The Text-Critical Greek New Testament
ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ 8
The High Priest of the New Covenant
Κεφάλαιον δὲ ἐπὶ τοῖς λεγομένοις· τοιοῦτον ἔχομεν ἀρχιερέα, ὃς ἐκάθισεν ἐν δεξιᾷ τοῦ θρόνου τῆς μεγαλωσύνης ἐν τοῖς οὐρανοῖς, τῶν ἁγίων λειτουργός, καὶ τῆς σκηνῆς τῆς ἀληθινῆς, ἣν ἔπηξεν ὁ Κύριος, 1καὶ οὐκ ἄνθρωπος· πᾶς γὰρ ἀρχιερεὺς εἰς τὸ προσφέρειν δῶρά τε καὶ θυσίας καθίσταται· ὅθεν ἀναγκαῖον ἔχειν τι καὶ τοῦτον ὃ 2προσενέγκῃ. Εἰ μὲν 3γὰρ ἦν ἐπὶ γῆς, οὐδ᾽ ἂν ἦν ἱερεύς, ὄντων 4τῶν ἱερέων τῶν προσφερόντων κατὰ 5τὸν νόμον τὰ δῶρα, οἵτινες ὑποδείγματι καὶ σκιᾷ λατρεύουσι τῶν ἐπουρανίων, καθὼς κεχρημάτισται 6Μωϋσῆς μέλλων ἐπιτελεῖν τὴν σκηνήν, Ὅρα, γάρ φησι, 7ποιήσεις πάντα κατὰ τὸν τύπον τὸν δειχθέντα σοι ἐν τῷ ὄρει. 8Νυνὶ δὲ διαφορωτέρας 9τέτευχε λειτουργίας, ὅσῳ καὶ κρείττονός ἐστι διαθήκης μεσίτης, ἥτις ἐπὶ κρείττοσιν ἐπαγγελίαις νενομοθέτηται.
Εἰ γὰρ ἡ πρώτη ἐκείνη ἦν ἄμεμπτος, οὐκ ἂν δευτέρας ἐζητεῖτο τόπος. Μεμφόμενος γὰρ 10αὐτοῖς λέγει,
Ἰδού, ἡμέραι ἔρχονται, λέγει Κύριος,
καὶ συντελέσω ἐπὶ τὸν οἶκον Ἰσραὴλ
καὶ ἐπὶ τὸν οἶκον Ἰούδα διαθήκην καινήν·
οὐ κατὰ τὴν διαθήκην ἣν ἐποίησα τοῖς πατράσιν αὐτῶν
ἐν ἡμέρᾳ ἐπιλαβομένου μου τῆς χειρὸς αὐτῶν ἐξαγαγεῖν αὐτοὺς ἐκ γῆς Αἰγύπτου·
ὅτι αὐτοὶ οὐκ ἐνέμειναν ἐν τῇ διαθήκῃ μου,
κἀγὼ ἠμέλησα αὐτῶν, λέγει Κύριος.
Ὅτι αὕτη ἡ διαθήκη ἣν διαθήσομαι τῷ οἴκῳ Ἰσραὴλ
μετὰ τὰς ἡμέρας ἐκείνας, λέγει Κύριος,
διδοὺς νόμους μου εἰς τὴν διάνοιαν αὐτῶν,
καὶ ἐπὶ καρδίας αὐτῶν ἐπιγράψω αὐτούς·
καὶ ἔσομαι αὐτοῖς εἰς Θεόν,
καὶ αὐτοὶ ἔσονταί μοι εἰς λαόν.
Καὶ οὐ μὴ διδάξωσιν ἕκαστος τὸν 11πολίτην αὐτοῦ,
καὶ ἕκαστος τὸν ἀδελφὸν αὐτοῦ, λέγων, Γνῶθι τὸν Κύριον·
ὅτι πάντες εἰδήσουσί με,
ἀπὸ μικροῦ 12αὐτῶν ἕως μεγάλου αὐτῶν.
Ὅτι 13ἵλεως ἔσομαι ταῖς ἀδικίαις αὐτῶν,
καὶ τῶν ἁμαρτιῶν αὐτῶν 14καὶ τῶν ἀνομιῶν αὐτῶν οὐ μὴ μνησθῶ ἔτι.
Ἐν τῷ λέγειν, Καινήν, πεπαλαίωκε τὴν πρώτην. Τὸ δὲ παλαιούμενον καὶ γηράσκον, ἐγγὺς ἀφανισμοῦ.
Source notes (14)
- Footnote και ¦ --- CT
- Footnote προσενεγκη ¦ προσενεγκοι PCK
- Footnote γαρ ¦ ουν CT
- Footnote των ιερεων 90.9% ¦ --- CT 4.6%
- Footnote τον ¦ --- CT
- Footnote μωυσης ¦ μωσης TR
- Footnote ποιησεις ¦ ποιησης TR
- Footnote νυνι ¦ νυν WH
- Footnote τετευχε 𝔐23 ¦ τετυχε 𝔐0 HF NA RP SBL WH
- Footnote αυτοις ¦ αυτους NA SBL WH
- Footnote πολιτην ¦ πλησιον PCK TR
- Footnote αυτων ¦ --- CT
- Footnote ιλεως ¦ ειλεως TH
- Footnote και των ανομιων αυτων 90.6% ¦ --- CT 3.5%
The Text-Critical Greek New Testament. Public domain. Source: Open.Bible. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.
Full source notice & licence · Public domain · SourceEdition imported 2026-11-09.