Skip to content
BibleKenya

The Text-Critical Greek New Testament

ΠΡΟΣ ΓΑΛΑΤΑΣ 6

Bear One Another's Burdens

Ἀδελφοί, ἐὰν καὶ 1προληφθῇ ἄνθρωπος ἔν τινι παραπτώματι, ὑμεῖς οἱ πνευματικοὶ καταρτίζετε τὸν τοιοῦτον ἐν πνεύματι 2πρᾳότητος, σκοπῶν σεαυτὸν μὴ καὶ σὺ πειρασθῇς. Ἀλλήλων τὰ βάρη βαστάζετε, καὶ οὕτως 3ἀναπληρώσατε τὸν νόμον τοῦ Χριστοῦ. Εἰ γὰρ δοκεῖ τις εἶναί τι, μηδὲν ὤν, 4ἑαυτὸν φρεναπατᾷ· τὸ δὲ ἔργον ἑαυτοῦ δοκιμαζέτω ἕκαστος, καὶ τότε εἰς ἑαυτὸν μόνον τὸ καύχημα ἕξει, καὶ οὐκ εἰς τὸν ἕτερον. Ἕκαστος γὰρ τὸ ἴδιον φορτίον βαστάσει.

Κοινωνείτω δὲ ὁ κατηχούμενος τὸν λόγον τῷ κατηχοῦντι ἐν πᾶσιν ἀγαθοῖς. Μὴ πλανᾶσθε, Θεὸς οὐ μυκτηρίζεται· ὃ γὰρ ἐὰν σπείρῃ ἄνθρωπος, τοῦτο καὶ θερίσει. Ὅτι ὁ σπείρων εἰς τὴν σάρκα ἑαυτοῦ, ἐκ τῆς σαρκὸς θερίσει φθοράν· ὁ δὲ σπείρων εἰς τὸ πνεῦμα, ἐκ τοῦ πνεύματος θερίσει ζωὴν αἰώνιον. Τὸ δὲ καλὸν ποιοῦντες μὴ 5ἐκκακῶμεν· καιρῷ γὰρ ἰδίῳ θερίσομεν, μὴ ἐκλυόμενοι. Ἄρα οὖν ὡς καιρὸν 6ἔχομεν, 7ἐργαζώμεθα τὸ ἀγαθὸν πρὸς πάντας, μάλιστα δὲ πρὸς τοὺς οἰκείους τῆς πίστεως.

Final Warning and Benediction

Ἴδετε πηλίκοις ὑμῖν γράμμασιν ἔγραψα τῇ ἐμῇ χειρί. Ὅσοι θέλουσιν εὐπροσωπῆσαι ἐν σαρκί, οὗτοι ἀναγκάζουσιν ὑμᾶς περιτέμνεσθαι, μόνον ἵνα 8μὴ τῷ σταυρῷ τοῦ Χριστοῦ διώκωνται. Οὐδὲ γὰρ οἱ 9περιτετμημένοι αὐτοὶ νόμον φυλάσσουσιν, ἀλλὰ θέλουσιν ὑμᾶς περιτέμνεσθαι, ἵνα ἐν τῇ ὑμετέρᾳ σαρκὶ καυχήσωνται. Ἐμοὶ δὲ μὴ γένοιτο καυχᾶσθαι εἰ μὴ ἐν τῷ σταυρῷ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ· δι᾽ οὗ ἐμοὶ κόσμος ἐσταύρωται, κἀγὼ 10τῷ κόσμῳ. 11Ἐν γὰρ Χριστῷ Ἰησοῦ οὔτε περιτομή τι 12ἰσχύει, οὔτε ἀκροβυστία, ἀλλὰ καινὴ κτίσις. Καὶ ὅσοι τῷ κανόνι τούτῳ στοιχήσουσιν, εἰρήνη ἐπ᾽ αὐτούς, καὶ ἔλεος, καὶ ἐπὶ τὸν Ἰσραὴλ τοῦ Θεοῦ.

Τοῦ λοιποῦ, κόπους μοι μηδεὶς παρεχέτω· ἐγὼ γὰρ τὰ στίγματα τοῦ 13Κυρίου Ἰησοῦ ἐν τῷ σώματί μου βαστάζω.

Ἡ χάρις τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μετὰ τοῦ πνεύματος ὑμῶν, ἀδελφοί.

Ἀμήν.14

Source notes (14)
  1. Footnote προληφθη ¦ προλημφθη CT
  2. Footnote πραοτητος ¦ πραυτητος CT
  3. Footnote αναπληρωσατε ¦ αναπληρωσετε NA SBL TH
  4. Footnote εαυτον φρεναπατα ¦ φρεναπατα εαυτον CT
  5. Footnote εκκακωμεν ¦ εγκακωμεν NA SBL TH ¦ ενκακωμεν WH
  6. Footnote εχομεν ¦ εχωμεν WH
  7. Footnote εργαζωμεθα 𝔐pt ¦ εργαζομεθα 𝔐pt
  8. Footnote μη τω σταυρω του χριστου ¦ τω σταυρω του χριστου μη NA SBL TH ¦ τω σταυρω του χριστου ιησου μη WH
  9. Footnote περιτετμημενοι ¦ περιτεμνομενοι NA SBL TR WH ¦ περιτετμνημενοι TH
  10. Footnote τω ¦ --- CT
  11. Footnote εν γαρ χριστω ιησου ουτε 95.5% ¦ ουτε γαρ CT 2.7%
  12. Footnote ισχυει ¦ εστιν CT
  13. Footnote κυριου ¦ --- CT
  14. Footnote The following scribal note is included in the colophons of many Greek manuscripts: Πρὸς Γαλάτας ἐγράφη ἀπὸ Ῥώμης.

The Text-Critical Greek New Testament. Public domain. Source: Open.Bible. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · Public domain · SourceEdition imported 2026-11-09.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.