Skip to content
BibleKenya

The Text-Critical Greek New Testament

ΠΕΤΡΟΥ Β 2

False Prophets and Teachers

Ἐγένοντο δὲ καὶ ψευδοπροφῆται ἐν τῷ λαῷ, ὡς καὶ ἐν ὑμῖν ἔσονται ψευδοδιδάσκαλοι, οἵτινες παρεισάξουσιν αἱρέσεις ἀπωλείας, καὶ τὸν ἀγοράσαντα αὐτοὺς δεσπότην ἀρνούμενοι, ἐπάγοντες ἑαυτοῖς ταχινὴν ἀπώλειαν. Καὶ πολλοὶ ἐξακολουθήσουσιν αὐτῶν ταῖς 1ἀσελγείαις, δι᾽ 2οὓς ἡ ὁδὸς τῆς ἀληθείας βλασφημηθήσεται. Καὶ ἐν πλεονεξίᾳ πλαστοῖς λόγοις ὑμᾶς ἐμπορεύσονται· οἷς τὸ κρίμα ἔκπαλαι οὐκ ἀργεῖ, καὶ ἡ ἀπώλεια αὐτῶν οὐ 3νυστάξει.

Εἰ γὰρ ὁ Θεὸς ἀγγέλων ἁμαρτησάντων οὐκ ἐφείσατο, ἀλλὰ 4σειραῖς ζόφου ταρταρώσας παρέδωκεν εἰς κρίσιν 5τηρουμένους· καὶ ἀρχαίου κόσμου οὐκ ἐφείσατο, 6ἀλλὰ ὄγδοον Νῶε δικαιοσύνης κήρυκα ἐφύλαξε, κατακλυσμὸν κόσμῳ ἀσεβῶν ἐπάξας· καὶ πόλεις Σοδόμων καὶ Γομόρρας τεφρώσας 7καταστροφῇ κατέκρινεν, ὑπόδειγμα μελλόντων 8ἀσεβεῖν τεθεικώς· καὶ δίκαιον Λὼτ καταπονούμενον ὑπὸ τῆς τῶν ἀθέσμων ἐν ἀσελγείᾳ ἀναστροφῆς 9ἐρρύσατο— βλέμματι γὰρ καὶ ἀκοῇ 10ὁ δίκαιος 11ἐγκατοικῶν ἐν αὐτοῖς ἡμέραν ἐξ ἡμέρας ψυχὴν δικαίαν ἀνόμοις ἔργοις ἐβασάνιζεν— οἶδε Κύριος εὐσεβεῖς ἐκ 12πειρασμοῦ ῥύεσθαι, ἀδίκους δὲ εἰς ἡμέραν κρίσεως κολαζομένους τηρεῖν, μάλιστα δὲ τοὺς ὀπίσω σαρκὸς ἐν ἐπιθυμίᾳ μιασμοῦ πορευομένους καὶ κυριότητος καταφρονοῦντας.

Τολμηταί, αὐθάδεις, δόξας οὐ τρέμουσι βλασφημοῦντες, ὅπου ἄγγελοι ἰσχύϊ καὶ δυνάμει μείζονες ὄντες οὐ φέρουσι κατ᾽ αὐτῶν 13παρὰ Κυρίῳ βλάσφημον κρίσιν. Οὗτοι δέ, ὡς ἄλογα ζῷα 14φυσικὰ γεγενημένα εἰς ἅλωσιν καὶ φθοράν, ἐν οἷς ἀγνοοῦσι βλασφημοῦντες, ἐν τῇ φθορᾷ αὐτῶν 15καταφθαρήσονται, 16κομιούμενοι μισθὸν ἀδικίας. Ἡδονὴν ἡγούμενοι τὴν ἐν ἡμέρᾳ τρυφήν, σπίλοι καὶ μῶμοι, ἐντρυφῶντες ἐν ταῖς ἀπάταις αὐτῶν συνευωχούμενοι ὑμῖν. Ὀφθαλμοὺς ἔχοντες μεστοὺς μοιχαλίδος καὶ 17ἀκαταπαύστους ἁμαρτίας, δελεάζοντες ψυχὰς ἀστηρίκτους, καρδίαν γεγυμνασμένην 18πλεονεξίας ἔχοντες, κατάρας τέκνα. 19Καταλιπόντες 20εὐθεῖαν ὁδὸν ἐπλανήθησαν, ἐξακολουθήσαντες τῇ ὁδῷ τοῦ Βαλαὰμ τοῦ 21Βοσόρ, ὃς μισθὸν ἀδικίας ἠγάπησεν, ἔλεγξιν δὲ ἔσχεν ἰδίας παρανομίας· ὑποζύγιον ἄφωνον ἐν ἀνθρώπου φωνῇ φθεγξάμενον ἐκώλυσε τὴν τοῦ προφήτου παραφρονίαν.

Οὗτοί εἰσι πηγαὶ ἄνυδροι, 22νεφέλαι ὑπὸ λαίλαπος ἐλαυνόμεναι, οἷς ὁ ζόφος τοῦ σκότους εἰς αἰῶνα τετήρηται. Ὑπέρογκα γὰρ ματαιότητος φθεγγόμενοι δελεάζουσιν ἐν ἐπιθυμίαις σαρκὸς 23ἀσελγείαις τοὺς 24ὄντως 25ἀποφυγόντας τοὺς ἐν πλάνῃ ἀναστρεφομένους, ἐλευθερίαν αὐτοῖς ἐπαγγελλόμενοι, αὐτοὶ δοῦλοι ὑπάρχοντες τῆς φθορᾶς· ᾧ γάρ τις ἥττηται, τούτῳ 26καὶ δεδούλωται. Εἰ γὰρ ἀποφυγόντες τὰ μιάσματα τοῦ κόσμου ἐν ἐπιγνώσει τοῦ 27Κυρίου καὶ σωτῆρος Ἰησοῦ Χριστοῦ, τούτοις δὲ πάλιν ἐμπλακέντες ἡττῶνται, γέγονεν αὐτοῖς τὰ ἔσχατα χείρονα τῶν πρώτων. Κρεῖττον γὰρ ἦν αὐτοῖς μὴ ἐπεγνωκέναι τὴν ὁδὸν τῆς δικαιοσύνης ἢ ἐπιγνοῦσιν 28ἐπιστρέψαι ἐκ τῆς παραδοθείσης αὐτοῖς ἁγίας ἐντολῆς. Συμβέβηκε 29δὲ αὐτοῖς τὸ τῆς ἀληθοῦς παροιμίας· Κύων ἐπιστρέψας ἐπὶ τὸ ἴδιον ἐξέραμα, καὶ ὗς λουσαμένη εἰς 30κύλισμα βορβόρου.

Source notes (30)
  1. Footnote ασελγειαις ¦ απωλειαις TR
  2. Footnote ους ¦ ας PCK
  3. Footnote νυσταξει ¦ νυσταζει ECM† NA SBL TH TR WH
  4. Footnote σειραις ¦ σειροις TH WH
  5. Footnote τηρουμενους ¦ τετηρημενους TR
  6. Footnote αλλα 𝔐19 ¦ αλλ 𝔐24 ECM HF NA28 PCK TR
  7. Footnote καταστροφη ¦ --- WH
  8. Footnote ασεβειν ¦ ασεβεσιν NA27 SBL WH
  9. Footnote ερρυσατο ¦ ερυσατο TH WH
  10. Footnote ο ¦ --- WH
  11. Footnote εγκατοικων ¦ ενκατοικων TH WH
  12. Footnote πειρασμου ¦ πειρασμων PCK SCR
  13. Footnote παρα κυριω ¦ παρα κυριου NA27 ¦ --- ECM† SBL
  14. Footnote φυσικα γεγενημενα ¦ γεγενημενα φυσικα PCK ¦ γεγεννημενα φυσικα CT
  15. Footnote καταφθαρησονται 𝔐20 ¦ και καταφθαρησονται 𝔐0 HF ¦ και φθαρησονται CT {Note: The reading of HF stems from an apparent error in Von Soden's apparatus.}
  16. Footnote κομιουμενοι 97.6% ¦ αδικουμενοι ECM NA SBL WH 2%
  17. Footnote ακαταπαυστους ¦ ακαταπαστους WH
  18. Footnote πλεονεξιας ¦ πλεονεξιαις TR
  19. Footnote καταλιποντες ¦ καταλειποντες NA27 TH WH
  20. Footnote ευθειαν ¦ την ευθειαν TR
  21. Footnote βοσορ ¦ βεωρ WH
  22. Footnote νεφελαι υπο … σκοτους εις αιωνα 58.9% ¦ νεφελαι υπο … σκοτους εις αιωνας PCK 22.8% ¦ και ομιχλαι υπο … σκοτους εις αιωνα MSS 5.8% ¦ και ομιχλαι υπο … σκοτους CT 1%
  23. Footnote ασελγειαις ¦ ασελγειας PCK ¦ εν ασελγειαις SCR
  24. Footnote οντως ¦ ολιγως NA27 SBL WH
  25. Footnote αποφυγοντας ¦ αποφευγοντας CT
  26. Footnote και ¦ --- ECM NA TH WH
  27. Footnote κυριου και σωτηρος 74.1% ¦ κυριου ημων και σωτηρος NA27 14.7% ¦ κυριου και σωτηρος ημων MSS 7.7%
  28. Footnote επιστρεψαι 82.5% ¦ υποστρεψαι CT 4.7%
  29. Footnote δε ¦ --- CT
  30. Footnote κυλισμα ¦ κυλισμον ECM† NA SBL TH WH

The Text-Critical Greek New Testament. Public domain. Source: Open.Bible. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · Public domain · SourceEdition imported 2026-11-09.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.