The Text-Critical Greek New Testament
ΠΡΟΣ ΓΑΛΑΤΑΣ 4
Λέγω δέ, ἐφ᾽ ὅσον χρόνον ὁ κληρονόμος νήπιός ἐστιν, οὐδὲν διαφέρει δούλου, κύριος πάντων ὤν· 1ἀλλὰ ὑπὸ ἐπιτρόπους ἐστὶ καὶ οἰκονόμους, ἄχρι τῆς προθεσμίας τοῦ πατρός. Οὕτω καὶ ἡμεῖς, ὅτε ἦμεν νήπιοι, ὑπὸ τὰ στοιχεῖα τοῦ κόσμου 2ἦμεν δεδουλωμένοι· ὅτε δὲ ἦλθε τὸ πλήρωμα τοῦ χρόνου, ἐξαπέστειλεν ὁ Θεὸς τὸν υἱὸν αὐτοῦ, 3γενόμενον ἐκ γυναικός, γενόμενον ὑπὸ νόμον, ἵνα τοὺς ὑπὸ νόμον ἐξαγοράσῃ, ἵνα τὴν υἱοθεσίαν ἀπολάβωμεν. Ὅτι δέ ἐστε υἱοί, ἐξαπέστειλεν ὁ Θεὸς τὸ πνεῦμα τοῦ υἱοῦ αὐτοῦ εἰς τὰς καρδίας 4ὑμῶν, κρᾶζον, Ἀββᾶ, ὁ πατήρ. Ὥστε οὐκέτι εἶ δοῦλος, 5ἀλλ᾽ υἱός· εἰ δὲ υἱός, καὶ κληρονόμος 6Θεοῦ διὰ Χριστοῦ.
Paul's Concern for the Galatians
Ἀλλὰ τότε μέν, οὐκ εἰδότες Θεόν, ἐδουλεύσατε τοῖς 7μὴ φύσει οὖσι θεοῖς· νῦν δέ, γνόντες Θεόν, μᾶλλον δὲ γνωσθέντες ὑπὸ Θεοῦ, πῶς ἐπιστρέφετε πάλιν ἐπὶ τὰ ἀσθενῆ καὶ πτωχὰ στοιχεῖα, οἷς πάλιν ἄνωθεν 8δουλεύειν θέλετε; Ἡμέρας παρατηρεῖσθε, καὶ μῆνας, καὶ καιρούς, καὶ ἐνιαυτούς. Φοβοῦμαι ὑμᾶς, μήπως εἰκῇ κεκοπίακα εἰς ὑμᾶς. 9
Γίνεσθε ὡς ἐγώ, ὅτι κἀγὼ ὡς ὑμεῖς, ἀδελφοί, δέομαι ὑμῶν. Οὐδέν με ἠδικήσατε· οἴδατε δὲ ὅτι δι᾽ ἀσθένειαν τῆς σαρκὸς εὐηγγελισάμην ὑμῖν τὸ πρότερον. Καὶ τὸν πειρασμόν 10μου τὸν ἐν τῇ σαρκί μου οὐκ ἐξουθενήσατε οὐδὲ ἐξεπτύσατε, 11ἀλλ᾽ ὡς ἄγγελον Θεοῦ ἐδέξασθέ με, ὡς Χριστὸν Ἰησοῦν. 12Τίς οὖν ἦν ὁ μακαρισμὸς ὑμῶν; Μαρτυρῶ γὰρ ὑμῖν ὅτι, εἰ δυνατόν, τοὺς ὀφθαλμοὺς ὑμῶν ἐξορύξαντες 13ἂν ἐδώκατέ μοι. Ὥστε ἐχθρὸς ὑμῶν γέγονα ἀληθεύων ὑμῖν; Ζηλοῦσιν ὑμᾶς οὐ καλῶς, 14ἀλλὰ ἐκκλεῖσαι ὑμᾶς θέλουσιν, ἵνα αὐτοὺς ζηλοῦτε. Καλὸν δὲ 15τὸ ζηλοῦσθαι ἐν καλῷ πάντοτε, καὶ μὴ μόνον ἐν τῷ παρεῖναί με πρὸς ὑμᾶς. 16Τεκνία μου, οὓς πάλιν ὠδίνω, 17ἄχρις οὗ μορφωθῇ Χριστὸς ἐν ὑμῖν, ἤθελον δὲ παρεῖναι πρὸς ὑμᾶς ἄρτι, καὶ ἀλλάξαι τὴν φωνήν μου, ὅτι ἀποροῦμαι ἐν ὑμῖν.
The Allegory of Hagar and Sarah
Λέγετέ μοι, οἱ ὑπὸ νόμον θέλοντες εἶναι, τὸν νόμον οὐκ ἀκούετε; Γέγραπται γάρ, ὅτι Ἀβραὰμ δύο υἱοὺς ἔσχεν· ἕνα ἐκ τῆς παιδίσκης, καὶ ἕνα ἐκ τῆς ἐλευθέρας. Ἀλλ᾽ ὁ μὲν ἐκ τῆς παιδίσκης κατὰ σάρκα γεγέννηται, ὁ δὲ ἐκ τῆς ἐλευθέρας 18διὰ τῆς ἐπαγγελίας. Ἅτινά ἐστιν ἀλληγορούμενα· αὗται γάρ εἰσι 19δύο διαθῆκαι· μία μὲν ἀπὸ ὄρους 20Σινᾶ, εἰς δουλείαν γεννῶσα, ἥτις ἐστὶν Ἅγαρ. Τὸ 21γὰρ Ἅγαρ 22Σινᾶ ὄρος ἐστὶν ἐν τῇ Ἀραβίᾳ, 23συστοιχεῖ δὲ τῇ νῦν Ἱερουσαλήμ, δουλεύει 24δὲ μετὰ τῶν τέκνων αὐτῆς. Ἡ δὲ ἄνω Ἱερουσαλὴμ ἐλευθέρα ἐστίν, ἥτις ἐστὶ μήτηρ 25πάντων ἡμῶν· γέγραπται γάρ,
Εὐφράνθητι, στεῖρα, ἡ οὐ τίκτουσα·
ῥῆξον καὶ βόησον, ἡ οὐκ ὠδίνουσα·
ὅτι πολλὰ τὰ τέκνα τῆς ἐρήμου
μᾶλλον ἢ τῆς ἐχούσης τὸν ἄνδρα. 26
Ἡμεῖς δέ, ἀδελφοί, κατὰ Ἰσαάκ, ἐπαγγελίας τέκνα ἐσμέν. Ἀλλ᾽ ὥσπερ τότε ὁ κατὰ σάρκα γεννηθεὶς ἐδίωκε τὸν κατὰ πνεῦμα, οὕτω καὶ νῦν. Ἀλλὰ τί λέγει ἡ γραφή; Ἔκβαλε τὴν παιδίσκην καὶ τὸν υἱὸν αὐτῆς, οὐ 27γὰρ μὴ 28κληρονομήσῃ ὁ υἱὸς τῆς παιδίσκης μετὰ τοῦ υἱοῦ τῆς ἐλευθέρας. 29Ἄρα, ἀδελφοί, οὐκ ἐσμὲν παιδίσκης τέκνα, ἀλλὰ τῆς ἐλευθέρας.
Source notes (29)
- Footnote αλλα ¦ αλλ NA28 PCK
- Footnote ημεν ¦ ημεθα NA SBL WH
- Footnote γενομενον 𝔐pt ¦ γεννωμενον 𝔐pt
- Footnote υμων ¦ ημων CT
- Footnote αλλ ¦ αλλα NA27 SBL TH WH
- Footnote κληρονομος θεου δια χριστου 72.6% ¦ κληρονομος θεου δια ιησου χριστου MSS 14.8% ¦ κληρονομος κληρονομος μεν θεου συγκληρονομος δε χριστου MSS 6.1% ¦ κληρονομος δια θεου CT 1%
- Footnote μη φυσει ¦ φυσει μη CT
- Footnote δουλευειν ¦ δουλευσαι WH
- Footnote γινεσθε ¦ γεινεσθε TH
- Footnote μου τον 83.7% ¦ τον MSS 11.4% ¦ υμων CT 1.1%
- Footnote αλλ ¦ αλλα NA27 SBL WH
- Footnote τις ουν ην ¦ που ουν CT
- Footnote αν ¦ --- CT
- Footnote αλλα ¦ αλλ NA28
- Footnote το ¦ --- CT
- Footnote τεκνια ¦ τεκνα NA SBL
- Footnote αχρις ¦ μεχρις CT
- Footnote δια της ¦ δι CT
- Footnote δυο ¦ αι δυο TR
- Footnote σινα ¦ σεινα TH
- Footnote γαρ 90% ¦ δε NA SBL WH 5.1%
- Footnote σινα ¦ σεινα TH
- Footnote συστοιχει ¦ συνστοιχει WH
- Footnote δε ¦ γαρ CT
- Footnote παντων ¦ --- CT
- Footnote ημεις … εσμεν ¦ υμεις … εστε NA SBL TH
- Footnote γαρ μη ¦ μη γαρ ANT
- Footnote κληρονομηση ¦ κληρονομησει ANT CT
- Footnote αρα ¦ διο CT
The Text-Critical Greek New Testament. Public domain. Source: Open.Bible. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.
Full source notice & licence · Public domain · SourceEdition imported 2026-11-09.