Skip to content
BibleKenya

The Text-Critical Greek New Testament

ΠΡΟΣ ΘΕΣΣΑΛΟΝΙΚΕΙΣ Β 2

The Man of Sin

Ἐρωτῶμεν δὲ ὑμᾶς, ἀδελφοί, ὑπὲρ τῆς παρουσίας τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ ἡμῶν ἐπισυναγωγῆς ἐπ᾽ αὐτόν, εἰς τὸ μὴ ταχέως σαλευθῆναι ὑμᾶς ἀπὸ τοῦ νοός, 1μήτε θροεῖσθαι, μήτε διὰ 2πνεύματος, μήτε διὰ λόγου, μήτε δι᾽ ἐπιστολῆς ὡς δι᾽ ἡμῶν, ὡς ὅτι ἐνέστηκεν ἡ ἡμέρα τοῦ 3Χριστοῦ· μή τις ὑμᾶς ἐξαπατήσῃ κατὰ μηδένα τρόπον· ὅτι ἐὰν μὴ ἔλθῃ ἡ ἀποστασία πρῶτον, καὶ ἀποκαλυφθῇ ὁ ἄνθρωπος τῆς 4ἁμαρτίας, ὁ υἱὸς τῆς ἀπωλείας, ὁ ἀντικείμενος καὶ ὑπεραιρόμενος ἐπὶ 5πάντα λεγόμενον θεὸν ἢ σέβασμα, ὥστε αὐτὸν εἰς τὸν ναὸν τοῦ Θεοῦ 6ὡς Θεὸν καθίσαι, ἀποδεικνύντα ἑαυτὸν ὅτι ἐστὶ Θεός. Οὐ μνημονεύετε ὅτι ἔτι ὢν πρὸς ὑμᾶς, ταῦτα ἔλεγον ὑμῖν; Καὶ νῦν τὸ κατέχον οἴδατε, εἰς τὸ ἀποκαλυφθῆναι αὐτὸν ἐν τῷ 7ἑαυτοῦ καιρῷ. Τὸ γὰρ μυστήριον ἤδη ἐνεργεῖται τῆς ἀνομίας· μόνον ὁ κατέχων ἄρτι, ἕως ἐκ μέσου γένηται, καὶ τότε ἀποκαλυφθήσεται ὁ ἄνομος, ὃν ὁ Κύριος 8ἀναλώσει τῷ πνεύματι τοῦ στόματος αὐτοῦ, καὶ καταργήσει τῇ ἐπιφανείᾳ τῆς παρουσίας αὐτοῦ· οὗ ἐστιν ἡ παρουσία κατ᾽ ἐνέργειαν τοῦ Σατανᾶ ἐν πάσῃ δυνάμει καὶ σημείοις καὶ τέρασι ψεύδους, καὶ ἐν πάσῃ ἀπάτῃ 9τῆς ἀδικίας ἐν τοῖς ἀπολλυμένοις, ἀνθ᾽ ὧν τὴν ἀγάπην τῆς ἀληθείας οὐκ ἐδέξαντο εἰς τὸ σωθῆναι αὐτούς. Καὶ διὰ τοῦτο 10πέμψει αὐτοῖς ὁ Θεὸς ἐνέργειαν πλάνης, εἰς τὸ πιστεῦσαι αὐτοὺς τῷ ψεύδει· ἵνα κριθῶσι 11πάντες οἱ μὴ πιστεύσαντες τῇ ἀληθείᾳ, 12ἀλλ᾽ εὐδοκήσαντες 13ἐν τῇ ἀδικίᾳ.

Chosen for Salvation

Ἡμεῖς δὲ ὀφείλομεν εὐχαριστεῖν τῷ Θεῷ πάντοτε περὶ ὑμῶν, ἀδελφοὶ ἠγαπημένοι ὑπὸ Κυρίου, ὅτι 14εἵλετο ὑμᾶς ὁ Θεὸς 15ἀπ᾽ ἀρχῆς εἰς σωτηρίαν ἐν ἁγιασμῷ πνεύματος, καὶ πίστει ἀληθείας· εἰς ὃ 16ἐκάλεσεν ὑμᾶς διὰ τοῦ εὐαγγελίου ἡμῶν, εἰς περιποίησιν δόξης τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. Ἄρα οὖν, ἀδελφοί, στήκετε, καὶ κρατεῖτε τὰς παραδόσεις ἃς ἐδιδάχθητε, εἴτε διὰ λόγου, εἴτε δι᾽ ἐπιστολῆς ἡμῶν.

Αὐτὸς δὲ ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστός, καὶ 17ὁ Θεὸς καὶ πατὴρ ἡμῶν ὁ ἀγαπήσας ἡμᾶς, καὶ δοὺς παράκλησιν αἰωνίαν καὶ ἐλπίδα ἀγαθὴν ἐν χάριτι, παρακαλέσαι ὑμῶν τὰς καρδίας, καὶ στηρίξαι 18ὑμᾶς ἐν παντὶ 19λόγῳ καὶ ἔργῳ ἀγαθῷ.

Source notes (19)
  1. Footnote μητε ¦ μηδε CT
  2. Footnote πνευματος ¦ του πνευματος ANT
  3. Footnote χριστου ¦ κυριου CT
  4. Footnote αμαρτιας 93.5% ¦ ανομιας CT 5.5%
  5. Footnote παντα ¦ παν το SCR
  6. Footnote ως θεον καθισαι 78.4% ¦ καθισαι CT 7.7% ¦ καθισαι ως θεον MSS 7.4%
  7. Footnote ἑαυτοῦ ¦ αὐτοῦ WH
  8. Footnote αναλωσει 82.6% ¦ ιησους αναλωσει MSS 8.2% ¦ ιησους ανελει CT 4.4%
  9. Footnote της αδικιας εν ¦ αδικιας CT
  10. Footnote πεμψει ¦ πεμπει CT
  11. Footnote παντες ¦ απαντες TH
  12. Footnote αλλ ¦ αλλα NA27 SBL TH WH
  13. Footnote εν ¦ --- CT
  14. Footnote ειλετο ¦ ειλατο CT
  15. Footnote απ αρχης ¦ απαρχην NA SBL
  16. Footnote εκαλεσεν ¦ και εκαλεσεν NA
  17. Footnote ο θεος και ¦ ο θεος ο NA TH WH ¦ θεος ο SBL
  18. Footnote υμας ¦ --- CT
  19. Footnote λογω και εργω ¦ εργω και λογω CT

The Text-Critical Greek New Testament. Public domain. Source: Open.Bible. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · Public domain · SourceEdition imported 2026-11-09.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.