Skip to content
BibleKenya

The Text-Critical Greek New Testament

ΙΩΑΝΝΟΥ Α 3

Ἴδετε ποταπὴν ἀγάπην δέδωκεν ἡμῖν ὁ πατήρ, ἵνα τέκνα Θεοῦ 1κληθῶμεν. Διὰ τοῦτο ὁ κόσμος οὐ γινώσκει 2ὑμᾶς, ὅτι οὐκ ἔγνω αὐτόν. Ἀγαπητοί, νῦν τέκνα Θεοῦ ἐσμεν, καὶ οὔπω ἐφανερώθη τί ἐσόμεθα· οἴδαμεν 3δὲ ὅτι ἐὰν φανερωθῇ, ὅμοιοι αὐτῷ ἐσόμεθα, ὅτι ὀψόμεθα αὐτὸν καθώς ἐστι. Καὶ πᾶς ὁ ἔχων τὴν ἐλπίδα ταύτην ἐπ᾽ αὐτῷ ἁγνίζει ἑαυτόν, καθὼς ἐκεῖνος ἁγνός ἐστι.

Πᾶς ὁ ποιῶν τὴν ἁμαρτίαν, καὶ τὴν ἀνομίαν ποιεῖ· καὶ ἡ ἁμαρτία ἐστὶν ἡ ἀνομία. Καὶ οἴδατε ὅτι ἐκεῖνος ἐφανερώθη, ἵνα τὰς ἁμαρτίας 4ἡμῶν ἄρῃ· καὶ ἁμαρτία ἐν αὐτῷ οὐκ ἔστι. Πᾶς ὁ ἐν αὐτῷ μένων οὐχ ἁμαρτάνει· 5πᾶς ὁ ἁμαρτάνων οὐχ ἑώρακεν αὐτόν, οὐδὲ ἔγνωκεν αὐτόν. 6Τεκνία, μηδεὶς πλανάτω ὑμᾶς· ὁ ποιῶν τὴν δικαιοσύνην δίκαιός ἐστι, καθὼς ἐκεῖνος δίκαιός ἐστιν· ὁ ποιῶν τὴν ἁμαρτίαν ἐκ τοῦ διαβόλου ἐστίν, ὅτι ἀπ᾽ ἀρχῆς ὁ διάβολος ἁμαρτάνει. Εἰς τοῦτο ἐφανερώθη ὁ υἱὸς τοῦ Θεοῦ, ἵνα λύσῃ τὰ ἔργα τοῦ διαβόλου. Πᾶς ὁ γεγεννημένος ἐκ τοῦ Θεοῦ ἁμαρτίαν οὐ ποιεῖ, ὅτι σπέρμα αὐτοῦ ἐν αὐτῷ μένει· καὶ οὐ δύναται ἁμαρτάνειν, ὅτι ἐκ τοῦ Θεοῦ γεγέννηται. Ἐν τούτῳ φανερά ἐστι τὰ τέκνα τοῦ Θεοῦ καὶ τὰ τέκνα τοῦ διαβόλου· πᾶς ὁ μὴ ποιῶν δικαιοσύνην οὐκ ἔστιν ἐκ τοῦ Θεοῦ, καὶ ὁ μὴ ἀγαπῶν τὸν ἀδελφὸν αὐτοῦ.

Love One Another

Ὅτι αὕτη ἐστὶν ἡ ἀγγελία ἣν ἠκούσατε ἀπ᾽ ἀρχῆς, ἵνα ἀγαπῶμεν ἀλλήλους· οὐ καθὼς Κάϊν ἐκ τοῦ πονηροῦ ἦν, καὶ ἔσφαξε τὸν ἀδελφὸν αὐτοῦ. Καὶ χάριν τίνος ἔσφαξεν αὐτόν; Ὅτι τὰ ἔργα αὐτοῦ πονηρὰ ἦν, τὰ δὲ τοῦ ἀδελφοῦ αὐτοῦ δίκαια. 7Μὴ θαυμάζετε, ἀδελφοί 8μου, εἰ μισεῖ ὑμᾶς ὁ κόσμος· ἡμεῖς οἴδαμεν ὅτι μεταβεβήκαμεν ἐκ τοῦ θανάτου εἰς τὴν ζωήν, ὅτι ἀγαπῶμεν τοὺς ἀδελφούς. Ὁ μὴ ἀγαπῶν 9τὸν ἀδελφόν, μένει ἐν τῷ θανάτῳ. Πᾶς ὁ μισῶν τὸν ἀδελφὸν αὐτοῦ ἀνθρωποκτόνος ἐστί· καὶ οἴδατε ὅτι πᾶς ἀνθρωποκτόνος οὐκ ἔχει ζωὴν αἰώνιον ἐν 10ἑαυτῷ μένουσαν.

Ἐν τούτῳ ἐγνώκαμεν τὴν 11ἀγάπην, ὅτι ἐκεῖνος ὑπὲρ ἡμῶν τὴν ψυχὴν αὐτοῦ ἔθηκε· καὶ ἡμεῖς ὀφείλομεν ὑπὲρ τῶν ἀδελφῶν τὰς ψυχὰς 12τιθέναι. Ὃς δ᾽ ἂν ἔχῃ τὸν βίον τοῦ κόσμου, καὶ 13θεωρῇ τὸν ἀδελφὸν αὐτοῦ χρείαν ἔχοντα, καὶ κλείσῃ τὰ σπλάγχνα αὐτοῦ ἀπ᾽ αὐτοῦ, πῶς ἡ ἀγάπη τοῦ Θεοῦ μένει ἐν αὐτῷ; Τεκνία 14μου, μὴ ἀγαπῶμεν λόγῳ μηδὲ 15τῇ γλώσσῃ, 16ἀλλ᾽ 17ἐν ἔργῳ καὶ ἀληθείᾳ. 18

Καὶ ἐν τούτῳ 19γινώσκομεν ὅτι ἐκ τῆς ἀληθείας ἐσμέν, καὶ ἔμπροσθεν αὐτοῦ 20πείσομεν 21τὰς καρδίας ἡμῶν, ὅτι ἐὰν καταγινώσκῃ ἡμῶν ἡ καρδία, ὅτι μείζων ἐστὶν ὁ Θεὸς τῆς καρδίας ἡμῶν, καὶ γινώσκει πάντα. Ἀγαπητοί, ἐὰν ἡ καρδία 22ἡμῶν μὴ καταγινώσκῃ ἡμῶν, παρρησίαν ἔχομεν πρὸς τὸν Θεόν, καὶ ὃ 23ἐὰν αἰτῶμεν, λαμβάνομεν 24παρ᾽ αὐτοῦ, ὅτι τὰς ἐντολὰς αὐτοῦ τηροῦμεν, καὶ τὰ ἀρεστὰ ἐνώπιον αὐτοῦ ποιοῦμεν. Καὶ αὕτη ἐστὶν ἡ ἐντολὴ αὐτοῦ, ἵνα 25πιστεύσωμεν τῷ ὀνόματι τοῦ υἱοῦ αὐτοῦ Ἰησοῦ Χριστοῦ, καὶ ἀγαπῶμεν ἀλλήλους, καθὼς ἔδωκεν 26ἐντολήν. Καὶ ὁ τηρῶν τὰς ἐντολὰς αὐτοῦ ἐν αὐτῷ μένει, καὶ αὐτὸς ἐν αὐτῷ. 27Καὶ ἐν τούτῳ γινώσκομεν ὅτι μένει ἐν ἡμῖν, ἐκ τοῦ πνεύματος οὗ ἡμῖν ἔδωκεν.

Source notes (27)
  1. Footnote κληθωμεν 83.5% ¦ κληθωμεν και εσμεν CT 13.4%
  2. Footnote υμας ¦ ημας CT PCK TR
  3. Footnote δε ¦ --- CT
  4. Footnote ημων ¦ --- CT
  5. Footnote πας ¦ και πας PCK
  6. Footnote τεκνια ¦ παιδια ECM NA28
  7. Footnote μη ¦ και μη ECM NA
  8. Footnote μου ¦ --- CT
  9. Footnote τον αδελφον 79.9% ¦ τον αδελφον αυτου MSS 15.2% ¦ --- CT 3.7%
  10. Footnote ἑαυτῷ ¦ αὐτῷ ECM NA SBL TR WH
  11. Footnote αγαπην ¦ αγαπην του θεου SCR
  12. Footnote τιθεναι ¦ θειναι CT
  13. Footnote θεωρη 𝔐10 ¦ θεωρει 𝔐11
  14. Footnote μου ¦ --- CT
  15. Footnote τη ¦ --- TR
  16. Footnote αλλ ¦ αλλα NA27 SBL TH WH
  17. Footnote εν 𝔐10 ¦ --- 𝔐11 TR
  18. Footnote και ¦ --- SBL WH
  19. Footnote γινωσκομεν ¦ γνωσομεθα CT
  20. Footnote πεισομεν ¦ πεισωμεν PCK
  21. Footnote τας καρδιας ¦ την καρδιαν ECM NA SBL WH
  22. Footnote ημων μη καταγινωσκη ημων ¦ ημων μη καταγινωσκη ECM NA ¦ μη καταγινωσκη ημων SBL TH ¦ μη καταγινωσκη WH
  23. Footnote εαν ¦ αν WH
  24. Footnote παρ ¦ απ CT
  25. Footnote πιστευσωμεν 66.2% ¦ πιστευωμεν TH 26.8% ¦ πιστευομεν MSS 5.4%
  26. Footnote εντολην ¦ εντολην ημιν CT TR
  27. Footnote και ¦ --- PCK

The Text-Critical Greek New Testament. Public domain. Source: Open.Bible. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · Public domain · SourceEdition imported 2026-11-09.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.