Skip to content
BibleKenya

The Text-Critical Greek New Testament

ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β 11

Paul and the False Apostles

Ὄφελον ἀνείχεσθέ μου μικρὸν 1τῇ ἀφροσύνῃ· ἀλλὰ καὶ ἀνέχεσθέ μου. Ζηλῶ γὰρ ὑμᾶς Θεοῦ ζήλῳ· ἡρμοσάμην γὰρ ὑμᾶς ἑνὶ ἀνδρὶ παρθένον ἁγνὴν παραστῆσαι τῷ Χριστῷ. Φοβοῦμαι δὲ μήπως ὡς ὁ ὄφις 2Εὔαν ἐξηπάτησεν ἐν τῇ πανουργίᾳ αὐτοῦ, 3οὕτω φθαρῇ τὰ νοήματα ὑμῶν ἀπὸ τῆς 4ἁπλότητος τῆς εἰς τὸν Χριστόν. Εἰ μὲν γὰρ ὁ ἐρχόμενος ἄλλον Ἰησοῦν κηρύσσει ὃν οὐκ ἐκηρύξαμεν, ἢ πνεῦμα ἕτερον λαμβάνετε ὃ οὐκ ἐλάβετε, ἢ εὐαγγέλιον ἕτερον ὃ οὐκ ἐδέξασθε, καλῶς 5ἠνείχεσθε. Λογίζομαι γὰρ μηδὲν ὑστερηκέναι τῶν ὑπὲρ λίαν ἀποστόλων. Εἰ δὲ καὶ ἰδιώτης τῷ λόγῳ, ἀλλ᾽ οὐ τῇ γνώσει· ἀλλ᾽ ἐν παντὶ 6φανερωθέντες ἐν πᾶσιν εἰς ὑμᾶς.

Ἢ ἁμαρτίαν ἐποίησα 7ἐμαυτὸν ταπεινῶν ἵνα ὑμεῖς ὑψωθῆτε, ὅτι δωρεὰν τὸ τοῦ Θεοῦ εὐαγγέλιον εὐηγγελισάμην ὑμῖν; Ἄλλας ἐκκλησίας ἐσύλησα, λαβὼν ὀψώνιον πρὸς τὴν ὑμῶν διακονίαν· καὶ παρὼν πρὸς ὑμᾶς καὶ ὑστερηθείς, οὐ κατενάρκησα 8οὐδενός· τὸ γὰρ ὑστέρημά μου προσανεπλήρωσαν οἱ ἀδελφοί, ἐλθόντες ἀπὸ Μακεδονίας· καὶ ἐν παντὶ ἀβαρῆ 9ὑμῖν ἐμαυτὸν ἐτήρησα καὶ τηρήσω. Ἔστιν ἀλήθεια Χριστοῦ ἐν ἐμοί, ὅτι ἡ καύχησις αὕτη οὐ 10φραγήσεται εἰς ἐμὲ ἐν τοῖς κλίμασι τῆς Ἀχαΐας. Διὰ τί; Ὅτι οὐκ ἀγαπῶ ὑμᾶς; Ὁ Θεὸς οἶδεν.

Ὃ δὲ ποιῶ, καὶ ποιήσω, ἵνα ἐκκόψω τὴν ἀφορμὴν τῶν θελόντων ἀφορμήν, ἵνα ἐν ᾧ καυχῶνται, εὑρεθῶσι καθὼς καὶ ἡμεῖς. Οἱ γὰρ τοιοῦτοι ψευδαπόστολοι, ἐργάται δόλιοι, μετασχηματιζόμενοι εἰς ἀποστόλους Χριστοῦ. Καὶ οὐ 11θαυμαστόν· αὐτὸς γὰρ ὁ Σατανᾶς μετασχηματίζεται εἰς ἄγγελον φωτός. Οὐ μέγα οὖν εἰ καὶ οἱ διάκονοι αὐτοῦ μετασχηματίζονται ὡς διάκονοι δικαιοσύνης, ὧν τὸ τέλος ἔσται κατὰ τὰ ἔργα αὐτῶν.

Paul's Sufferings as an Apostle

Πάλιν λέγω, μή τίς με δόξῃ ἄφρονα εἶναι· εἰ δὲ μήγε, κἂν ὡς ἄφρονα δέξασθέ με, ἵνα 12κἀγὼ μικρόν τι καυχήσωμαι. Ὃ λαλῶ, οὐ 13λαλῶ κατὰ Κύριον, ἀλλ᾽ ὡς ἐν ἀφροσύνῃ, ἐν ταύτῃ τῇ ὑποστάσει τῆς καυχήσεως. Ἐπεὶ πολλοὶ καυχῶνται κατὰ 14τὴν σάρκα, κἀγὼ καυχήσομαι. Ἡδέως γὰρ ἀνέχεσθε τῶν ἀφρόνων, φρόνιμοι ὄντες. Ἀνέχεσθε γάρ, εἴ τις ὑμᾶς καταδουλοῖ, εἴ τις κατεσθίει, εἴ τις λαμβάνει, εἴ τις ἐπαίρεται, εἴ τις 15ὑμᾶς εἰς πρόσωπον 16δέρει. Κατὰ ἀτιμίαν λέγω, ὡς ὅτι ἡμεῖς 17ἠσθενήσαμεν· ἐν ᾧ δ᾽ ἄν τις τολμᾷ—ἐν ἀφροσύνῃ λέγω—τολμῶ κἀγώ. Ἑβραῖοί εἰσι; Κἀγώ. 18Ἰσραηλῖταί εἰσι; Κἀγώ. Σπέρμα Ἀβραάμ εἰσι; Κἀγώ. Διάκονοι Χριστοῦ εἰσι;—παραφρονῶν λαλῶ—Ὑπὲρ ἐγώ. Ἐν κόποις περισσοτέρως, ἐν 19πληγαῖς ὑπερβαλλόντως, ἐν φυλακαῖς περισσοτέρως, ἐν θανάτοις πολλάκις, ὑπὸ Ἰουδαίων πεντάκις 20τεσσαράκοντα παρὰ μίαν ἔλαβον. Τρὶς 21ἐραβδίσθην, ἅπαξ ἐλιθάσθην, τρὶς ἐναυάγησα, νυχθήμερον ἐν τῷ βυθῷ πεποίηκα· ὁδοιπορίαις πολλάκις, κινδύνοις ποταμῶν, κινδύνοις λῃστῶν, κινδύνοις ἐκ γένους, κινδύνοις ἐξ ἐθνῶν, κινδύνοις ἐν πόλει, κινδύνοις ἐν ἐρημίᾳ, κινδύνοις ἐν θαλάσσῃ, κινδύνοις ἐν ψευδαδέλφοις· 22ἐν κόπῳ καὶ μόχθῳ, ἐν ἀγρυπνίαις πολλάκις, ἐν λιμῷ καὶ δίψει, ἐν νηστείαις πολλάκις, ἐν ψύχει καὶ γυμνότητι. Χωρὶς τῶν παρεκτός, ἡ 23ἐπισύστασίς 24μου ἡ καθ᾽ ἡμέραν, ἡ μέριμνα πασῶν τῶν ἐκκλησιῶν. Τίς ἀσθενεῖ, καὶ οὐκ ἀσθενῶ; Τίς σκανδαλίζεται, καὶ οὐκ ἐγὼ πυροῦμαι;

Εἰ καυχᾶσθαι δεῖ, τὰ τῆς ἀσθενείας μου καυχήσομαι. Ὁ Θεὸς καὶ πατὴρ τοῦ 25Κυρίου Ἰησοῦ 26Χριστοῦ οἶδεν, ὁ ὢν εὐλογητὸς εἰς τοὺς αἰῶνας, ὅτι οὐ ψεύδομαι. Ἐν Δαμασκῷ ὁ ἐθνάρχης Ἀρέτα τοῦ βασιλέως ἐφρούρει τὴν 27Δαμασκηνῶν πόλιν, πιάσαι με 28θέλων· καὶ διὰ θυρίδος ἐν σαργάνῃ ἐχαλάσθην διὰ τοῦ τείχους καὶ ἐξέφυγον τὰς χεῖρας αὐτοῦ.

Source notes (28)
  1. Footnote τη αφροσυνη ¦ τι αφροσυνης CT
  2. Footnote ευαν εξηπατησεν ¦ εξηπατησεν ευαν CT
  3. Footnote ουτω φθαρη 86.6% ¦ ουτω φθαρει MSS 8.3% ¦ φθαρη CT 2%
  4. Footnote απλοτητος 94% ¦ απλοτητος και της αγνοτητος CT 4%
  5. Footnote ηνειχεσθε 𝔐18 ¦ ανειχεσθε 𝔐13 ANT HF TH ¦ ανεχεσθε NA SBL WH
  6. Footnote φανερωθεντες 94.5% ¦ φανερωσαντες CT 1.3%
  7. Footnote εμαυτον ¦ εαυτον PCK
  8. Footnote ουδενος ¦ ουθενος CT
  9. Footnote υμιν εμαυτον ¦ εμαυτον υμιν CT
  10. Footnote φραγησεται ¦ σφραγισεται ST
  11. Footnote θαυμαστον ¦ θαυμα CT
  12. Footnote καγω μικρον τι ¦ μικρον τι καγω TR
  13. Footnote λαλω κατα κυριον ¦ κατα κυριον λαλω CT
  14. Footnote την ¦ --- NA SBL TH
  15. Footnote υμας εις προσωπον ¦ εις προσωπον υμας CT
  16. Footnote δερει ¦ δαιρει PCK
  17. Footnote ησθενησαμεν ¦ ησθενηκαμεν CT
  18. Footnote ισραηλιται ¦ ισραηλειται TH WH
  19. Footnote πληγαις υπερβαλλοντως εν φυλακαις περισσοτερως 93.6% ¦ φυλακαις περισσοτερως εν πληγαις υπερβαλλοντως CT 1.6%
  20. Footnote τεσσαρακοντα ¦ τεσσερακοντα CT
  21. Footnote εραβδισθην ¦ ερραβδισθην ANT NA PCK TR
  22. Footnote εν ¦ --- CT
  23. Footnote επισυστασις ¦ επιστασις CT
  24. Footnote μου ¦ μοι CT
  25. Footnote κυριου ¦ κυριου ημων ANT TR
  26. Footnote χριστου ¦ --- CT
  27. Footnote δαμασκηνων πολιν ¦ πολιν δαμασκηνων CT
  28. Footnote θελων ¦ --- NA SBL WH

The Text-Critical Greek New Testament. Public domain. Source: Open.Bible. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · Public domain · SourceEdition imported 2026-11-09.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.