐὰν ἀγαπᾶτέ με, τὰς ἐντολὰς τὰς ἐμὰς 24τηρήσατε. 25Καὶ ἐγὼ ἐρωτήσω τὸν πατέρα, καὶ ἄλλον παράκλητον δώσει ὑμῖν, ἵνα 26μένῃ μεθ᾽ ὑμῶν εἰς τὸν αἰῶνα, τὸ πνεῦμα τῆς ἀληθείας, ὃ ὁ κόσμος οὐ δύναται λαβεῖν, ὅτι οὐ θεωρεῖ αὐτό, οὐδὲ 27γινώσκει 28αὐτό. Ὑμεῖς 29δὲ 30γινώσκετε αὐτό, ὅτι παρ᾽ ὑμῖν μένει, καὶ ἐν ὑμῖν 31ἔσται.

Οὐκ ἀφήσω ὑμᾶς ὀρφανούς· ἔρχομαι πρὸς ὑμᾶς. Ἔτι μικρὸν καὶ ὁ κόσμος με οὐκέτι θεωρεῖ, ὑμεῖς δὲ θεωρεῖτέ με· ὅτι ἐγὼ ζῶ, καὶ ὑμεῖς 32ζήσεσθε. Ἐν ἐκείνῃ τῇ ἡμέρᾳ 33γνώσεσθε ὑμεῖς ὅτι ἐγὼ ἐν τῷ πατρί μου, καὶ ὑμεῖς ἐν ἐμοί, 34κἀγὼ ἐν ὑμῖν. Ὁ ἔχων τὰς ἐντολάς μου καὶ τηρῶν αὐτάς, ἐκεῖνός ἐστιν ὁ ἀγαπῶν με· ὁ δὲ ἀγαπῶν με, ἀγαπηθήσεται ὑπὸ τοῦ πατρός μου· 35καὶ ἐγὼ ἀγαπήσω αὐτόν, καὶ ἐμφανίσω αὐτῷ ἐμαυτόν. Λέγει αὐτῷ Ἰούδας, οὐχ ὁ Ἰσκαριώτης, Κύριε, 36καὶ τί γέγονεν ὅτι ἡμῖν μέλλεις ἐμφανίζειν σεαυτόν, καὶ οὐχὶ τῷ κόσμῳ; Ἀπεκρίθη 37Ἰησοῦς καὶ εἶπεν αὐτῷ, Ἐάν τις ἀγαπᾷ με, τὸν λόγον μου τηρήσει, καὶ ὁ πατήρ μου ἀγαπήσει αὐτόν, καὶ πρὸς αὐτὸν ἐλευσόμεθα, καὶ μονὴν παρ᾽ αὐτῷ 38ποιήσομεν. Ὁ μὴ ἀγαπῶν με, τοὺς λόγους μου οὐ τηρεῖ· καὶ ὁ λόγος ὃν ἀκούετε οὐκ ἔστιν ἐμός, ἀλλὰ τοῦ πέμψαντός με πατρός.

Ταῦτα λελάληκα ὑμῖν παρ᾽ ὑμῖν μένων. Ὁ δὲ παράκλητος, τὸ Πνεῦμα τὸ Ἅγιον, ὃ πέμψει ὁ πατὴρ ἐν τῷ ὀνόματί μου, ἐκεῖνος ὑμᾶς διδάξει πάντα, καὶ ὑπομνήσει ὑμᾶς πάντα ἃ εἶπον 39ὑμῖν. Εἰρήνην ἀφίημι ὑμῖν, εἰρήνην τὴν ἐμὴν δίδωμι ὑμῖν· οὐ καθὼς ὁ κόσμος δίδωσιν, ἐγὼ δίδωμι ὑμῖν. Μὴ ταρασσέσθω ὑμῶν ἡ καρδία, μηδὲ δειλιάτω. Ἠκούσατε ὅτι ἐγὼ εἶπον ὑμῖν, Ὑπάγω καὶ ἔρχομαι πρὸς ὑμᾶς. Εἰ ἠγαπᾶτέ με, ἐχάρητε ἂν ὅτι 40εἶπον, Πορεύομαι πρὸς τὸν πατέρα· ὅτι ὁ πατήρ 41μου μείζων μού ἐστι. Καὶ νῦν εἴρηκα ὑμῖν πρὶν γενέσθαι· ἵνα, ὅταν γένηται, πιστεύσητε. Οὐκέτι πολλὰ λαλήσω μεθ᾽ ὑμῶν· ἔρχεται γὰρ ὁ τοῦ 42κόσμου ἄρχων, καὶ ἐν ἐμοὶ οὐκ ἔχει οὐδέν· ἀλλ᾽ ἵνα γνῷ ὁ κόσμος ὅτι ἀγαπῶ τὸν πατέρα, καὶ καθὼς 43ἐνετείλατό μοι ὁ πατήρ, οὕτω ποιῶ. Ἐγείρεσθε, ἄγωμεν ἐντεῦθεν.

Source notes (43)
  1. Footnote υμιν ¦ υμιν οτι CT
  2. Footnote ετοιμασω 𝔐18 ¦ ετοιμασαι 𝔐9 ¦ και ετοιμασω 𝔐5 ANT CT HF PCK TR
  3. Footnote υμιν τοπον ¦ τοπον υμιν CT
  4. Footnote παραληψομαι ¦ παραλημψομαι CT
  5. Footnote και την οδον οιδατε ¦ την οδον CT
  6. Footnote και ¦ --- CT
  7. Footnote δυναμεθα την οδον ειδεναι ¦ οιδαμεν την οδον WH
  8. Footnote ο ¦ --- WH
  9. Footnote εγνωκειτε ¦ εγνωκατε NA
  10. Footnote εγνωκειτε αν ¦ γνωσεσθε NA ¦ αν ηδειτε SBL TH WH
  11. Footnote και ¦ --- SBL TH WH
  12. Footnote γινωσκετε ¦ γεινωσκετε TH
  13. Footnote αυτον ¦ --- WH
  14. Footnote τοσουτον χρονον ¦ τοσουτω χρονω NA SBL
  15. Footnote και ¦ --- CT
  16. Footnote λαλω ¦ λεγω CT
  17. Footnote ο ¦ --- CT
  18. Footnote αυτος ¦ --- CT
  19. Footnote εργα ¦ εργα αυτου CT
  20. Footnote μοι ¦ --- CT
  21. Footnote μου ¦ --- CT
  22. Footnote με 𝔐14 ¦ --- 𝔐18 ANT HF PCK TR
  23. Footnote εγω ¦ τουτο WH
  24. Footnote τηρησατε ¦ τηρησετε CT
  25. Footnote και εγω ¦ καγω CT
  26. Footnote μενη μεθ υμων εις τον αιωνα ¦ μεθ υμων εις τον αιωνα η NA TH ¦ η μεθ υμων εις τον αιωνα SBL WH
  27. Footnote γινωσκει ¦ γεινωσκει TH
  28. Footnote αυτο ¦ --- CT
  29. Footnote δε ¦ --- CT
  30. Footnote γινωσκετε ¦ γεινωσκετε TH
  31. Footnote εσται ¦ εστιν WH
  32. Footnote ζησεσθε ¦ ζησετε CT
  33. Footnote γνωσεσθε υμεις ¦ υμεις γνωσεσθε WH
  34. Footnote καγω 𝔐21 ¦ και εγω 𝔐11 RP
  35. Footnote και εγω ¦ καγω CT
  36. Footnote και ¦ --- SBL TH TR WH
  37. Footnote ιησους ¦ ο ιησους TR
  38. Footnote ποιησομεν ¦ ποιησομεθα CT
  39. Footnote υμιν ¦ υμιν εγω NA WH
  40. Footnote ειπον ¦ --- CT
  41. Footnote μου ¦ --- NA SBL WH
  42. Footnote κοσμου ¦ κοσμου τουτου TR
  43. Footnote ενετειλατο ¦ εντολην εδωκε WH

The Text-Critical Greek New Testament. Public domain. Source: Open.Bible. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · Public domain · SourceEdition imported 2026-11-09.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.