Skip to content
BibleKenya

The Text-Critical Greek New Testament

ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ 3

Jesus Is Superior to Moses

Ὅθεν, ἀδελφοὶ ἅγιοι, κλήσεως ἐπουρανίου μέτοχοι, κατανοήσατε τὸν ἀπόστολον καὶ ἀρχιερέα τῆς ὁμολογίας ἡμῶν 1Ἰησοῦν Χριστόν, πιστὸν ὄντα τῷ ποιήσαντι αὐτόν, ὡς καὶ 2Μωϋσῆς ἐν 3ὅλῳ τῷ οἴκῳ αὐτοῦ. Πλείονος γὰρ 4δόξης οὗτος παρὰ 5Μωϋσῆν ἠξίωται, καθ᾽ ὅσον πλείονα τιμὴν ἔχει τοῦ οἴκου ὁ κατασκευάσας αὐτόν. Πᾶς γὰρ οἶκος κατασκευάζεται ὑπό τινος· ὁ δὲ 6τὰ πάντα κατασκευάσας Θεός. Καὶ 7Μωϋσῆς μὲν πιστὸς ἐν ὅλῳ τῷ οἴκῳ αὐτοῦ ὡς θεράπων, εἰς μαρτύριον τῶν λαληθησομένων· Χριστὸς δὲ ὡς υἱὸς ἐπὶ τὸν οἶκον αὐτοῦ· 8οὗ οἶκός ἐσμεν ἡμεῖς, 9ἐάνπερ τὴν παρρησίαν καὶ τὸ καύχημα τῆς ἐλπίδος 10μέχρι τέλους βεβαίαν κατάσχωμεν.

Do Not Harden Your Hearts

Διό, καθὼς λέγει τὸ Πνεῦμα τὸ Ἅγιον,

Σήμερον ἐὰν τῆς φωνῆς αὐτοῦ ἀκούσητε,

μὴ σκληρύνητε τὰς καρδίας ὑμῶν, ὡς ἐν τῷ παραπικρασμῷ,

κατὰ τὴν ἡμέραν τοῦ πειρασμοῦ ἐν τῇ ἐρήμῳ,

οὗ ἐπείρασάν 11με οἱ πατέρες ὑμῶν, 12ἐδοκίμασάν με,

καὶ εἶδον τὰ ἔργα μου 13τεσσαράκοντα ἔτη.

Διὸ προσώχθισα τῇ γενεᾷ 14ἐκείνῃ,

καὶ εἶπον, Ἀεὶ πλανῶνται τῇ καρδίᾳ·

αὐτοὶ δὲ οὐκ ἔγνωσαν τὰς ὁδούς μου·

ὡς ὤμοσα ἐν τῇ ὀργῇ μου,

Εἰ εἰσελεύσονται εἰς τὴν κατάπαυσίν μου.

Βλέπετε, ἀδελφοί, μήποτε ἔσται ἔν τινι ὑμῶν καρδία πονηρὰ ἀπιστίας ἐν τῷ ἀποστῆναι ἀπὸ Θεοῦ ζῶντος· ἀλλὰ παρακαλεῖτε ἑαυτοὺς καθ᾽ ἑκάστην ἡμέραν, ἄχρις οὗ τὸ σήμερον καλεῖται, ἵνα μὴ σκληρυνθῇ 15ἐξ ὑμῶν τις ἀπάτῃ τῆς ἁμαρτίας· μέτοχοι γὰρ 16γεγόναμεν τοῦ Χριστοῦ, ἐάνπερ τὴν ἀρχὴν τῆς ὑποστάσεως μέχρι τέλους βεβαίαν κατάσχωμεν· ἐν τῷ λέγεσθαι,

Σήμερον ἐὰν τῆς φωνῆς αὐτοῦ ἀκούσητε,

μὴ σκληρύνητε τὰς καρδίας ὑμῶν, ὡς ἐν τῷ παραπικρασμῷ. 17

Τινὲς γὰρ ἀκούσαντες παρεπίκραναν, ἀλλ᾽ οὐ πάντες οἱ ἐξελθόντες ἐξ Αἰγύπτου διὰ 18Μωϋσέως. Τίσι δὲ προσώχθισε 19τεσσαράκοντα ἔτη; Οὐχὶ τοῖς ἁμαρτήσασιν, ὧν τὰ κῶλα ἔπεσεν ἐν τῇ ἐρήμῳ; Τίσι δὲ ὤμοσε μὴ εἰσελεύσεσθαι εἰς τὴν κατάπαυσιν αὐτοῦ, εἰ μὴ τοῖς ἀπειθήσασι; Καὶ βλέπομεν ὅτι οὐκ ἠδυνήθησαν εἰσελθεῖν 20δι᾽ ἀπιστίαν.

Source notes (20)
  1. Footnote ιησουν χριστον ¦ χριστον ιησουν TR ¦ ιησουν CT
  2. Footnote μωυσης ¦ μωσης TR
  3. Footnote ολω ¦ --- SBL
  4. Footnote δοξης ουτος ¦ ουτος δοξης CT
  5. Footnote μωυσην ¦ μωσην TR
  6. Footnote τα ¦ --- CT
  7. Footnote μωυσης ¦ μωσης TR
  8. Footnote ου ¦ ος SBL
  9. Footnote εανπερ ¦ εαν SBL TH WH
  10. Footnote μεχρι τελους βεβαιαν 95.3% ¦ --- NA SBL TH 0.8%
  11. Footnote με ¦ --- CT
  12. Footnote εδοκιμασαν με ¦ εν δοκιμασια CT
  13. Footnote τεσσαρακοντα ¦ τεσσερακοντα CT
  14. Footnote εκεινη ¦ ταυτη CT
  15. Footnote εξ υμων τις ¦ τις εξ υμων NA SBL TR WH
  16. Footnote γεγοναμεν του χριστου ¦ του χριστου γεγοναμεν CT
  17. Footnote τινὲς ¦ τίνες ANT CT PCK
  18. Footnote μωυσεως ¦ μωυσεος PCK ¦ μωσεως TR
  19. Footnote τεσσαρακοντα ¦ τεσσερακοντα CT
  20. Footnote δι ¦ δια PCK

The Text-Critical Greek New Testament. Public domain. Source: Open.Bible. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · Public domain · SourceEdition imported 2026-11-09.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.