The Text-Critical Greek New Testament
ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β 7
Ταύτας οὖν ἔχοντες τὰς ἐπαγγελίας, ἀγαπητοί, καθαρίσωμεν ἑαυτοὺς ἀπὸ παντὸς μολυσμοῦ σαρκὸς καὶ πνεύματος, ἐπιτελοῦντες ἁγιωσύνην ἐν φόβῳ Θεοῦ.
Paul's Joy
Χωρήσατε ἡμᾶς· οὐδένα ἠδικήσαμεν, οὐδένα ἐφθείραμεν, οὐδένα ἐπλεονεκτήσαμεν. 1Οὐ πρὸς κατάκρισιν λέγω· προείρηκα γάρ, ὅτι ἐν ταῖς καρδίαις ἡμῶν ἐστε εἰς τὸ συναποθανεῖν καὶ 2συζῇν. Πολλή μοι παρρησία πρὸς ὑμᾶς, πολλή μοι καύχησις ὑπὲρ ὑμῶν· πεπλήρωμαι τῇ παρακλήσει, ὑπερπερισσεύομαι τῇ χαρᾷ ἐπὶ πάσῃ τῇ θλίψει ἡμῶν.
Καὶ γὰρ ἐλθόντων ἡμῶν εἰς Μακεδονίαν οὐδεμίαν ἔσχηκεν ἄνεσιν ἡ σὰρξ ἡμῶν, ἀλλ᾽ ἐν παντὶ θλιβόμενοι· ἔξωθεν μάχαι, ἔσωθεν φόβοι. Ἀλλ᾽ ὁ παρακαλῶν τοὺς ταπεινοὺς παρεκάλεσεν ἡμᾶς, ὁ Θεός, ἐν τῇ παρουσίᾳ Τίτου· οὐ μόνον δὲ ἐν τῇ παρουσίᾳ αὐτοῦ, ἀλλὰ καὶ ἐν τῇ παρακλήσει ᾗ παρεκλήθη ἐφ᾽ ὑμῖν, ἀναγγέλλων ἡμῖν τὴν ὑμῶν ἐπιπόθησιν, τὸν ὑμῶν ὀδυρμόν, τὸν ὑμῶν ζῆλον ὑπὲρ ἐμοῦ, ὥστε με μᾶλλον χαρῆναι. Ὅτι εἰ καὶ ἐλύπησα ὑμᾶς ἐν τῇ ἐπιστολῇ, οὐ μεταμέλομαι, εἰ καὶ μετεμελόμην· βλέπω 3γὰρ ὅτι ἡ ἐπιστολὴ ἐκείνη, εἰ καὶ πρὸς ὥραν, ἐλύπησεν ὑμᾶς. Νῦν χαίρω, οὐχ ὅτι ἐλυπήθητε, ἀλλ᾽ ὅτι ἐλυπήθητε εἰς μετάνοιαν· ἐλυπήθητε γὰρ κατὰ Θεόν, ἵνα ἐν μηδενὶ ζημιωθῆτε ἐξ ἡμῶν. Ἡ γὰρ κατὰ Θεὸν λύπη μετάνοιαν εἰς σωτηρίαν ἀμεταμέλητον 4κατεργάζεται· ἡ δὲ τοῦ κόσμου λύπη θάνατον κατεργάζεται. Ἰδοὺ γάρ, αὐτὸ τοῦτο, τὸ κατὰ Θεὸν λυπηθῆναι 5ὑμᾶς, πόσην κατειργάσατο ὑμῖν σπουδήν, 6ἀλλὰ ἀπολογίαν, 7ἀλλὰ ἀγανάκτησιν, ἀλλὰ φόβον, 8ἀλλὰ ἐπιπόθησιν, ἀλλὰ ζῆλον, 9ἀλλὰ ἐκδίκησιν. Ἐν παντὶ συνεστήσατε ἑαυτοὺς ἁγνοὺς εἶναι 10ἐν τῷ πράγματι. Ἄρα εἰ καὶ ἔγραψα ὑμῖν, οὐχ 11εἵνεκεν τοῦ ἀδικήσαντος, 12οὐδὲ 13εἵνεκεν τοῦ ἀδικηθέντος, ἀλλ᾽ 14εἵνεκεν τοῦ φανερωθῆναι τὴν σπουδὴν 15ὑμῶν τὴν ὑπὲρ ἡμῶν πρὸς ὑμᾶς ἐνώπιον τοῦ Θεοῦ.
Διὰ τοῦτο παρακεκλήμεθα ἐπὶ 16τῇ παρακλήσει ὑμῶν· περισσοτέρως δὲ μᾶλλον ἐχάρημεν ἐπὶ τῇ χαρᾷ Τίτου, ὅτι ἀναπέπαυται τὸ πνεῦμα αὐτοῦ ἀπὸ πάντων ὑμῶν. Ὅτι εἴ τι αὐτῷ ὑπὲρ ὑμῶν κεκαύχημαι, οὐ κατῃσχύνθην· ἀλλ᾽ ὡς πάντα ἐν ἀληθείᾳ ἐλαλήσαμεν ὑμῖν, οὕτω καὶ ἡ καύχησις ἡμῶν 17ἡ ἐπὶ Τίτου ἀλήθεια ἐγενήθη. Καὶ τὰ σπλάγχνα αὐτοῦ περισσοτέρως εἰς ὑμᾶς ἐστιν, ἀναμιμνῃσκομένου τὴν πάντων ὑμῶν ὑπακοήν, ὡς μετὰ φόβου καὶ τρόμου ἐδέξασθε αὐτόν. 18Χαίρω ὅτι ἐν παντὶ θαρρῶ ἐν ὑμῖν.
Source notes (18)
- Footnote ου προς κατακρισιν ¦ προς κατακρισιν ου CT
- Footnote συζην ¦ συνζην TH WH
- Footnote γαρ ¦ --- SBL WH
- Footnote κατεργαζεται ¦ εργαζεται CT
- Footnote υμας ¦ --- CT
- Footnote αλλα ¦ αλλ NA28
- Footnote αλλα ¦ αλλ NA28
- Footnote αλλα ¦ αλλ NA28 PCK
- Footnote αλλα ¦ αλλ NA28 PCK TR
- Footnote εν ¦ --- CT
- Footnote εινεκεν 𝔐pt ¦ ενεκεν 𝔐pt CT
- Footnote ουδε ¦ αλλ ουδε WH
- Footnote εινεκεν 𝔐pt ¦ ενεκεν 𝔐pt CT
- Footnote εινεκεν 𝔐pt ¦ ενεκεν 𝔐pt CT
- Footnote υμων την υπερ ημων ¦ ημων την υπερ υμων SCR
- Footnote τη παρακλησει υμων περισσοτερως δε 𝔐27 ¦ δε τη παρακλησει υμων περισσοτερως 𝔐1 ANT HF RP ¦ δε τη παρακλησει ημων περισσοτερως CT
- Footnote η ¦ --- WH
- Footnote χαιρω ¦ χαιρω ουν SCR
The Text-Critical Greek New Testament. Public domain. Source: Open.Bible. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.
Full source notice & licence · Public domain · SourceEdition imported 2026-11-09.