The Text-Critical Greek New Testament
ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α 9
The Rights of an Apostle
Οὐκ εἰμὶ 1ἀπόστολος; Οὐκ εἰμὶ ἐλεύθερος; Οὐχὶ Ἰησοῦν 2Χριστὸν τὸν Κύριον ἡμῶν 3ἑώρακα; Οὐ τὸ ἔργον μου ὑμεῖς ἐστε ἐν Κυρίῳ; Εἰ ἄλλοις οὐκ εἰμὶ ἀπόστολος, ἀλλά γε ὑμῖν εἰμι· ἡ γὰρ σφραγὶς 4τῆς ἐμῆς ἀποστολῆς ὑμεῖς ἐστε ἐν Κυρίῳ.
Ἡ ἐμὴ ἀπολογία τοῖς ἐμὲ ἀνακρίνουσιν 5αὕτη ἐστί. Μὴ οὐκ ἔχομεν ἐξουσίαν φαγεῖν καὶ 6πιεῖν; Μὴ οὐκ ἔχομεν ἐξουσίαν ἀδελφὴν γυναῖκα περιάγειν, ὡς καὶ οἱ λοιποὶ ἀπόστολοι, καὶ οἱ ἀδελφοὶ τοῦ Κυρίου, καὶ Κηφᾶς; Ἢ μόνος ἐγὼ καὶ Βαρνάβας οὐκ ἔχομεν ἐξουσίαν 7τοῦ μὴ ἐργάζεσθαι; Τίς στρατεύεται ἰδίοις ὀψωνίοις ποτέ; Τίς φυτεύει ἀμπελῶνα, καὶ 8ἐκ τοῦ καρποῦ αὐτοῦ οὐκ ἐσθίει; 9Ἢ τίς ποιμαίνει ποίμνην, καὶ ἐκ τοῦ γάλακτος τῆς ποίμνης οὐκ ἐσθίει;
Μὴ κατὰ ἄνθρωπον ταῦτα λαλῶ; Ἢ 10οὐχὶ καὶ ὁ νόμος ταῦτα λέγει; Ἐν γὰρ τῷ 11Μωσέως νόμῳ γέγραπται, Οὐ 12φιμώσεις βοῦν ἀλοῶντα. Μὴ τῶν βοῶν μέλει τῷ Θεῷ; Ἢ δι᾽ ἡμᾶς πάντως λέγει; Δι᾽ ἡμᾶς γὰρ ἐγράφη, ὅτι 13ἐπ᾽ ἐλπίδι ὀφείλει ὁ ἀροτριῶν ἀροτριᾷν, καὶ ὁ ἀλοῶν 14τῆς ἐλπίδος αὐτοῦ μετέχειν ἐπ᾽ ἐλπίδι. Εἰ ἡμεῖς ὑμῖν τὰ πνευματικὰ ἐσπείραμεν, μέγα εἰ ἡμεῖς ὑμῶν τὰ σαρκικὰ θερίσομεν; Εἰ ἄλλοι τῆς 15ἐξουσίας ὑμῶν μετέχουσιν, οὐ μᾶλλον ἡμεῖς;
Ἀλλ᾽ οὐκ ἐχρησάμεθα τῇ ἐξουσίᾳ ταύτῃ, ἀλλὰ πάντα στέγομεν, ἵνα μὴ 16ἐγκοπήν τινα δῶμεν τῷ εὐαγγελίῳ τοῦ Χριστοῦ. Οὐκ οἴδατε ὅτι οἱ τὰ ἱερὰ ἐργαζόμενοι 17ἐκ τοῦ ἱεροῦ ἐσθίουσιν, οἱ τῷ θυσιαστηρίῳ 18προσεδρεύοντες τῷ θυσιαστηρίῳ 19συμμερίζονται; Οὕτω καὶ ὁ Κύριος διέταξε τοῖς τὸ εὐαγγέλιον καταγγέλλουσιν ἐκ τοῦ εὐαγγελίου ζῇν.
Ἐγὼ δὲ 20οὐδενὶ ἐχρησάμην τούτων· οὐκ ἔγραψα δὲ ταῦτα ἵνα οὕτω γένηται ἐν ἐμοί· καλὸν γάρ μοι μᾶλλον ἀποθανεῖν, ἢ τὸ καύχημά μου 21ἵνα τις κενώσῃ. Ἐὰν γὰρ εὐαγγελίζωμαι, οὐκ ἔστι μοι καύχημα· ἀνάγκη γάρ μοι ἐπίκειται· οὐαὶ 22δὲ μοί ἐστιν, ἐὰν μὴ 23εὐαγγελίζωμαι. Εἰ γὰρ ἑκὼν τοῦτο πράσσω, μισθὸν ἔχω· εἰ δὲ ἄκων, οἰκονομίαν πεπίστευμαι. Τίς οὖν 24μοί ἐστιν ὁ μισθός; Ἵνα εὐαγγελιζόμενος ἀδάπανον θήσω τὸ εὐαγγέλιον 25τοῦ Χριστοῦ, εἰς τὸ μὴ καταχρήσασθαι τῇ ἐξουσίᾳ μου ἐν τῷ εὐαγγελίῳ.
Ἐλεύθερος γὰρ ὢν ἐκ πάντων, πᾶσιν ἐμαυτὸν ἐδούλωσα, ἵνα τοὺς πλείονας κερδήσω. Καὶ ἐγενόμην τοῖς Ἰουδαίοις ὡς Ἰουδαῖος, ἵνα Ἰουδαίους κερδήσω· τοῖς ὑπὸ νόμον ὡς ὑπὸ 26νόμον, ἵνα τοὺς ὑπὸ νόμον κερδήσω· τοῖς ἀνόμοις ὡς ἄνομος, μὴ ὢν ἄνομος 27Θεῷ ἀλλ᾽ ἔννομος 28Χριστῷ, ἵνα 29κερδήσω 30ἀνόμους. Ἐγενόμην τοῖς ἀσθενέσιν 31ὡς ἀσθενής, ἵνα τοὺς ἀσθενεῖς κερδήσω. Τοῖς πᾶσι γέγονα 32τὰ πάντα, ἵνα πάντως τινὰς σώσω. 33Τοῦτο δὲ ποιῶ διὰ τὸ εὐαγγέλιον, ἵνα 34συγκοινωνὸς αὐτοῦ γένωμαι.
Οὐκ οἴδατε ὅτι οἱ ἐν σταδίῳ τρέχοντες πάντες μὲν τρέχουσιν, εἷς δὲ λαμβάνει τὸ βραβεῖον; Οὕτω τρέχετε, ἵνα καταλάβητε. Πᾶς δὲ ὁ ἀγωνιζόμενος πάντα ἐγκρατεύεται· ἐκεῖνοι μὲν οὖν ἵνα φθαρτὸν στέφανον λάβωσιν, ἡμεῖς δὲ ἄφθαρτον. Ἐγὼ τοίνυν οὕτω τρέχω ὡς οὐκ ἀδήλως· οὕτω πυκτεύω, ὡς οὐκ ἀέρα 35δέρων· 36ἀλλ᾽ 37ὑποπιάζω μου τὸ σῶμα καὶ δουλαγωγῶ, μήπως, ἄλλοις κηρύξας, αὐτὸς ἀδόκιμος γένωμαι.
Source notes (37)
- Footnote αποστολος ουκ ειμι ελευθερος 92% ¦ ελευθερος ουκ ειμι αποστολος CT 5.8%
- Footnote χριστον ¦ --- CT
- Footnote εωρακα ¦ εορακα NA SBL WH
- Footnote της εμης ¦ μου της CT
- Footnote αυτη εστι ¦ εστιν αυτη CT
- Footnote πιειν ¦ πειν NA SBL WH
- Footnote του ¦ --- CT
- Footnote εκ του καρπου ¦ τον καρπον CT
- Footnote η ¦ --- SBL
- Footnote ουχι και ο νομος ταυτα ¦ και ο νομος ταυτα ου CT
- Footnote μωσεως 𝔐19 ¦ μωυσεως 𝔐5 CT HF RP
- Footnote φιμωσεις ¦ κημωσεις NA SBL
- Footnote επ ελπιδι οφειλει ¦ οφειλει επ ελπιδι CT
- Footnote της ελπιδος αυτου μετεχειν επ ελπιδι 90.1% ¦ επ ελπιδι του μετεχειν CT 3.5%
- Footnote εξουσιας υμων ¦ υμων εξουσιας CT
- Footnote εγκοπην τινα 𝔐pt ¦ εγκοπην τινα 𝔐pt ¦ τινα εγκοπην NA SBL TH ¦ τινα ενκοπην WH
- Footnote εκ ¦ τα εκ CT
- Footnote προσεδρευοντες ¦ παρεδρευοντες CT
- Footnote συμμεριζονται ¦ συνμεριζονται WH
- Footnote ουδενι εχρησαμην ¦ ου κεχρημαι ουδενι CT
- Footnote ινα τις κενωση ¦ ουδεις κενωσει CT
- Footnote δε ¦ γαρ CT
- Footnote ευαγγελιζωμαι ¦ ευαγγελισωμαι NA SBL WH
- Footnote μοι 80.3% ¦ μου CT 13.3%
- Footnote του χριστου ¦ --- CT
- Footnote νομον 92.1% ¦ νομον μη ων αυτος υπο νομον CT 6.9%
- Footnote θεω ¦ θεου CT
- Footnote χριστω ¦ χριστου CT
- Footnote κερδησω ¦ κερδανω CT
- Footnote ανομους ¦ τους ανομους CT
- Footnote ως ¦ --- CT
- Footnote τα ¦ --- CT
- Footnote τουτο 91.4% ¦ παντα CT 7.4%
- Footnote συγκοινωνος ¦ συνκοινωνος TH WH
- Footnote δερων ¦ δαιρων PCK
- Footnote αλλ ¦ αλλα NA27 SBL WH
- Footnote υποπιαζω 𝔐18 ¦ υπωπιαζω 𝔐9 CT HF PCK RP TR
The Text-Critical Greek New Testament. Public domain. Source: Open.Bible. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.
Full source notice & licence · Public domain · SourceEdition imported 2026-11-09.