Skip to content
BibleKenya

The Text-Critical Greek New Testament

ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α 16

The Collection for the Saints

Περὶ δὲ τῆς 1λογίας τῆς εἰς τοὺς ἁγίους, ὥσπερ διέταξα ταῖς ἐκκλησίαις τῆς Γαλατίας, οὕτω καὶ ὑμεῖς ποιήσατε. Κατὰ μίαν 2σαββάτων ἕκαστος ὑμῶν παρ᾽ ἑαυτῷ τιθέτω, θησαυρίζων ὅ τι 3ἂν 4εὐοδῶται, ἵνα μή, ὅταν ἔλθω, τότε 5λογίαι 6γίνωνται. Ὅταν δὲ παραγένωμαι, οὓς ἐὰν δοκιμάσητε δι᾽ ἐπιστολῶν, τούτους πέμψω ἀπενεγκεῖν τὴν χάριν ὑμῶν εἰς Ἱερουσαλήμ· ἐὰν δὲ 7ᾖ ἄξιον τοῦ κἀμὲ πορεύεσθαι, σὺν ἐμοὶ πορεύσονται.

Paul's Travel Plans

Ἐλεύσομαι δὲ πρὸς ὑμᾶς, ὅταν Μακεδονίαν διέλθω· Μακεδονίαν γὰρ διέρχομαι· πρὸς ὑμᾶς δὲ τυχὸν 8παραμενῶ, ἢ 9καὶ παραχειμάσω, ἵνα ὑμεῖς με προπέμψητε οὗ ἐὰν πορεύωμαι. Οὐ θέλω γὰρ ὑμᾶς ἄρτι ἐν παρόδῳ ἰδεῖν· ἐλπίζω 10δὲ χρόνον τινὰ ἐπιμεῖναι πρὸς ὑμᾶς, ἐὰν ὁ Κύριος 11ἐπιτρέπῃ. 12Ἐπιμενῶ δὲ ἐν Ἐφέσῳ ἕως τῆς Πεντηκοστῆς· θύρα γάρ μοι ἀνέῳγε μεγάλη καὶ ἐνεργής, καὶ ἀντικείμενοι πολλοί.

Ἐὰν δὲ ἔλθῃ Τιμόθεος, βλέπετε ἵνα ἀφόβως γένηται πρὸς ὑμᾶς· τὸ γὰρ ἔργον Κυρίου ἐργάζεται ὡς 13καὶ ἐγώ. Μή τις οὖν αὐτὸν ἐξουθενήσῃ· προπέμψατε δὲ αὐτὸν ἐν εἰρήνῃ, ἵνα ἔλθῃ πρός με· ἐκδέχομαι γὰρ αὐτὸν μετὰ τῶν ἀδελφῶν.

Περὶ δὲ Ἀπολλὼ τοῦ ἀδελφοῦ, πολλὰ παρεκάλεσα αὐτὸν ἵνα ἔλθῃ πρὸς ὑμᾶς μετὰ τῶν ἀδελφῶν· καὶ πάντως οὐκ ἦν θέλημα ἵνα νῦν ἔλθῃ, ἐλεύσεται δὲ ὅταν εὐκαιρήσῃ.

Final Exhortations

Γρηγορεῖτε, στήκετε ἐν τῇ πίστει, ἀνδρίζεσθε, κραταιοῦσθε. Πάντα ὑμῶν ἐν ἀγάπῃ 14γινέσθω.

Παρακαλῶ δὲ ὑμᾶς, ἀδελφοί—οἴδατε τὴν οἰκίαν Στεφανᾶ, ὅτι ἐστὶν ἀπαρχὴ τῆς Ἀχαΐας, καὶ εἰς διακονίαν τοῖς ἁγίοις ἔταξαν ἑαυτούς— ἵνα καὶ ὑμεῖς ὑποτάσσησθε τοῖς τοιούτοις, καὶ παντὶ τῷ συνεργοῦντι καὶ κοπιῶντι. Χαίρω δὲ ἐπὶ τῇ παρουσίᾳ Στεφανᾶ καὶ 15Φουρτουνάτου καὶ Ἀχαϊκοῦ, ὅτι τὸ 16ὑμῶν ὑστέρημα οὗτοι ἀνεπλήρωσαν. Ἀνέπαυσαν γὰρ τὸ ἐμὸν πνεῦμα καὶ τὸ ὑμῶν· 17ἐπιγινώσκετε οὖν τοὺς τοιούτους.

Ἀσπάζονται ὑμᾶς αἱ ἐκκλησίαι τῆς Ἀσίας· 18ἀσπάζονται ὑμᾶς ἐν Κυρίῳ πολλὰ Ἀκύλας καὶ 19Πρίσκιλλα, σὺν τῇ κατ᾽ οἶκον αὐτῶν ἐκκλησίᾳ. Ἀσπάζονται ὑμᾶς οἱ ἀδελφοὶ πάντες. Ἀσπάσασθε ἀλλήλους ἐν φιλήματι ἁγίῳ.

Ὁ ἀσπασμὸς τῇ ἐμῇ χειρὶ Παύλου. Εἴ τις οὐ φιλεῖ τὸν Κύριον 20Ἰησοῦν Χριστόν, ἤτω ἀνάθεμα. 21Μαρὰν ἀθά. Ἡ χάρις τοῦ 22Κυρίου Ἰησοῦ 23Χριστοῦ μεθ᾽ ὑμῶν. Ἡ ἀγάπη μου μετὰ πάντων ὑμῶν ἐν Χριστῷ Ἰησοῦ. 24

Ἀμήν.25

Source notes (25)
  1. Footnote λογιας ¦ λογειας NA SBL
  2. Footnote σαββατων ¦ σαββατου CT
  3. Footnote αν ¦ εαν NA SBL WH
  4. Footnote ευοδωται ¦ ευοδουται PCK
  5. Footnote λογιαι ¦ λογειαι NA SBL
  6. Footnote γινωνται ¦ γεινωνται TH
  7. Footnote η αξιον ¦ αξιον η CT
  8. Footnote παραμενω ¦ καταμενω WH
  9. Footnote και ¦ --- WH
  10. Footnote δε ¦ γαρ CT
  11. Footnote επιτρεπη ¦ επιτρεψη CT
  12. Footnote ἐπιμενῶ ¦ ἐπιμένω WH
  13. Footnote και εγω ¦ καγω ANT NA SBL TH ¦ εγω WH
  14. Footnote γινεσθω ¦ γεινεσθω TH
  15. Footnote φουρτουνατου ¦ φορτουνατου CT
  16. Footnote υμων ¦ υμετερον CT
  17. Footnote επιγινωσκετε ¦ επιγεινωσκετε TH
  18. Footnote ασπαζονται ¦ ασπαζεται CT
  19. Footnote πρισκιλλα ¦ πρισκα CT
  20. Footnote ιησουν χριστον 𝔐13 ¦ ημων ιησουν χριστον 𝔐17 PCK ¦ --- CT
  21. Footnote μαραν αθα 𝔐12 ¦ μαραναθα 𝔐17 PCK ¦ μαρανα θα 𝔐0 HF NA SBL
  22. Footnote κυριου 𝔐pt ¦ κυριου ημων 𝔐pt
  23. Footnote χριστου ¦ --- CT
  24. Footnote αμην ¦ --- NA SBL WH
  25. Footnote The following scribal note is included in the colophons of many Greek manuscripts: Πρὸς Κορινθίους πρώτη ἐγράφη ἀπὸ Φιλίππων διὰ Στεφανᾶ καὶ Φουρτουνάτου καὶ Ἀχαϊκοῦ καὶ Τιμοθέου.

The Text-Critical Greek New Testament. Public domain. Source: Open.Bible. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · Public domain · SourceEdition imported 2026-11-09.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.