Η Καινή Διαθήκη
ΠΡΟΣ ΤΙΤΟΝ 2
Teach Sound Doctrine
Σὺ δὲ λάλει ἃ πρέπει τῇ ὑγιαινούσῃ διδασκαλίᾳ· πρεσβύτας 1νηφαλέους εἶναι, σεμνούς, σώφρονας, ὑγιαίνοντας τῇ πίστει, τῇ ἀγάπῃ, τῇ ὑπομονῇ· πρεσβύτιδας ὡσαύτως ἐν καταστήματι ἱεροπρεπεῖς, μὴ διαβόλους, 2μὴ οἴνῳ πολλῷ δεδουλωμένας, καλοδιδασκάλους, ἵνα 3σωφρονίζωσι τὰς νέας φιλάνδρους εἶναι, φιλοτέκνους, σώφρονας, ἁγνάς, 4οἰκουρούς, ἀγαθάς, ὑποτασσομένας τοῖς ἰδίοις ἀνδράσιν, ἵνα μὴ ὁ λόγος τοῦ Θεοῦ βλασφημῆται. τοὺς νεωτέρους ὡσαύτως παρακάλει σωφρονεῖν· περὶ πάντα σεαυτὸν παρεχόμενος τύπον καλῶν ἔργων, ἐν τῇ διδασκαλίᾳ 5ἀδιαφθορίαν, σεμνότητα, ἀφθαρσίαν, λόγον ὑγιῆ, ἀκατάγνωστον, ἵνα ὁ ἐξ ἐναντίας ἐντραπῇ μηδὲν ἔχων 6περὶ 7ἡμῶν λέγειν φαῦλον· δούλους ἰδίοις δεσπόταις ὑποτάσσεσθαι, ἐν πᾶσιν εὐαρέστους εἶναι, μὴ ἀντιλέγοντας, μὴ νοσφιζομένους, ἀλλὰ 8πίστιν πᾶσαν ἐνδεικνυμένους ἀγαθήν, ἵνα τὴν διδασκαλίαν 9τοῦ σωτῆρος 10ἡμῶν Θεοῦ κοσμῶσιν ἐν πᾶσιν.
Ἐπεφάνη γὰρ ἡ χάρις τοῦ Θεοῦ 11ἡ σωτήριος πᾶσιν ἀνθρώποις παιδεύουσα ἡμᾶς ἵνα ἀρνησάμενοι τὴν ἀσέβειαν καὶ τὰς κοσμικὰς ἐπιθυμίας σωφρόνως καὶ δικαίως καὶ εὐσεβῶς ζήσωμεν ἐν τῷ νῦν αἰῶνι, προσδεχόμενοι τὴν μακαρίαν ἐλπίδα καὶ ἐπιφάνειαν τῆς δόξης τοῦ μεγάλου Θεοῦ καὶ σωτῆρος ἡμῶν 12Ἰησοῦ Χριστοῦ, ὃς ἔδωκεν ἑαυτὸν ὑπὲρ ἡμῶν, ἵνα λυτρώσηται ἡμᾶς ἀπὸ πάσης ἀνομίας καὶ καθαρίσῃ ἑαυτῷ λαὸν περιούσιον, ζηλωτὴν καλῶν ἔργων. ταῦτα λάλει καὶ παρακάλει καὶ ἔλεγχε μετὰ πάσης ἐπιταγῆς· μηδείς σου περιφρονείτω.
Source notes (12)
- Footnote νηφαλεους ¦ νηφαλιους ᴀɴᴛ ᴄᴛ ᴘᴄᴋ ᴛʀ
- Footnote μη ¦ μηδε ꜱʙʟ ᴛʜ ᴡʜ
- Footnote σωφρονιζωσι ¦ σωφρονιζουσι ᴛʜ
- Footnote οικουρους ¦ οικουργους ᴄᴛ
- Footnote αδιαφθοριαν σεμνοτητα αφθαρσιαν 68% ¦ αδιαφθοριαν σεμνοτητα ᴇʟᴢ 9.6% ¦ αδιαφοριαν σεμνοτητα αφθαρσιαν ᴍꜱꜱ 6.2% ¦ αφθοριαν σεμνοτητα ᴄᴛ 3.1%
- Footnote περι ημων λεγειν ¦ λεγειν περι ημων ᴄᴛ
- Footnote ημων ¦ υμων ᴛʀ
- Footnote πιστιν πασαν ενδεικνυμενους 79.8% ¦ πασαν πιστιν ενδεικνυμενους ᴄᴛ 8.8% ¦ πιστιν πασαν επιδεικνυμενους ᴍꜱꜱ 5.5%
- Footnote του ¦ την του ᴄᴛ
- Footnote ημων ¦ υμων ꜱᴛ*
- Footnote η ¦ — ᴄᴛ
- Footnote ιησου χριστου ¦ χριστου ιησου ᴡʜ
Η Καινή Διαθήκη. Public domain. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.
Full source notice & licence · SourceEdition imported 2026-10-25.