The Text-Critical Greek New Testament
ΙΑΚΩΒΟΥ 1
Greeting
Ἰάκωβος, Θεοῦ καὶ Κυρίου Ἰησοῦ Χριστοῦ δοῦλος, ταῖς δώδεκα φυλαῖς ταῖς ἐν τῇ διασπορᾷ· χαίρειν.
The Testing of Your Faith Produces Endurance
Πᾶσαν χαρὰν ἡγήσασθε, ἀδελφοί μου, ὅταν πειρασμοῖς περιπέσητε ποικίλοις, γινώσκοντες ὅτι τὸ δοκίμιον ὑμῶν τῆς πίστεως κατεργάζεται ὑπομονήν· ἡ δὲ ὑπομονὴ ἔργον τέλειον ἐχέτω, ἵνα ἦτε τέλειοι καὶ ὁλόκληροι, ἐν μηδενὶ λειπόμενοι. Εἰ δέ τις ὑμῶν λείπεται σοφίας, αἰτείτω παρὰ τοῦ διδόντος Θεοῦ πᾶσιν ἁπλῶς καὶ 1οὐκ ὀνειδίζοντος, καὶ δοθήσεται αὐτῷ. Αἰτείτω δὲ ἐν πίστει, μηδὲν διακρινόμενος, ὁ γὰρ διακρινόμενος ἔοικε κλύδωνι θαλάσσης ἀνεμιζομένῳ καὶ ῥιπιζομένῳ. Μὴ γὰρ οἰέσθω ὁ ἄνθρωπος ἐκεῖνος ὅτι 2λήψεταί τι παρὰ τοῦ Κυρίου. Ἀνὴρ δίψυχος ἀκατάστατος ἐν πάσαις ταῖς ὁδοῖς αὐτοῦ.
The Lowly Brother and the Rich Man
Καυχάσθω δὲ ὁ ἀδελφὸς ὁ ταπεινὸς ἐν τῷ ὕψει αὐτοῦ, ὁ δὲ πλούσιος ἐν τῇ ταπεινώσει αὐτοῦ, ὅτι ὡς ἄνθος χόρτου παρελεύσεται. Ἀνέτειλε γὰρ ὁ ἥλιος σὺν τῷ καύσωνι καὶ ἐξήρανε τὸν χόρτον, καὶ τὸ ἄνθος αὐτοῦ ἐξέπεσε, καὶ ἡ εὐπρέπεια τοῦ προσώπου αὐτοῦ ἀπώλετο· οὕτω καὶ ὁ πλούσιος ἐν ταῖς πορείαις αὐτοῦ μαρανθήσεται.
Enduring Temptation
Μακάριος ἀνὴρ ὃς 3ὑπομένει πειρασμόν, ὅτι δόκιμος γενόμενος 4λήψεται τὸν στέφανον τῆς ζωῆς, ὃν ἐπηγγείλατο 5ὁ Κύριος τοῖς ἀγαπῶσιν αὐτόν. Μηδεὶς πειραζόμενος λεγέτω ὅτι Ἀπὸ 6Θεοῦ πειράζομαι· ὁ γὰρ Θεὸς ἀπείραστός ἐστι κακῶν, πειράζει δὲ αὐτὸς οὐδένα. Ἕκαστος δὲ πειράζεται ὑπὸ τῆς ἰδίας ἐπιθυμίας ἐξελκόμενος καὶ δελεαζόμενος. Εἶτα ἡ ἐπιθυμία συλλαβοῦσα τίκτει ἁμαρτίαν, ἡ δὲ ἁμαρτία ἀποτελεσθεῖσα ἀποκύει θάνατον. Μὴ πλανᾶσθε, ἀδελφοί μου ἀγαπητοί.
Πᾶσα δόσις ἀγαθὴ καὶ πᾶν δώρημα τέλειον ἄνωθέν ἐστι, καταβαῖνον ἀπὸ τοῦ πατρὸς τῶν φώτων, παρ᾽ ᾧ οὐκ ἔνι παραλλαγὴ ἢ τροπῆς ἀποσκίασμα. Βουληθεὶς ἀπεκύησεν ἡμᾶς λόγῳ ἀληθείας, εἰς τὸ εἶναι ἡμᾶς ἀπαρχήν τινα τῶν αὐτοῦ κτισμάτων.
Hearing and Abiding by the Word
Ὥστε, ἀδελφοί μου ἀγαπητοί, ἔστω πᾶς ἄνθρωπος ταχὺς εἰς τὸ ἀκοῦσαι, βραδὺς εἰς τὸ λαλῆσαι, βραδὺς εἰς ὀργήν· ὀργὴ γὰρ ἀνδρὸς δικαιοσύνην Θεοῦ 8οὐ κατεργάζεται. Διὸ ἀποθέμενοι πᾶσαν ῥυπαρίαν καὶ περισσείαν κακίας, ἐν πρᾳΰτητι δέξασθε τὸν ἔμφυτον λόγον τὸν δυνάμενον σῶσαι τὰς ψυχὰς 9ὑμῶν.
Γίνεσθε δὲ ποιηταὶ λόγου καὶ μὴ 10μόνον ἀκροαταί, παραλογιζόμενοι ἑαυτούς. Ὅτι εἴ τις ἀκροατὴς 11λόγου ἐστὶ καὶ οὐ ποιητής, οὗτος ἔοικεν ἀνδρὶ κατανοοῦντι τὸ πρόσωπον τῆς γενέσεως αὐτοῦ ἐν ἐσόπτρῳ· κατενόησε γὰρ ἑαυτὸν καὶ ἀπελήλυθε, καὶ εὐθέως ἐπελάθετο ὁποῖος ἦν. Ὁ δὲ παρακύψας εἰς νόμον τέλειον τὸν τῆς ἐλευθερίας καὶ παραμείνας, 12οὗτος οὐκ ἀκροατὴς ἐπιλησμονῆς γενόμενος ἀλλὰ ποιητὴς ἔργου· οὗτος μακάριος ἐν τῇ ποιήσει αὐτοῦ ἔσται.
Εἴ τις δοκεῖ 13θρῆσκος 14εἶναι ἐν ὑμῖν, μὴ χαλιναγωγῶν γλῶσσαν 15αὐτοῦ 16ἀλλὰ ἀπατῶν καρδίαν 17αὐτοῦ, τούτου μάταιος ἡ θρησκεία. Θρησκεία καθαρὰ καὶ ἀμίαντος παρὰ 18Θεῷ καὶ πατρὶ αὕτη ἐστίν, ἐπισκέπτεσθαι ὀρφανοὺς καὶ χήρας ἐν τῇ θλίψει αὐτῶν, ἄσπιλον ἑαυτὸν τηρεῖν ἀπὸ τοῦ κόσμου.
Source notes (18)
- Footnote ουκ 69.9% ¦ μη CT TR 29.9%
- Footnote ληψεται ¦ λημψεται CT
- Footnote ὑπομένει 𝔐14 ¦ ὑπομενεῖ 𝔐5
- Footnote ληψεται ¦ λημψεται CT
- Footnote ο κυριος 89.1% ¦ --- CT 2%
- Footnote θεου ¦ του θεου TR
- Footnote ωστε αδελφοι μου αγαπητοι εστω ¦ ιστε αδελφοι μου αγαπητοι εστω δε CT
- Footnote ου κατεργαζεται 82.1% ¦ ουκ εργαζεται NA27 SBL TH WH 16.7%
- Footnote υμων 𝔐14 ¦ ημων 𝔐6
- Footnote μονον ακροαται 93.8% ¦ ακροαται μονον ECM† SBL WH 4.6%
- Footnote λογου ¦ νομου PCK
- Footnote ουτος 87.1% ¦ ουτως MSS 6.8% ¦ --- CT 5.4%
- Footnote θρῆσκος 𝔐19 ¦ θρησκὸς 𝔐16 ECM HF NA SBL WH
- Footnote ειναι εν υμιν 80.1% ¦ ειναι CT 9.4% ¦ εν υμιν ειναι MSS 8.2%
- Footnote αυτου ¦ εαυτου WH
- Footnote αλλα ¦ αλλ ANT ECM NA28 PCK TR
- Footnote αυτου ¦ εαυτου WH
- Footnote θεω ¦ τω θεω ANT CT TR
The Text-Critical Greek New Testament. Public domain. Source: Open.Bible. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.
Full source notice & licence · Public domain · SourceEdition imported 2026-11-09.