Skip to content
BibleKenya

Η Καινή Διαθήκη

ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 3

Τί οὖν τὸ περισσὸν τοῦ Ἰουδαίου, ἢ τίς ἡ 1ὠφέλεια τῆς περιτομῆς; πολὺ κατὰ πάντα τρόπον. πρῶτον μὲν γὰρ ὅτι ἐπιστεύθησαν τὰ λόγια τοῦ Θεοῦ. τί γὰρ εἰ ἠπίστησάν τινες; μὴ ἡ ἀπιστία αὐτῶν τὴν πίστιν τοῦ Θεοῦ καταργήσει; μὴ γένοιτο· 2γινέσθω δὲ ὁ Θεὸς ἀληθής, πᾶς δὲ ἄνθρωπος ψεύστης, 3καθὼς γέγραπται,

Ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου

καὶ 4νικήσῃς ἐν τῷ κρίνεσθαί σε.

εἰ δὲ ἡ ἀδικία ἡμῶν Θεοῦ δικαιοσύνην συνίστησι, τί ἐροῦμεν; μὴ ἄδικος ὁ Θεὸς ὁ ἐπιφέρων τὴν ὀργήν; (κατὰ ἄνθρωπον λέγω.) μὴ γένοιτο· ἐπεὶ πῶς κρινεῖ ὁ Θεὸς τὸν κόσμον; εἰ 5γὰρ ἡ ἀλήθεια τοῦ Θεοῦ ἐν τῷ ἐμῷ ψεύσματι ἐπερίσσευσεν εἰς τὴν δόξαν αὐτοῦ, τί ἔτι κἀγὼ ὡς ἁμαρτωλὸς κρίνομαι; καὶ μὴ καθὼς βλασφημούμεθα καὶ καθώς φασί τινες ἡμᾶς λέγειν ὅτι Ποιήσωμεν τὰ κακὰ ἵνα ἔλθῃ τὰ ἀγαθά; ὧν τὸ κρίμα ἔνδικόν ἐστι.

No One is Righteous

Τί οὖν; προεχόμεθα; οὐ πάντως· προῃτιασάμεθα γὰρ Ἰουδαίους τε καὶ Ἕλληνας πάντας ὑφ᾽ ἁμαρτίαν εἶναι, καθὼς γέγραπται 6ὅτι

Οὐκ ἔστι δίκαιος οὐδὲ εἷς,

οὐκ ἔστιν 7ὁ συνιῶν,

οὐκ ἔστιν 8ὁ ἐκζητῶν τὸν Θεόν.

πάντες 9ἐξέκλιναν, ἅμα 10ἠχρειώθησαν·

οὐκ ἔστι 11ποιῶν χρηστότητα,

οὐκ ἔστιν ἕως ἑνός.

τάφος ἀνεῳγμένος ὁ λάρυγξ αὐτῶν,

ταῖς γλώσσαις αὐτῶν ἐδολιοῦσαν,

ἰὸς ἀσπίδων ὑπὸ τὰ χείλη αὐτῶν·

ὧν τὸ στόμα ἀρᾶς καὶ πικρίας γέμει·

ὀξεῖς οἱ πόδες αὐτῶν ἐκχέαι αἷμα,

σύντριμμα καὶ ταλαιπωρία ἐν ταῖς ὁδοῖς αὐτῶν,

καὶ ὁδὸν εἰρήνης οὐκ ἔγνωσαν.

οὐκ ἔστι φόβος Θεοῦ ἀπέναντι τῶν ὀφθαλμῶν αὐτῶν.

Οἴδαμεν δὲ ὅτι ὅσα ὁ νόμος λέγει, τοῖς ἐν τῷ νόμῳ λαλεῖ, ἵνα πᾶν στόμα φραγῇ καὶ ὑπόδικος γένηται πᾶς ὁ κόσμος τῷ Θεῷ· διότι ἐξ ἔργων νόμου οὐ δικαιωθήσεται πᾶσα σὰρξ ἐνώπιον αὐτοῦ, διὰ γὰρ νόμου ἐπίγνωσις ἁμαρτίας.

Justification by Faith

Νυνὶ δὲ χωρὶς νόμου δικαιοσύνη Θεοῦ πεφανέρωται, μαρτυρουμένη ὑπὸ τοῦ νόμου καὶ τῶν προφητῶν, δικαιοσύνη δὲ Θεοῦ διὰ πίστεως Ἰησοῦ Χριστοῦ εἰς πάντας 12καὶ ἐπὶ πάντας τοὺς πιστεύοντας· οὐ γάρ ἐστι διαστολή. πάντες γὰρ ἥμαρτον καὶ ὑστεροῦνται τῆς δόξης τοῦ Θεοῦ, δικαιούμενοι δωρεὰν τῇ αὐτοῦ χάριτι διὰ τῆς ἀπολυτρώσεως τῆς ἐν Χριστῷ Ἰησοῦ· ὃν προέθετο ὁ Θεὸς ἱλαστήριον διὰ 13τῆς πίστεως ἐν τῷ αὐτοῦ αἵματι, εἰς ἔνδειξιν τῆς δικαιοσύνης αὐτοῦ διὰ τὴν πάρεσιν τῶν προγεγονότων ἁμαρτημάτων ἐν τῇ ἀνοχῇ τοῦ Θεοῦ, πρὸς 14ἔνδειξιν τῆς δικαιοσύνης αὐτοῦ ἐν τῷ νῦν καιρῷ, εἰς τὸ εἶναι αὐτὸν δίκαιον καὶ δικαιοῦντα τὸν ἐκ πίστεως Ἰησοῦ.

Ποῦ οὖν ἡ καύχησις; ἐξεκλείσθη. διὰ ποίου νόμου; τῶν ἔργων; οὐχί, ἀλλὰ διὰ νόμου πίστεως. Λογιζόμεθα 15οὖν 16πίστει δικαιοῦσθαι ἄνθρωπον χωρὶς ἔργων νόμου. ἢ Ἰουδαίων ὁ Θεὸς μόνον; οὐχὶ 17δὲ καὶ ἐθνῶν; ναὶ καὶ ἐθνῶν, 18ἐπείπερ εἷς ὁ Θεός, ὃς δικαιώσει περιτομὴν ἐκ πίστεως καὶ ἀκροβυστίαν διὰ τῆς πίστεως. νόμον οὖν καταργοῦμεν διὰ τῆς πίστεως; μὴ γένοιτο· ἀλλὰ νόμον 19ἱστῶμεν.

Source notes (19)
  1. Footnote ωφελεια ¦ ωφελια ᴡʜ
  2. Footnote γινεσθω ¦ γεινεσθω ᴛʜ
  3. Footnote καθως ¦ καθαπερ ᴡʜ
  4. Footnote νικησης ¦ νικησεις ᴀɴᴛ ᴄᴛ
  5. Footnote γαρ ¦ δε ɴᴀ ꜱʙʟ ᴡʜ
  6. Footnote οτι ¦ — ᴘᴄᴋ
  7. Footnote ο ¦ — ᴡʜ
  8. Footnote ο ¦ — ᴡʜ
  9. Footnote εξεκλιναν ¦ εξεκλειναν ᴛʜ
  10. Footnote ηχρειωθησαν ¦ ηχρεωθησαν ᴄᴛ
  11. Footnote ποιων ¦ ο ποιων ɴᴀ
  12. Footnote και επι παντας 92.6% ¦ — ᴄᴛ 6.6%
  13. Footnote της ¦ — ꜱʙʟ ᴡʜ
  14. Footnote ενδειξιν ¦ την ενδειξιν ᴄᴛ
  15. Footnote ουν ¦ γαρ ᴄᴛ
  16. Footnote πιστει δικαιουσθαι ¦ δικαιουσθαι πιστει ᴄᴛ
  17. Footnote δε ¦ — ᴄᴛ
  18. Footnote επειπερ ¦ ειπερ ᴄᴛ
  19. Footnote ιστωμεν ¦ ιστανομεν ᴄᴛ

Η Καινή Διαθήκη. Public domain. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · SourceEdition imported 2026-10-25.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.