The Text-Critical Greek New Testament
ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α 7
Principles of Marriage
Περὶ δὲ ὧν ἐγράψατέ 1μοι, καλὸν ἀνθρώπῳ γυναικὸς μὴ ἅπτεσθαι. Διὰ δὲ τὰς πορνείας ἕκαστος τὴν ἑαυτοῦ γυναῖκα ἐχέτω, καὶ ἑκάστη τὸν ἴδιον ἄνδρα ἐχέτω. Τῇ γυναικὶ ὁ ἀνὴρ τὴν 2ὀφειλομένην εὔνοιαν ἀποδιδότω· ὁμοίως δὲ καὶ ἡ γυνὴ τῷ ἀνδρί. Ἡ γυνὴ τοῦ ἰδίου σώματος οὐκ ἐξουσιάζει, 3ἀλλ᾽ ὁ ἀνήρ· ὁμοίως δὲ καὶ ὁ ἀνὴρ τοῦ ἰδίου σώματος οὐκ ἐξουσιάζει, 4ἀλλ᾽ ἡ γυνή. Μὴ ἀποστερεῖτε ἀλλήλους, εἰ μήτι ἂν ἐκ συμφώνου πρὸς καιρόν, ἵνα 5σχολάζητε 6τῇ νηστείᾳ καὶ τῇ προσευχῇ, καὶ πάλιν ἐπὶ τὸ αὐτὸ 7συνέρχησθε, ἵνα μὴ πειράζῃ ὑμᾶς ὁ Σατανᾶς διὰ τὴν ἀκρασίαν ὑμῶν. Τοῦτο δὲ λέγω κατὰ 8συγγνώμην, οὐ κατ᾽ ἐπιταγήν. Θέλω 9γὰρ πάντας ἀνθρώπους εἶναι ὡς καὶ ἐμαυτόν· 10ἀλλ᾽ ἕκαστος ἴδιον 11χάρισμα ἔχει ἐκ Θεοῦ, 12ὃς μὲν οὕτως, ὃς δὲ οὕτως.
Λέγω δὲ τοῖς ἀγάμοις καὶ ταῖς χήραις, καλὸν αὐτοῖς 13ἐστιν ἐὰν μείνωσιν ὡς κἀγώ. Εἰ δὲ οὐκ ἐγκρατεύονται, γαμησάτωσαν· 14κρεῖσσον γάρ ἐστι 15γαμῆσαι ἢ πυροῦσθαι.
Τοῖς δὲ γεγαμηκόσι παραγγέλλω, οὐκ ἐγώ, 16ἀλλ᾽ ὁ Κύριος, γυναῖκα ἀπὸ ἀνδρὸς μὴ χωρισθῆναι· ἐὰν δὲ καὶ χωρισθῇ, μενέτω ἄγαμος, ἢ τῷ ἀνδρὶ καταλλαγήτω—καὶ ἄνδρα γυναῖκα μὴ ἀφιέναι.
Τοῖς δὲ λοιποῖς 17ἐγὼ λέγω, οὐχ ὁ Κύριος· εἴ τις ἀδελφὸς γυναῖκα ἔχει ἄπιστον, καὶ 18αὐτὴ συνευδοκεῖ οἰκεῖν μετ᾽ αὐτοῦ, μὴ ἀφιέτω αὐτήν. Καὶ γυνὴ 19ἥτις ἔχει ἄνδρα ἄπιστον, καὶ 20αὐτὸς συνευδοκεῖ οἰκεῖν μετ᾽ αὐτῆς, μὴ ἀφιέτω 21αὐτόν. Ἡγίασται γὰρ ὁ ἀνὴρ ὁ ἄπιστος ἐν τῇ γυναικί, καὶ ἡγίασται ἡ γυνὴ ἡ ἄπιστος ἐν τῷ 22ἀνδρί· ἐπεὶ ἄρα τὰ τέκνα ὑμῶν ἀκάθαρτά ἐστι, νῦν δὲ ἅγιά ἐστιν. Εἰ δὲ ὁ ἄπιστος χωρίζεται, χωριζέσθω. Οὐ δεδούλωται ὁ ἀδελφὸς ἢ ἡ ἀδελφὴ ἐν τοῖς τοιούτοις· ἐν δὲ εἰρήνῃ κέκληκεν 23ἡμᾶς ὁ Θεός. Τί γὰρ οἶδας, γύναι, εἰ τὸν ἄνδρα σώσεις; Ἢ τί οἶδας, ἄνερ, εἰ τὴν γυναῖκα σώσεις;
Live the Life Assigned to You
Εἰ μὴ ἑκάστῳ ὡς 24ἐμέρισεν ὁ 25Θεός, ἕκαστον ὡς κέκληκεν ὁ 26Κύριος, οὕτω περιπατείτω. Καὶ οὕτως ἐν ταῖς ἐκκλησίαις πάσαις διατάσσομαι. Περιτετμημένος τις ἐκλήθη; Μὴ ἐπισπάσθω. Ἐν ἀκροβυστίᾳ 27τις ἐκλήθη; Μὴ περιτεμνέσθω. Ἡ περιτομὴ οὐδέν ἐστι, καὶ ἡ ἀκροβυστία οὐδέν ἐστιν, ἀλλὰ τήρησις ἐντολῶν Θεοῦ. Ἕκαστος ἐν τῇ κλήσει ᾗ ἐκλήθη, ἐν ταύτῃ μενέτω. Δοῦλος ἐκλήθης; Μή σοι μελέτω· ἀλλ᾽ εἰ καὶ δύνασαι ἐλεύθερος γενέσθαι, μᾶλλον χρῆσαι. Ὁ γὰρ ἐν Κυρίῳ κληθεὶς δοῦλος, ἀπελεύθερος Κυρίου ἐστίν· ὁμοίως 28καὶ ὁ ἐλεύθερος κληθείς, δοῦλός ἐστι Χριστοῦ. Τιμῆς ἠγοράσθητε· μὴ 29γίνεσθε δοῦλοι ἀνθρώπων. Ἕκαστος ἐν ᾧ ἐκλήθη, ἀδελφοί, ἐν τούτῳ μενέτω παρὰ 30Θεῷ.
The Unmarried and the Widowed
Περὶ δὲ τῶν παρθένων ἐπιταγὴν Κυρίου οὐκ ἔχω· γνώμην δὲ δίδωμι ὡς ἠλεημένος ὑπὸ Κυρίου πιστὸς εἶναι. Νομίζω οὖν τοῦτο καλὸν ὑπάρχειν διὰ τὴν ἐνεστῶσαν ἀνάγκην, ὅτι καλὸν ἀνθρώπῳ τὸ οὕτως εἶναι. Δέδεσαι γυναικί; Μὴ ζήτει λύσιν. Λέλυσαι ἀπὸ γυναικός; Μὴ ζήτει γυναῖκα. Ἐὰν δὲ καὶ 31γήμῃς, οὐχ ἥμαρτες· καὶ ἐὰν γήμῃ ἡ παρθένος, οὐχ ἥμαρτε. Θλίψιν δὲ τῇ σαρκὶ ἕξουσιν οἱ τοιοῦτοι· ἐγὼ δὲ ὑμῶν φείδομαι. Τοῦτο δέ φημι, 32ἀδελφοί, ὁ καιρὸς συνεσταλμένος· 33τὸ λοιπόν ἐστιν ἵνα καὶ οἱ ἔχοντες γυναῖκας ὡς μὴ ἔχοντες ὦσι· καὶ οἱ κλαίοντες, ὡς μὴ κλαίοντες· καὶ οἱ χαίροντες, ὡς μὴ χαίροντες· καὶ οἱ ἀγοράζοντες, ὡς μὴ κατέχοντες· καὶ οἱ χρώμενοι 34τῷ κόσμῳ τούτῳ, ὡς μὴ καταχρώμενοι· παράγει γὰρ τὸ σχῆμα τοῦ κόσμου τούτου.
Θέλω δὲ ὑμᾶς ἀμερίμνους εἶναι. Ὁ ἄγαμος μεριμνᾷ τὰ τοῦ Κυρίου, πῶς 35ἀρέσει τῷ Κυρίῳ· ὁ δὲ γαμήσας μεριμνᾷ τὰ τοῦ κόσμου, πῶς 36ἀρέσει τῇ γυναικί. 37Μεμέρισται καὶ ἡ γυνὴ 38καὶ ἡ παρθένος. Ἡ ἄγαμος μεριμνᾷ τὰ τοῦ Κυρίου, ἵνα ᾖ ἁγία καὶ 39σώματι καὶ 40πνεύματι· ἡ δὲ γαμήσασα μεριμνᾷ τὰ τοῦ κόσμου, πῶς 41ἀρέσει τῷ ἀνδρί. Τοῦτο δὲ πρὸς τὸ ὑμῶν αὐτῶν 42συμφέρον λέγω· οὐχ ἵνα βρόχον ὑμῖν ἐπιβάλω, ἀλλὰ πρὸς τὸ εὔσχημον καὶ 43εὐπρόσεδρον τῷ Κυρίῳ ἀπερισπάστως.
Εἰ δέ τις ἀσχημονεῖν ἐπὶ τὴν παρθένον αὐτοῦ νομίζει, ἐὰν ᾖ ὑπέρακμος, καὶ οὕτως ὀφείλει 44γίνεσθαι, ὃ θέλει ποιείτω· οὐχ ἁμαρτάνει· γαμείτωσαν. Ὃς δὲ ἕστηκεν 45ἑδραῖος ἐν τῇ καρδίᾳ, μὴ ἔχων ἀνάγκην, ἐξουσίαν δὲ ἔχει περὶ τοῦ ἰδίου θελήματος, καὶ τοῦτο κέκρικεν ἐν τῇ 46καρδίᾳ αὐτοῦ, 47τοῦ τηρεῖν τὴν ἑαυτοῦ παρθένον, καλῶς 48ποιεῖ. Ὥστε καὶ ὁ 49ἐκγαμίζων καλῶς ποιεῖ· 50ὁ δὲ μὴ 51ἐκγαμίζων κρεῖσσον 52ποιεῖ.
Γυνὴ δέδεται 53νόμῳ ἐφ᾽ ὅσον χρόνον ζῇ ὁ ἀνὴρ αὐτῆς· ἐὰν δὲ 54καὶ κοιμηθῇ ὁ 55ἀνήρ, ἐλευθέρα ἐστὶν ᾧ θέλει γαμηθῆναι, μόνον ἐν Κυρίῳ. Μακαριωτέρα δέ ἐστιν ἐὰν οὕτω μείνῃ, κατὰ τὴν ἐμὴν γνώμην· δοκῶ 56δὲ κἀγὼ πνεῦμα Θεοῦ ἔχειν.
Source notes (56)
- Footnote μοι ¦ --- CT
- Footnote οφειλομενην ευνοιαν ¦ οφειλην CT
- Footnote αλλ ¦ αλλα NA27 SBL TH WH
- Footnote αλλ ¦ αλλα NA27 SBL TH WH
- Footnote σχολαζητε ¦ σχολασητε CT
- Footnote τη νηστεια και 91.5% ¦ --- CT 6.8%
- Footnote συνερχησθε ¦ συνερχεσθε PCK ¦ ητε CT
- Footnote συγγνωμην ¦ συνγνωμην TH WH
- Footnote γαρ ¦ δε CT
- Footnote αλλ ¦ αλλα CT
- Footnote χαρισμα εχει ¦ εχει χαρισμα CT
- Footnote ος μεν ουτως ος 94% ¦ ο μεν ουτως ο CT 4%
- Footnote εστιν ¦ --- CT
- Footnote κρεισσον ¦ κρειττον CT
- Footnote γαμησαι ¦ γαμειν WH
- Footnote αλλ ¦ αλλα NA27 SBL TH WH
- Footnote εγω λεγω ¦ λεγω εγω CT
- Footnote αὐτὴ ¦ αὕτη CT
- Footnote ητις ¦ ει τις ANT NA SBL
- Footnote αυτος ¦ ουτος CT
- Footnote αυτον ¦ τον ανδρα CT
- Footnote ανδρι 94.7% ¦ αδελφω CT 3.5%
- Footnote ημας ¦ υμας NA WH
- Footnote εμερισεν ¦ μεμερικεν WH
- Footnote θεος 86% ¦ κυριος CT 4.5%
- Footnote κυριος ¦ θεος CT
- Footnote τις εκληθη ¦ κεκληται τις CT
- Footnote και ¦ --- CT
- Footnote γινεσθε ¦ γεινεσθε TH
- Footnote θεω ¦ τω θεω ANT TR
- Footnote γημης ¦ γαμησης CT
- Footnote αδελφοι ¦ αδελφοι οτι SCR
- Footnote το λοιπον εστιν ¦ εστι το λοιπον CT
- Footnote τω κοσμω τουτω ¦ τον κοσμον CT
- Footnote αρεσει ¦ αρεση CT
- Footnote αρεσει ¦ αρεση CT
- Footnote μεμερισται και ¦ μεμερισται TR ¦ και μεμερισται και CT
- Footnote και η παρθενος η αγαμος 91.9% ¦ η αγαμος και η παρθενος CT 3.7%
- Footnote σωματι ¦ τω σωματι CT
- Footnote πνευματι ¦ τω πνευματι CT
- Footnote αρεσει ¦ αρεση CT
- Footnote συμφερον ¦ συμφορον CT
- Footnote ευπροσεδρον ¦ ευπαρεδρον ANT CT
- Footnote γινεσθαι ¦ γεινεσθαι TH
- Footnote εδραιος εν τη καρδια ¦ εν τη καρδια αυτου εδραιος CT
- Footnote καρδια αυτου ¦ ιδια καρδια CT
- Footnote του ¦ --- CT
- Footnote ποιει ¦ ποιησει CT
- Footnote εκγαμιζων 69.7% ¦ γαμιζων MSS 7.4% ¦ γαμιζων την εαυτου παρθενον NA WH 3.8% ¦ γαμιζων την παρθενον εαυτου SBL TH 0.3% ¦ {omit καλως ποει 38 ωστε και ο εκγαμιζον} MSS 6.7%
- Footnote ο δε ¦ και ο CT
- Footnote εκγαμιζων ¦ γαμιζων CT
- Footnote ποιει ¦ ποιησει CT
- Footnote νομω 95.1% ¦ --- CT 2.5%
- Footnote και ¦ --- ANT CT TR
- Footnote ανηρ ¦ ανηρ αυτης ANT TR
- Footnote δε ¦ γαρ WH
The Text-Critical Greek New Testament. Public domain. Source: Open.Bible. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.
Full source notice & licence · Public domain · SourceEdition imported 2026-11-09.