The Text-Critical Greek New Testament
ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ 10
Christ's Sacrifice Once for All
Σκιὰν γὰρ ἔχων ὁ νόμος τῶν μελλόντων ἀγαθῶν, οὐκ αὐτὴν τὴν εἰκόνα τῶν πραγμάτων, κατ᾽ ἐνιαυτὸν ταῖς αὐταῖς θυσίαις ἃς προσφέρουσιν εἰς τὸ διηνεκές, οὐδέποτε 1δύνανται τοὺς προσερχομένους τελειῶσαι. Ἐπεὶ οὐκ ἂν ἐπαύσαντο προσφερόμεναι, διὰ τὸ μηδεμίαν ἔχειν ἔτι συνείδησιν ἁμαρτιῶν τοὺς λατρεύοντας, ἅπαξ 2κεκαθαρμένους; Ἀλλ᾽ ἐν αὐταῖς ἀνάμνησις ἁμαρτιῶν κατ᾽ ἐνιαυτόν· ἀδύνατον γὰρ αἷμα ταύρων καὶ τράγων ἀφαιρεῖν ἁμαρτίας.
Διὸ εἰσερχόμενος εἰς τὸν κόσμον λέγει,
Θυσίαν καὶ προσφορὰν οὐκ ἠθέλησας,
σῶμα δὲ κατηρτίσω μοι·
ὁλοκαυτώματα καὶ περὶ ἁμαρτίας
οὐκ εὐδόκησας·
τότε εἶπον, Ἰδού, ἥκω—
ἐν κεφαλίδι βιβλίου γέγραπται περὶ ἐμοῦ—
τοῦ ποιῆσαι, ὁ Θεός, τὸ θέλημά σου.
Ἀνώτερον λέγων ὅτι 3Θυσίαν καὶ προσφορὰν καὶ ὁλοκαυτώματα καὶ περὶ ἁμαρτίας οὐκ ἠθέλησας, οὐδὲ εὐδόκησας—αἵτινες κατὰ 4τὸν νόμον προσφέρονται— τότε εἴρηκεν, Ἰδού, ἥκω τοῦ ποιῆσαι, 5ὁ Θεός, τὸ θέλημά σου. Ἀναιρεῖ τὸ πρῶτον, ἵνα τὸ δεύτερον στήσῃ. Ἐν ᾧ θελήματι ἡγιασμένοι ἐσμέν, 6οἱ διὰ τῆς προσφορᾶς τοῦ σώματος 7Ἰησοῦ Χριστοῦ ἐφάπαξ.
Καὶ πᾶς μὲν 8ἱερεὺς ἕστηκε καθ᾽ ἡμέραν λειτουργῶν, καὶ τὰς αὐτὰς πολλάκις προσφέρων θυσίας, αἵτινες οὐδέποτε δύνανται περιελεῖν ἁμαρτίας· 9αὐτὸς δὲ μίαν ὑπὲρ ἁμαρτιῶν προσενέγκας θυσίαν εἰς τὸ διηνεκές, ἐκάθισεν ἐν δεξιᾷ τοῦ Θεοῦ, τὸ λοιπὸν ἐκδεχόμενος ἕως τεθῶσιν οἱ ἐχθροὶ αὐτοῦ ὑποπόδιον τῶν ποδῶν αὐτοῦ. Μιᾷ γὰρ προσφορᾷ τετελείωκεν εἰς τὸ διηνεκὲς τοὺς ἁγιαζομένους.
Μαρτυρεῖ δὲ ἡμῖν καὶ τὸ Πνεῦμα τὸ Ἅγιον· μετὰ γὰρ τὸ 10προειρηκέναι,
Αὕτη ἡ διαθήκη ἣν διαθήσομαι πρὸς αὐτοὺς
μετὰ τὰς ἡμέρας ἐκείνας, λέγει Κύριος,
διδοὺς νόμους μου ἐπὶ καρδίας αὐτῶν,
καὶ ἐπὶ 11τῶν διανοιῶν αὐτῶν ἐπιγράψω αὐτούς·
καὶ
τῶν ἁμαρτιῶν αὐτῶν καὶ τῶν ἀνομιῶν αὐτῶν οὐ μὴ 12μνησθῶ ἔτι.
Ὅπου δὲ ἄφεσις τούτων, οὐκέτι προσφορὰ περὶ ἁμαρτίας.
A Call to Persevere in the Faith
Ἔχοντες οὖν, ἀδελφοί, παρρησίαν εἰς τὴν εἴσοδον τῶν ἁγίων ἐν τῷ αἵματι 13Ἰησοῦ, ἣν ἐνεκαίνισεν ἡμῖν ὁδὸν πρόσφατον καὶ ζῶσαν, διὰ τοῦ καταπετάσματος, τοῦτ᾽ ἔστι, τῆς σαρκὸς αὐτοῦ, καὶ ἱερέα μέγαν ἐπὶ τὸν οἶκον τοῦ Θεοῦ, προσερχώμεθα μετὰ ἀληθινῆς καρδίας ἐν πληροφορίᾳ πίστεως, 14ἐρραντισμένοι τὰς καρδίας ἀπὸ συνειδήσεως πονηρᾶς, καὶ 15λελουμένοι τὸ σῶμα ὕδατι καθαρῷ· κατέχωμεν τὴν ὁμολογίαν τῆς ἐλπίδος ἀκλινῆ, πιστὸς γὰρ ὁ ἐπαγγειλάμενος· καὶ κατανοῶμεν ἀλλήλους εἰς παροξυσμὸν ἀγάπης καὶ καλῶν ἔργων, μὴ ἐγκαταλείποντες τὴν ἐπισυναγωγὴν ἑαυτῶν, καθὼς ἔθος τισίν, ἀλλὰ παρακαλοῦντες, καὶ τοσούτῳ μᾶλλον, ὅσῳ βλέπετε ἐγγίζουσαν τὴν ἡμέραν.
Ἑκουσίως γὰρ ἁμαρτανόντων ἡμῶν μετὰ τὸ λαβεῖν τὴν ἐπίγνωσιν τῆς ἀληθείας, οὐκέτι περὶ ἁμαρτιῶν ἀπολείπεται θυσία, φοβερὰ δέ τις ἐκδοχὴ κρίσεως, καὶ πυρὸς ζῆλος ἐσθίειν μέλλοντος τοὺς ὑπεναντίους. Ἀθετήσας τις νόμον 16Μωϋσέως χωρὶς 17οἰκτιρμῶν ἐπὶ δυσὶν ἢ τρισὶ μάρτυσιν ἀποθνῄσκει· πόσῳ, δοκεῖτε, χείρονος ἀξιωθήσεται τιμωρίας ὁ τὸν υἱὸν τοῦ Θεοῦ καταπατήσας, καὶ τὸ αἷμα τῆς διαθήκης κοινὸν ἡγησάμενος ἐν ᾧ ἡγιάσθη, καὶ τὸ πνεῦμα τῆς χάριτος ἐνυβρίσας; Οἴδαμεν γὰρ τὸν εἰπόντα, Ἐμοὶ ἐκδίκησις, ἐγὼ ἀνταποδώσω, 18λέγει Κύριος· καὶ πάλιν, 19Κύριος κρινεῖ τὸν λαὸν αὐτοῦ. Φοβερὸν τὸ ἐμπεσεῖν εἰς χεῖρας Θεοῦ ζῶντος.
Ἀναμιμνῄσκεσθε δὲ τὰς πρότερον ἡμέρας, ἐν αἷς φωτισθέντες πολλὴν ἄθλησιν ὑπεμείνατε παθημάτων· τοῦτο μέν, ὀνειδισμοῖς τε καὶ θλίψεσι θεατριζόμενοι· τοῦτο δέ, κοινωνοὶ τῶν οὕτως ἀναστρεφομένων γενηθέντες. Καὶ γὰρ τοῖς 20δεσμοῖς μου συνεπαθήσατε, καὶ τὴν ἁρπαγὴν τῶν ὑπαρχόντων ὑμῶν μετὰ χαρᾶς προσεδέξασθε, γινώσκοντες ἔχειν 21ἑαυτοῖς κρείττονα ὕπαρξιν 22ἐν οὐρανοῖς καὶ μένουσαν. Μὴ ἀποβάλητε οὖν τὴν παρρησίαν ὑμῶν, ἥτις ἔχει 23μισθαποδοσίαν μεγάλην. Ὑπομονῆς γὰρ ἔχετε χρείαν, ἵνα τὸ θέλημα τοῦ Θεοῦ ποιήσαντες κομίσησθε τὴν ἐπαγγελίαν.
Ἔτι γὰρ μικρὸν ὅσον ὅσον,
Ὁ ἐρχόμενος ἥξει, καὶ οὐ 24χρονιεῖ.
Ὁ δὲ 25δίκαιος ἐκ πίστεως ζήσεται·
καὶ ἐὰν ὑποστείληται,
οὐκ εὐδοκεῖ ἡ ψυχή μου ἐν αὐτῷ.
Ἡμεῖς δὲ οὐκ ἐσμὲν ὑποστολῆς εἰς ἀπώλειαν, ἀλλὰ πίστεως εἰς περιποίησιν ψυχῆς.
Source notes (25)
- Footnote δυνανται ¦ δυναται ANT NA PCK SBL TR
- Footnote κεκαθαρμενους ¦ κεκαθαρισμενους CT
- Footnote θυσιαν και προσφοραν ¦ θυσιας και προσφορας CT
- Footnote τον ¦ --- CT
- Footnote ο θεος το θελημα σου 71.2% ¦ το θελημα σου CT 14.6% ¦ το θελημα σου ο θεος MSS 5.1%
- Footnote οι ¦ --- ANT CT SCR
- Footnote ιησου ¦ του ιησου ANT TR
- Footnote ιερευς 𝔐pt ¦ αρχιερευς 𝔐pt
- Footnote αυτος ¦ ουτος CT
- Footnote προειρηκεναι ¦ ειρηκεναι CT
- Footnote των διανοιων 89.7% ¦ την διανοιαν CT 3.6%
- Footnote μνησθω ¦ μνησθησομαι CT
- Footnote ιησου ¦ του ιησου ANT
- Footnote ερραντισμενοι ¦ ρεραντισμενοι CT
- Footnote λελουμενοι ¦ λελουσμενοι NA SBL WH
- Footnote μωυσεως 𝔐pt ¦ μωσεως 𝔐pt TR ¦ μωυσεος PCK
- Footnote οικτιρμων ¦ οικτειρμων TH
- Footnote λεγει κυριος 95.7% ¦ --- CT 4.2%
- Footnote κυριος κρινει ¦ κρινει κυριος CT
- Footnote δεσμοις μου 91% ¦ δεσμιοις CT 6.6%
- Footnote εαυτοις κρειττονα ¦ εν εαυτοις κρειττονα ANT TR ¦ εαυτους κρειττονα NA SBL ¦ εαυτους κρεισσονα TH WH
- Footnote εν ουρανοις 93.6% ¦ --- CT 1.7%
- Footnote μισθαποδοσιαν μεγαλην ¦ μεγαλην μισθαποδοσιαν CT
- Footnote χρονιει ¦ χρονισει CT
- Footnote δικαιος ¦ δικαιος μου CT
The Text-Critical Greek New Testament. Public domain. Source: Open.Bible. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.
Full source notice & licence · Public domain · SourceEdition imported 2026-11-09.