Skip to content
BibleKenya

The Text-Critical Greek New Testament

ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β 3

Ministers of the New Covenant

Ἀρχόμεθα πάλιν ἑαυτοὺς συνιστάνειν; 1Εἰ μὴ χρῄζομεν, ὥς τινες, συστατικῶν ἐπιστολῶν πρὸς ὑμᾶς, ἢ ἐξ ὑμῶν 2συστατικῶν; Ἡ ἐπιστολὴ ἡμῶν ὑμεῖς ἐστε, 3ἐγγεγραμμένη ἐν ταῖς καρδίαις ἡμῶν, γινωσκομένη καὶ ἀναγινωσκομένη ὑπὸ πάντων ἀνθρώπων· φανερούμενοι ὅτι ἐστὲ ἐπιστολὴ Χριστοῦ διακονηθεῖσα ὑφ᾽ ἡμῶν, 4ἐγγεγραμμένη οὐ μέλανι, ἀλλὰ πνεύματι Θεοῦ ζῶντος, οὐκ ἐν πλαξὶ λιθίναις, 5ἀλλ᾽ ἐν πλαξὶ 6καρδίαις σαρκίναις.

Πεποίθησιν δὲ τοιαύτην ἔχομεν διὰ τοῦ Χριστοῦ πρὸς τὸν Θεόν· οὐχ ὅτι 7ἱκανοί ἐσμεν ἀφ᾽ ἑαυτῶν λογίσασθαί τι ὡς ἐξ 8ἑαυτῶν, ἀλλ᾽ ἡ ἱκανότης ἡμῶν ἐκ τοῦ Θεοῦ· ὃς καὶ ἱκάνωσεν ἡμᾶς διακόνους καινῆς διαθήκης, οὐ γράμματος, ἀλλὰ πνεύματος· τὸ γὰρ γράμμα 9ἀποκτένει, τὸ δὲ πνεῦμα ζῳοποιεῖ.

Εἰ δὲ ἡ διακονία τοῦ θανάτου ἐν γράμμασιν, ἐντετυπωμένη 10ἐν λίθοις, ἐγενήθη ἐν δόξῃ, ὥστε μὴ δύνασθαι ἀτενίσαι τοὺς υἱοὺς Ἰσραὴλ εἰς τὸ πρόσωπον 11Μωϋσέως διὰ τὴν δόξαν τοῦ προσώπου αὐτοῦ, τὴν καταργουμένην, πῶς οὐχὶ μᾶλλον ἡ διακονία τοῦ πνεύματος ἔσται ἐν δόξῃ; Εἰ γὰρ 12ἡ διακονία τῆς κατακρίσεως δόξα, πολλῷ μᾶλλον περισσεύει ἡ διακονία τῆς δικαιοσύνης 13ἐν δόξῃ. Καὶ γὰρ 14οὐ δεδόξασται τὸ δεδοξασμένον ἐν τούτῳ τῷ μέρει, 15ἕνεκεν τῆς ὑπερβαλλούσης δόξης. Εἰ γὰρ τὸ καταργούμενον, διὰ δόξης, πολλῷ μᾶλλον τὸ μένον, ἐν δόξῃ.

Ἔχοντες οὖν τοιαύτην ἐλπίδα, πολλῇ παρρησίᾳ χρώμεθα· καὶ οὐ καθάπερ 16Μωϋσῆς ἐτίθει κάλυμμα ἐπὶ τὸ πρόσωπον 17ἑαυτοῦ, πρὸς τὸ μὴ ἀτενίσαι τοὺς υἱοὺς Ἰσραὴλ εἰς τὸ τέλος τοῦ καταργουμένου· 18ἀλλ᾽ ἐπωρώθη τὰ νοήματα αὐτῶν· ἄχρι γὰρ τῆς 19σήμερον τὸ αὐτὸ κάλυμμα ἐπὶ τῇ ἀναγνώσει τῆς παλαιᾶς διαθήκης μένει μὴ ἀνακαλυπτόμενον, 20ὅτι ἐν Χριστῷ καταργεῖται. Ἀλλ᾽ ἕως σήμερον, ἡνίκα 21ἀναγινώσκεται 22Μωϋσῆς, κάλυμμα ἐπὶ τὴν καρδίαν αὐτῶν κεῖται. Ἡνίκα 23δ᾽ ἂν ἐπιστρέψῃ πρὸς Κύριον, περιαιρεῖται τὸ κάλυμμα. Ὁ δὲ Κύριος τὸ πνεῦμά ἐστιν· οὗ δὲ τὸ πνεῦμα Κυρίου, 24ἐκεῖ ἐλευθερία. Ἡμεῖς δὲ πάντες, ἀνακεκαλυμμένῳ προσώπῳ τὴν δόξαν Κυρίου κατοπτριζόμενοι, τὴν αὐτὴν εἰκόνα μεταμορφούμεθα ἀπὸ δόξης εἰς δόξαν, καθάπερ ἀπὸ Κυρίου πνεύματος.

Source notes (24)
  1. Footnote ει ¦ η CT SCR
  2. Footnote συστατικων ¦ --- CT
  3. Footnote εγγεγραμμενη ¦ ενγεγραμμενη TH WH
  4. Footnote εγγεγραμμενη ¦ ενγεγραμμενη TH WH
  5. Footnote αλλ ¦ αλλα ANT
  6. Footnote καρδιαις ¦ καρδιας TR
  7. Footnote ικανοι εσμεν αφ εαυτων ¦ αφ εαυτων ικανοι εσμεν CT
  8. Footnote ἑαυτῶν ¦ αὑτῶν SBL WH
  9. Footnote αποκτενει 𝔐pt ¦ αποκτεννει 𝔐pt ANT NA SBL TH ¦ αποκτεινει TR WH
  10. Footnote εν ¦ --- CT
  11. Footnote μωυσεως ¦ μωυσεος PCK ¦ μωσεως TR
  12. Footnote ἡ διακονία ¦ τῇ διακονίᾳ NA SBL TH
  13. Footnote εν ¦ --- CT
  14. Footnote ου ¦ ουδε ANT TR
  15. Footnote ενεκεν ¦ εινεκεν CT PCK
  16. Footnote μωυσης ¦ μωσης TR
  17. Footnote ἑαυτοῦ ¦ αὐτοῦ CT
  18. Footnote αλλ ¦ αλλα NA27 SBL WH
  19. Footnote σημερον ¦ σημερον ημερας CT
  20. Footnote οτι ¦ ο τι RP TR {Note: It is difficult to determine which option is correct from manuscript evidence alone as word breaks are not always clear. Consequently, this is mostly an editorial decision.}
  21. Footnote αναγινωσκεται ¦ αν αναγινωσκηται CT
  22. Footnote μωυσης ¦ μωσης PCK TR
  23. Footnote δ αν ¦ δε εαν NA SBL WH
  24. Footnote εκει ¦ --- CT

The Text-Critical Greek New Testament. Public domain. Source: Open.Bible. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · Public domain · SourceEdition imported 2026-11-09.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.