The Text-Critical Greek New Testament
ΠΡΟΣ ΤΙΜΟΘΕΟΝ Α 3
Qualifications for Overseers
Πιστὸς ὁ λόγος· εἴ τις ἐπισκοπῆς ὀρέγεται, καλοῦ ἔργου ἐπιθυμεῖ. Δεῖ οὖν τὸν ἐπίσκοπον 1ἀνεπίληπτον εἶναι, μιᾶς γυναικὸς ἄνδρα, 2νηφάλεον, σώφρονα, κόσμιον, φιλόξενον, διδακτικόν· μὴ πάροινον, μὴ πλήκτην, 3μὴ αἰσχροκερδῆ, 4ἀλλ᾽ ἐπιεικῆ, ἄμαχον, ἀφιλάργυρον· τοῦ ἰδίου οἴκου καλῶς προϊστάμενον, τέκνα ἔχοντα ἐν ὑποταγῇ μετὰ πάσης σεμνότητος. Εἰ δέ τις τοῦ ἰδίου οἴκου προστῆναι οὐκ οἶδε, πῶς ἐκκλησίας Θεοῦ ἐπιμελήσεται; Μὴ νεόφυτον, ἵνα μὴ τυφωθεὶς εἰς κρίμα ἐμπέσῃ τοῦ διαβόλου. Δεῖ δὲ 5αὐτὸν καὶ μαρτυρίαν καλὴν ἔχειν ἀπὸ τῶν ἔξωθεν, ἵνα μὴ εἰς ὀνειδισμὸν ἐμπέσῃ καὶ παγίδα τοῦ διαβόλου.
Qualifications for Deacons
Διακόνους ὡσαύτως σεμνούς, μὴ διλόγους, μὴ οἴνῳ πολλῷ προσέχοντας, μὴ αἰσχροκερδεῖς, ἔχοντας τὸ μυστήριον τῆς πίστεως ἐν καθαρᾷ συνειδήσει. Καὶ οὗτοι δὲ δοκιμαζέσθωσαν πρῶτον, εἶτα διακονείτωσαν, ἀνέγκλητοι ὄντες. Γυναῖκας ὡσαύτως σεμνάς, μὴ διαβόλους, 6νηφαλέους, πιστὰς ἐν πᾶσι. Διάκονοι ἔστωσαν μιᾶς γυναικὸς ἄνδρες, τέκνων καλῶς προϊστάμενοι καὶ τῶν ἰδίων οἴκων. Οἱ γὰρ καλῶς διακονήσαντες βαθμὸν ἑαυτοῖς καλὸν περιποιοῦνται, καὶ πολλὴν παρρησίαν ἐν πίστει τῇ ἐν Χριστῷ Ἰησοῦ.
The Mystery of Godliness
Ταῦτά σοι γράφω, ἐλπίζων ἐλθεῖν πρός σε 7τάχιον· ἐὰν δὲ βραδύνω, ἵνα εἰδῇς πῶς δεῖ ἐν οἴκῳ Θεοῦ ἀναστρέφεσθαι, ἥτις ἐστὶν ἐκκλησία Θεοῦ ζῶντος, στύλος καὶ ἑδραίωμα τῆς ἀληθείας. Καὶ ὁμολογουμένως μέγα ἐστὶ τὸ τῆς εὐσεβείας μυστήριον· 8
Θεὸς ἐφανερώθη ἐν σαρκί,
ἐδικαιώθη ἐν πνεύματι,
ὤφθη ἀγγέλοις,
ἐκηρύχθη ἐν ἔθνεσιν,
ἐπιστεύθη ἐν κόσμῳ, 9
ἀνελήφθη ἐν δόξῃ.
Source notes (9)
- Footnote ανεπιληπτον ¦ ανεπιλημπτον CT
- Footnote νηφαλεον 𝔐pt ¦ νηφαλιον 𝔐pt ANT CT PCK SCR
- Footnote μη αισχροκερδη 69.5% ¦ --- CT 29.5%
- Footnote αλλ ¦ αλλα NA27 SBL TH WH
- Footnote αυτον ¦ --- CT
- Footnote νηφαλεους 𝔐pt ¦ νηφαλιους 𝔐pt ANT CT PCK SCR
- Footnote ταχιον 90.4% ¦ εν ταχει NA SBL WH 1.7%
- Footnote θεος ¦ ος CT
- Footnote ανεληφθη ¦ ανελημφθη CT
The Text-Critical Greek New Testament. Public domain. Source: Open.Bible. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.
Full source notice & licence · Public domain · SourceEdition imported 2026-11-09.