Η Καινή Διαθήκη
ΑΠΟΚΑΛΥΨΙΣ 9
Καὶ ὁ πέμπτος ἄγγελος ἐσάλπισε, καὶ εἶδον ἀστέρα ἐκ τοῦ οὐρανοῦ πεπτωκότα εἰς τὴν γῆν, καὶ ἐδόθη αὐτῷ ἡ κλεὶς τοῦ φρέατος τῆς ἀβύσσου. καὶ ἤνοιξε τὸ φρέαρ τῆς ἀβύσσου, καὶ ἀνέβη καπνὸς ἐκ τοῦ φρέατος ὡς καπνὸς καμίνου 1καιομένης, καὶ 2ἐσκοτίσθη ὁ ἥλιος καὶ ὁ ἀὴρ ἐκ τοῦ καπνοῦ τοῦ φρέατος. καὶ ἐκ τοῦ καπνοῦ ἐξῆλθον ἀκρίδες εἰς τὴν γῆν, καὶ ἐδόθη αὐταῖς ἐξουσία ὡς ἔχουσιν ἐξουσίαν οἱ σκορπίοι τῆς γῆς. καὶ ἐρρέθη αὐταῖς ἵνα μὴ 3ἀδικήσωσι τὸν χόρτον τῆς γῆς οὐδὲ πᾶν χλωρὸν οὐδὲ πᾶν δένδρον, εἰ μὴ τοὺς 4ἀνθρώπους οἵτινες οὐκ ἔχουσι τὴν σφραγῖδα τοῦ Θεοῦ ἐπὶ τῶν μετώπων 5αὐτῶν. καὶ ἐδόθη 6αὐταῖς ἵνα μὴ ἀποκτείνωσιν αὐτούς, ἀλλ᾽ ἵνα 7βασανισθῶσι μῆνας πέντε, καὶ ὁ βασανισμὸς αὐτῶν ὡς βασανισμὸς σκορπίου ὅταν 8παίσῃ ἄνθρωπον. καὶ ἐν ταῖς ἡμέραις ἐκείναις 9ζητήσουσιν οἱ ἄνθρωποι τὸν θάνατον καὶ 10οὐ μὴ εὑρήσουσιν αὐτόν, καὶ ἐπιθυμήσουσιν ἀποθανεῖν καὶ 11φεύξεται 12ἀπ᾽ αὐτῶν ὁ θάνατος.
Καὶ τὰ ὁμοιώματα τῶν ἀκρίδων ὅμοια ἵπποις ἡτοιμασμένοις εἰς πόλεμον, καὶ ἐπὶ τὰς κεφαλὰς αὐτῶν ὡς στέφανοι 13χρυσοῖ, καὶ τὰ πρόσωπα αὐτῶν ὡς πρόσωπα ἀνθρώπων. καὶ 14εἶχον τρίχας ὡς τρίχας γυναικῶν, καὶ οἱ ὀδόντες αὐτῶν ὡς λεόντων ἦσαν. καὶ 15εἶχον θώρακας ὡς θώρακας σιδηροῦς, καὶ ἡ φωνὴ τῶν πτερύγων αὐτῶν ὡς φωνὴ ἁρμάτων ἵππων πολλῶν τρεχόντων εἰς πόλεμον. καὶ ἔχουσιν οὐρὰς ὁμοίας σκορπίοις καὶ κέντρα, 16καὶ ἐν ταῖς οὐραῖς αὐτῶν 17ἐξουσίαν ἔχουσι τοῦ ἀδικῆσαι τοὺς ἀνθρώπους μῆνας πέντε, 18ἔχουσαι βασιλέα ἐπ᾽ αὐτῶν ἄγγελον τῆς ἀβύσσου· ὄνομα αὐτῷ Ἑβραϊστὶ 19Ἀββαδών, 20ἐν δὲ τῇ Ἑλληνικῇ ὄνομα ἔχει Ἀπολλύων.
Ἡ οὐαὶ ἡ μία ἀπῆλθεν. ἰδού, 21ἔρχεται ἔτι δύο οὐαὶ μετὰ ταῦτα.
Καὶ ὁ ἕκτος ἄγγελος ἐσάλπισε, καὶ ἤκουσα φωνὴν μίαν ἐκ τῶν 22τεσσάρων κεράτων τοῦ θυσιαστηρίου τοῦ χρυσοῦ τοῦ ἐνώπιον τοῦ Θεοῦ 23λέγοντος τῷ ἕκτῳ ἀγγέλῳ, 24ὁ ἔχων τὴν σάλπιγγα, Λῦσον τοὺς τέσσαρας ἀγγέλους τοὺς δεδεμένους ἐπὶ τῷ ποταμῷ τῷ μεγάλῳ Εὐφράτῃ. καὶ ἐλύθησαν οἱ τέσσαρες ἄγγελοι οἱ ἡτοιμασμένοι εἰς τὴν ὥραν καὶ 25εἰς τὴν ἡμέραν καὶ μῆνα καὶ ἐνιαυτόν, ἵνα ἀποκτείνωσι τὸ τρίτον τῶν ἀνθρώπων. καὶ ὁ ἀριθμὸς 26τῶν στρατευμάτων τοῦ 27ἵππου 28μυριάδες μυριάδων· 29ἤκουσα τὸν ἀριθμὸν αὐτῶν. καὶ οὕτως εἶδον τοὺς ἵππους ἐν τῇ ὁράσει καὶ τοὺς καθημένους ἐπ᾽ αὐτῶν, ἔχοντας θώρακας πυρίνους καὶ ὑακινθίνους καὶ θειώδεις· καὶ αἱ κεφαλαὶ τῶν ἵππων ὡς κεφαλαὶ λεόντων, καὶ ἐκ τῶν στομάτων αὐτῶν ἐκπορεύεται πῦρ καὶ καπνὸς καὶ θεῖον. 30ἀπὸ τῶν τριῶν 31πληγῶν τούτων ἀπεκτάνθησαν τὸ τρίτον τῶν ἀνθρώπων, 32ἀπὸ τοῦ πυρὸς καὶ 33τοῦ καπνοῦ καὶ 34τοῦ θείου τοῦ ἐκπορευομένου ἐκ τῶν στομάτων αὐτῶν. 35ἡ γὰρ ἐξουσία τῶν ἵππων ἐν τῷ στόματι αὐτῶν 36ἐστι 37καὶ ἐν ταῖς οὐραῖς αὐτῶν· αἱ γὰρ οὐραὶ αὐτῶν ὅμοιαι 38ὄφεων, ἔχουσαι κεφαλάς, καὶ ἐν αὐταῖς ἀδικοῦσι.
Καὶ οἱ λοιποὶ τῶν ἀνθρώπων, οἳ οὐκ ἀπεκτάνθησαν ἐν ταῖς πληγαῖς ταύταις, 39οὐ μετενόησαν ἐκ τῶν ἔργων τῶν χειρῶν αὐτῶν, ἵνα μὴ 40προσκυνήσωσι τὰ δαιμόνια καὶ 41τὰ εἴδωλα τὰ χρυσᾶ καὶ τὰ ἀργυρᾶ καὶ τὰ χαλκᾶ καὶ τὰ λίθινα καὶ τὰ ξύλινα, ἃ οὔτε βλέπειν 42δύναται οὔτε ἀκούειν οὔτε περιπατεῖν· καὶ οὐ μετενόησαν ἐκ τῶν φόνων αὐτῶν οὔτε ἐκ τῶν 43φαρμάκων αὐτῶν οὔτε ἐκ τῆς πορνείας αὐτῶν οὔτε ἐκ τῶν κλεμμάτων αὐτῶν.
Source notes (43)
- Footnote καιομενης 67.1% ¦ μεγαλης ᴄᴛ ᴛʀ 28.7%
- Footnote εσκοτισθη 93.5% ¦ εσκοτωθη ꜱʙʟ ᴛʜ ᴡʜ 6.5%
- Footnote αδικησωσι 95.9% ¦ αδικησουσι ꜱʙʟ ᴡʜ 2.8%
- Footnote ανθρωπους 84.9% ¦ ανθρωπους μονους ᴘᴄᴋ ᴛʀ 13.8%
- Footnote αυτων 83.5% ¦ — ᴄᴛ 16.5%
- Footnote αυταις 83.9% ¦ αυτοις ꜱʙʟ ᴛʜ 15.1%
- Footnote βασανισθωσι 80.3% ¦ βασανισθησονται ᴄᴛ 15.1%
- Footnote παιση 87.2% ¦ πληξη ᴘᴄᴋ 9.2%
- Footnote ζητησουσιν 77% ¦ ζητουσιν ᴘᴄᴋ 22.6%
- Footnote ου μη 97.2% ¦ ουχ ᴛʀ 1.4%
- Footnote φευξεται 78.8% ¦ φευγει ᴄᴛ 17.1%
- Footnote απ αυτων ο θανατος 65.4% ¦ ο θανατος απ αυτων ᴄᴛ ᴛʀ 29.5%
- Footnote χρυσοι 62.7% ¦ ομοιοι χρυσω ᴄᴛ ᴛʀ 35.9% ¦ ομοιοι χρυσιω ᴀɴᴛ 0.5%
- Footnote ειχον 96.3% ¦ ειχαν ᴛʜ ᴡʜ 1.4%
- Footnote ειχον 96.8% ¦ ειχαν ᴡʜ 0%
- Footnote και 61.9% ¦ ην ᴛʀ 0.9% ¦ — ᴍꜱꜱ 37.2%
- Footnote εξουσιαν εχουσι του 52.5% ¦ η εξουσια αυτων ᴄᴛ 16.6% ¦ και η εξουσια αυτων ᴛʀ 11.5% ¦ εξουσιαν εχουσι ᴍꜱꜱ 6.9%
- Footnote εχουσαι βασιλεα επ αυτων 51.2% ¦ και εχουσιν επ αυτων βασιλεα τον ꜱᴄʀ 13.4% ¦ εχουσιν επ αυτων βασιλεα τον ᴄᴛ 9.2% ¦ εχουσι βασιλεα επ αυτων τον ᴀɴᴛ 0% ¦ και εχουσιν εφ αυτων βασιλεα τον ᴇʟᴢ ꜱᴛ 0%
- Footnote αββαδων 38.8% ¦ αβααδδων ᴍꜱꜱ 12.1% ¦ αββααδων ᴍꜱꜱ 9.8% ¦ αββααδδων ᴍꜱꜱ 9.3% ¦ αββαδδων ᴘᴄᴋ 9.3% ¦ αβαδδων ᴀɴᴛ ᴄᴛ ᴛʀ 7% ¦ αβααδων ᴍꜱꜱ 7%
- Footnote εν δε 65.3% ¦ και εν ᴄᴛ ᴛʀ 25.9%
- Footnote ερχεται 66.4% ¦ ερχονται ᴀɴᴛ ᴛʀ 32.7%
- Footnote τεσσαρων 83.8% ¦ — ꜱʙʟ ᴛʜ ᴡʜ 10.6%
- Footnote λεγοντος 44% ¦ λεγουσαν ɴᴀ ᴘᴄᴋ ʀᴘ ᴛʀ 49.1% ¦ λεγοντα ꜱʙʟ ᴛʜ ᴡʜ 1.9%
- Footnote ο εχων 93.1% ¦ τω εχοντι ᴍꜱꜱ 5.1% ¦ ος ειχε ᴛʀ 0.9%
- Footnote εις την 51.9% ¦ την ᴘᴄᴋ 20% ¦ — ᴄᴛ ᴛʀ 26.3%
- Footnote των 99.1% ¦ — ᴛʀ 0.9%
- Footnote ιππου 54.7% ¦ ιππικου ᴄᴛ ᴛʀ 40.6%
- Footnote μυριαδες 74.3% ¦ δισμυριαδες ᴄᴛ 18.2% ¦ δυο μυριαδες ᴀɴᴛ ᴛʀ 6.5%
- Footnote ηκουσα 94.4% ¦ και ηκουσα ᴛʀ 0.9%
- Footnote απο 98.1% ¦ υπο ᴛʀ 1.9%
- Footnote πληγων 86.6% ¦ — ᴛʀ 8.3%
- Footnote απο 55.6% ¦ εκ ᴀɴᴛ ᴄᴛ ᴘᴄᴋ ᴛʀ 44% ¦ υπο ʜꜰ*
- Footnote του 77.8% ¦ εκ του ᴛʀ 17.6%
- Footnote του 76.4% ¦ εκ του ᴛʀ 22.7%
- Footnote η γαρ εξουσια των ιππων 90.8% ¦ η γαρ εξουσια αυτων ꜱᴄʀ 2.3% ¦ αι γαρ εξουσιαι αυτων ᴇʟᴢ ꜱᴛ 2.3%
- Footnote εστι 91.7% ¦ εισιν ᴇʟᴢ ꜱᴛ 0.5%
- Footnote και εν ταις ουραις αυτων 80.6% ¦ — ᴇʟᴢ ꜱᴛ 11.1%
- Footnote οφεων 54.4% ¦ οφεσιν ᴀɴᴛ ᴄᴛ ᴘᴄᴋ ᴛʀ 44.7%
- Footnote ου 73.7% ¦ ουτε ᴇʟᴢ ꜱᴛ 18.4% ¦ ουδε ꜱʙʟ ᴛʜ 4.6%
- Footnote προσκυνησωσι 90.8% ¦ προσκυνησουσι ꜱʙʟ ᴛʜ ᴡʜ 9.2%
- Footnote τα 99.5% ¦ — ᴛʀ 0%
- Footnote δυναται 47.5% ¦ δυνανται ᴄᴛ 52.1%
- Footnote φαρμακων 44.2% ¦ φαρμακειων ᴀɴᴛ ᴘᴄᴋ ʀᴘ ᴛʀ 52.5%
Η Καινή Διαθήκη. Public domain. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.
Full source notice & licence · SourceEdition imported 2026-10-25.