Skip to content
BibleKenya

Η Καινή Διαθήκη

ΑΠΟΚΑΛΥΨΙΣ 14

The Song of the 144,000

Καὶ εἶδον, καὶ ἰδού, 1τὸ ἀρνίον 2ἑστηκὸς ἐπὶ τὸ ὄρος Σιών, καὶ μετ᾽ αὐτοῦ 3ἀριθμὸς 4ἑκατὸν τεσσαράκοντα τέσσαρες χιλιάδες ἔχουσαι 5τὸ ὄνομα αὐτοῦ καὶ τὸ ὄνομα τοῦ πατρὸς αὐτοῦ γεγραμμένον ἐπὶ τῶν μετώπων αὐτῶν. καὶ ἤκουσα φωνὴν ἐκ τοῦ οὐρανοῦ ὡς φωνὴν ὑδάτων πολλῶν καὶ ὡς φωνὴν βροντῆς μεγάλης, καὶ 6ἡ φωνὴ ἣν ἤκουσα ὡς κιθαρῳδῶν κιθαριζόντων ἐν ταῖς κιθάραις αὐτῶν. καὶ 7ᾄδουσιν ᾠδὴν καινὴν ἐνώπιον τοῦ θρόνου καὶ ἐνώπιον τῶν τεσσάρων ζῴων καὶ τῶν πρεσβυτέρων· καὶ οὐδεὶς 8ἐδύνατο μαθεῖν τὴν ᾠδὴν εἰ μὴ αἱ 9ἑκατὸν τεσσαράκοντα τέσσαρες χιλιάδες, οἱ ἠγορασμένοι ἀπὸ τῆς γῆς. οὗτοί εἰσιν οἳ μετὰ γυναικῶν οὐκ ἐμολύνθησαν, παρθένοι γάρ εἰσιν. οὗτοί 10εἰσιν οἱ ἀκολουθοῦντες τῷ ἀρνίῳ ὅπου 11ἐὰν 12ὑπάγῃ. οὗτοι 13ὑπὸ Ἰησοῦ ἠγοράσθησαν ἀπὸ τῶν ἀνθρώπων ἀπαρχὴ τῷ Θεῷ καὶ τῷ ἀρνίῳ. καὶ 14οὐχ εὑρέθη ἐν τῷ στόματι αὐτῶν ψεῦδος, ἄμωμοι 15γάρ 16εἰσι.

The Messages of the Three Angels

Καὶ εἶδον 17ἄγγελον 18πετόμενον ἐν μεσουρανήματι, ἔχοντα εὐαγγέλιον αἰώνιον 19εὐαγγελίσαι 20τοὺς 21καθημένους ἐπὶ τῆς γῆς καὶ 22ἐπὶ πᾶν ἔθνος καὶ φυλὴν καὶ γλῶσσαν καὶ λαόν, 23λέγων ἐν φωνῇ μεγάλῃ, Φοβήθητε τὸν 24Κύριον καὶ δότε αὐτῷ δόξαν, ὅτι ἦλθεν ἡ ὥρα τῆς κρίσεως αὐτοῦ, καὶ προσκυνήσατε 25αὐτὸν τὸν ποιήσαντα τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ 26τὴν θάλασσαν καὶ πηγὰς ὑδάτων.

Καὶ ἄλλος 27δεύτερος ἄγγελος ἠκολούθησε λέγων, 28Ἔπεσε 29Βαβυλὼν 30ἡ μεγάλη· 31ἐκ τοῦ οἴνου τοῦ θυμοῦ τῆς πορνείας αὐτῆς πεπότικε πάντα 32τὰ ἔθνη.

Καὶ 33ἄλλος ἄγγελος τρίτος ἠκολούθησεν αὐτοῖς λέγων ἐν φωνῇ μεγάλῃ, Εἴ τις 34προσκυνεῖ τὸ θηρίον καὶ τὴν εἰκόνα αὐτοῦ, καὶ λαμβάνει 35χάραγμα ἐπὶ τοῦ μετώπου αὐτοῦ ἢ ἐπὶ τὴν χεῖρα αὐτοῦ, καὶ αὐτὸς πίεται ἐκ τοῦ οἴνου τοῦ θυμοῦ τοῦ Θεοῦ τοῦ κεκερασμένου ἀκράτου ἐν τῷ ποτηρίῳ τῆς ὀργῆς αὐτοῦ, καὶ βασανισθήσεται ἐν πυρὶ καὶ θείῳ ἐνώπιον 36τῶν ἁγίων ἀγγέλων καὶ ἐνώπιον τοῦ ἀρνίου. καὶ ὁ καπνὸς τοῦ βασανισμοῦ αὐτῶν 37εἰς αἰῶνας αἰώνων ἀναβαίνει, καὶ οὐκ ἔχουσιν ἀνάπαυσιν ἡμέρας καὶ νυκτὸς οἱ προσκυνοῦντες τὸ θηρίον καὶ τὴν εἰκόνα αὐτοῦ, καὶ εἴ τις λαμβάνει τὸ χάραγμα τοῦ ὀνόματος αὐτοῦ.

Ὧδε 38ἡ ὑπομονὴ τῶν ἁγίων ἐστίν, 39οἱ τηροῦντες τὰς ἐντολὰς τοῦ Θεοῦ καὶ τὴν πίστιν 40Ἰησοῦ.

Καὶ ἤκουσα φωνῆς ἐκ τοῦ οὐρανοῦ 41λεγούσης, Γράψον· Μακάριοι οἱ νεκροὶ οἱ ἐν Κυρίῳ ἀποθνῄσκοντες ἀπ᾽ ἄρτι. 42λέγει, Ναί, τὸ Πνεῦμα, ἵνα 43ἀναπαύσωνται ἐκ τῶν κόπων αὐτῶν, τὰ 44δὲ ἔργα αὐτῶν ἀκολουθεῖ μετ᾽ αὐτῶν.

The Harvest of the Earth

Καὶ εἶδον, καὶ ἰδού, νεφέλη λευκή, καὶ ἐπὶ τὴν νεφέλην 45καθήμενον ὅμοιον 46υἱὸν ἀνθρώπου, ἔχων ἐπὶ τῆς κεφαλῆς αὐτοῦ στέφανον χρυσοῦν καὶ ἐν τῇ χειρὶ αὐτοῦ δρέπανον ὀξύ. καὶ ἄλλος ἄγγελος ἐξῆλθεν ἐκ τοῦ ναοῦ κράζων ἐν 47φωνῇ μεγάλῃ τῷ καθημένῳ ἐπὶ τῆς νεφέλης, Πέμψον τὸ δρέπανόν σου καὶ θέρισον, ὅτι 48ἦλθεν ἡ ὥρα 49θερίσαι, ὅτι ἐξηράνθη ὁ θερισμὸς τῆς γῆς. καὶ ἔβαλεν ὁ καθήμενος ἐπὶ 50τῇ νεφέλῃ τὸ δρέπανον αὐτοῦ ἐπὶ τὴν γῆν, καὶ ἐθερίσθη ἡ γῆ.

Καὶ ἄλλος ἄγγελος ἐξῆλθεν ἐκ τοῦ ναοῦ τοῦ ἐν τῷ οὐρανῷ, ἔχων καὶ αὐτὸς δρέπανον ὀξύ. καὶ ἄλλος ἄγγελος 51ἐξῆλθεν ἐκ τοῦ θυσιαστηρίου, 52ἔχων ἐξουσίαν ἐπὶ τοῦ πυρός, καὶ ἐφώνησεν 53ἐν κραυγῇ μεγάλῃ τῷ ἔχοντι τὸ δρέπανον τὸ ὀξὺ λέγων, Πέμψον σου τὸ δρέπανον τὸ ὀξὺ καὶ τρύγησον τοὺς βότρυας 54τῆς ἀμπέλου τῆς γῆς, ὅτι 55ἤκμασεν ἡ σταφυλὴ τῆς γῆς. καὶ 56ἐξέβαλεν ὁ ἄγγελος τὸ δρέπανον αὐτοῦ εἰς τὴν γῆν, καὶ ἐτρύγησε τὴν ἄμπελον τῆς γῆς, καὶ ἔβαλεν εἰς τὴν ληνὸν τοῦ θυμοῦ τοῦ Θεοῦ 57τὸν μέγαν. καὶ ἐπατήθη ἡ ληνὸς 58ἔξωθεν τῆς πόλεως, καὶ ἐξῆλθεν αἷμα ἐκ τῆς ληνοῦ ἄχρι τῶν χαλινῶν τῶν ἵππων ἀπὸ σταδίων χιλίων ἑξακοσίων.

Source notes (58)
  1. Footnote το 60.5% ¦ — ᴘᴄᴋ ᴛʀ 39.5%
  2. Footnote εστηκος 51% ¦ εστως ᴍꜱꜱ 26.1% ¦ εστος ᴄᴛ 10% ¦ εστηκως ᴍꜱꜱ 8.8%
  3. Footnote αριθμος 52.3% ¦ — ᴀɴᴛ ᴄᴛ ᴘᴄᴋ ᴛʀ 47.2%
  4. Footnote εκατον τεσσαρακοντα τεσσαρες ᴀɴᴛ ᴘᴄᴋ ʀᴘ ᴛʀ 34.9% ¦ ρμδʹ ɴᴀ ʜꜰ 60.9% ¦ εκατον τεσσερακοντα τεσσαρες ꜱʙʟ ᴛʜ ᴡʜ 1.9%
  5. Footnote το ονομα αυτου και 94.9% ¦ — ᴛʀ 4.2%
  6. Footnote η φωνη ην ηκουσα ως 74.9% ¦ φωνην ηκουσα ᴛʀ 11.6% ¦ φωνην ηκουσα ως ᴍꜱꜱ 7.4%
  7. Footnote αδουσιν 74.5% ¦ αδουσιν ως ᴄᴛ ᴛʀ 24.7%
  8. Footnote εδυνατο 56.5% ¦ ηδυνατο ᴛʀ 43.1%
  9. Footnote εκατον τεσσαρακοντα τεσσαρες 25% ¦ ρμδʹ ʜꜰ ɴᴀ 60.2% ¦ εκατον μδʹ ᴍꜱꜱ 6.5% ¦ εκατον τεσσερακοντα τεσσαρες ᴄᴛ 1.4%
  10. Footnote εισιν 71.8% ¦ — ᴄᴛ 28.2%
  11. Footnote εαν 44% ¦ αν ᴀɴᴛ ᴄᴛ ᴘᴄᴋ ʀᴘ ᴛʀ 54.9%
  12. Footnote υπαγη 85.6% ¦ υπαγει ᴛʜ ᴡʜ 14%
  13. Footnote υπο ιησου 58.9% ¦ — ᴀɴᴛ ᴄᴛ ᴛʀ 35%
  14. Footnote ουχ ευρεθη εν τω στοματι αυτων ψευδος 49.3% ¦ εν τω στοματι αυτων ουχ ευρεθη ψευδος ᴄᴛ ᴘᴄᴋ 43.8% ¦ εν τω στοματι αυτων ουχ ευρεθη δολος ᴛʀ 5.1% ¦ ουχ ευρεθη ψευδος εν τω στοματι αυτων ᴀɴᴛ 0.9%
  15. Footnote γαρ 89.4% ¦ — ᴄᴛ 7.7%
  16. Footnote εισι 93.5% ¦ εισιν ουτοι εισιν οι ακολουθουντες τω αρνιω ᴍꜱꜱ 5.1% ¦ εισιν ενωπιον του θρονου του θεου ᴛʀ 0.9%
  17. Footnote αγγελον 63.7% ¦ αλλον αγγελον ᴀɴᴛ ᴄᴛ ᴘᴄᴋ ᴛʀ 31.9%
  18. Footnote πετομενον 81.3% ¦ πετωμενον ᴛʀ 18.7%
  19. Footnote ευαγγελισαι 65.4% ¦ ευαγγελισασθαι ᴘᴄᴋ 22% ¦ ερχομενον ευαγγελισασθαι ᴍꜱꜱ 6.1%
  20. Footnote τους 91.4% ¦ επι τους ᴀɴᴛ ᴄᴛ 8.6%
  21. Footnote καθημενους 71% ¦ κατοικουντας ᴛʀ 13.6% ¦ καθημενους τους κατοικουντας ᴍꜱꜱ 11.7%
  22. Footnote επι 80.8% ¦ — ᴛʀ 18.8%
  23. Footnote λεγων 87.9% ¦ λεγοντα ᴛʀ 7%
  24. Footnote κυριον 49.4% ¦ θεον ᴄᴛ ᴘᴄᴋ ᴛʀ 50.6%
  25. Footnote αυτον τον ποιησαντα 45% ¦ τω ποιησαντι ᴀɴᴛ ᴄᴛ ᴘᴄᴋ ᴛʀ 45.8%
  26. Footnote την 87.3% ¦ — ᴄᴛ ᴇʟᴢ ꜱᴛ 12.7%
  27. Footnote δευτερος αγγελος 49.8% ¦ αγγελος δευτερος ɴᴀ ᴘᴄᴋ 38.2% ¦ αγγελος ᴛʀ 4.8%
  28. Footnote επεσε 55.8% ¦ επεσεν επεσε ᴀɴᴛ ᴄᴛ ᴘᴄᴋ ᴛʀ 41.5%
  29. Footnote βαβυλων ¦ βαβουλων ᴇʟᴢ*
  30. Footnote η μεγαλη 87.6% ¦ η πολις η μεγαλη ᴛʀ 1.4%
  31. Footnote εκ 67.3% ¦ οτι εκ ᴛʀ 15.1% ¦ η εκ ᴀɴᴛ ꜱʙʟ ᴛʜ ᴡʜ 12.7%
  32. Footnote τα 91.7% ¦ — ᴀɴᴛ ᴛʀ 1.4%
  33. Footnote αλλος αγγελος τριτος 85.3% ¦ τριτος αγγελος ᴛʀ 2.3%
  34. Footnote προσκυνει το θηριον 84.8% ¦ το θηριον προσκυνει ᴛʀ 5.1%
  35. Footnote χαραγμα 84.3% ¦ το χαραγμα ᴀɴᴛ 14.7%
  36. Footnote των αγιων αγγελων 67% ¦ αγγελων αγιων ᴄᴛ 20.2%
  37. Footnote εις αιωνας αιωνων αναβαινει 59.2% ¦ εις αιωνα αιωνων αναβαινει ᴍꜱꜱ 17% ¦ εις αιωνα αιωνος αναβαινει ᴍꜱꜱ 11.5% ¦ αναβαινει εις αιωνας αιωνων ᴛʀ 0.9%
  38. Footnote η 92.2% ¦ — ᴛʀ 6.9%
  39. Footnote οι 53.2% ¦ ωδε οι ᴘᴄᴋ ᴛʀ 46.4%
  40. Footnote ιησου 72% ¦ του ιησου ᴘᴄᴋ 16.8% ¦ ιησου χριστου ᴍꜱꜱ 7.2%
  41. Footnote λεγουσης 48.2% ¦ λεγουσης μοι ᴘᴄᴋ ᴛʀ 42.2% ¦ λεγουσαν ᴍꜱꜱ 6.4%
  42. Footnote λεγει ναι 51.4% ¦ ναι λεγει ᴀɴᴛ ᴄᴛ ᴛʀ 40.6%
  43. Footnote αναπαυσωνται 68.5% ¦ αναπαυσονται ᴍꜱꜱ 26.8% ¦ αναπαησονται ᴄᴛ 1.6%
  44. Footnote δε 87.1% ¦ γαρ ᴄᴛ 11.3%
  45. Footnote καθημενον ομοιον 64.8% ¦ καθημενος ομοιος ᴀɴᴛ ᴘᴄᴋ ᴛʀ 29.7%
  46. Footnote υιον 32.1% ¦ υιω ᴀɴᴛ ᴘᴄᴋ ʀᴘ ᴛʜ ᴛʀ 60.1%
  47. Footnote φωνη μεγαλη 98% ¦ μεγαλη φωνη ᴛʀ 0.5%
  48. Footnote ηλθεν 78.5% ¦ ηλθε σου ᴍꜱꜱ 15.1% ¦ ηλθε σοι ᴛʀ 5%
  49. Footnote θερισαι 59.4% ¦ του θερισαι ᴀɴᴛ ᴘᴄᴋ ᴛʀ 35.2% ¦ του θερισμου ᴍꜱꜱ 5%
  50. Footnote τη νεφελη 26.5% ¦ την νεφελην ᴀɴᴛ ʜꜰ ᴘᴄᴋ ʀᴘ ᴛʀ 56.6% ¦ της νεφελης ᴄᴛ 13.7%
  51. Footnote εξηλθεν εκ του θυσιαστηριου 88.1% ¦ εκ του θυσιαστηριου εξηλθεν ᴍꜱꜱ 5.5% ¦ εκ του θυσιαστηριου ꜱʙʟ 5%
  52. Footnote εχων 97.2% ¦ ο εχων ꜱʙʟ ᴡʜ 2.3%
  53. Footnote εν κραυγη 36.6% ¦ κραυγη ᴀɴᴛ ɴᴀ ᴘᴄᴋ ʀᴘ ᴛʜ ᴛʀ 50.4% ¦ φωνη ꜱʙʟ ᴡʜ 8.5%
  54. Footnote της αμπελου 96.3% ¦ — ꜱᴛ 2.3%
  55. Footnote ηκμασεν η σταφυλη της γης 38.6% ¦ ηκμασαν αι σταφυλαι αυτης ᴄᴛ ᴘᴄᴋ ʀᴘ ᴛʀ 48%
  56. Footnote εξεβαλεν 40.4% ¦ εβαλεν ᴀɴᴛ ᴄᴛ ᴘᴄᴋ ʀᴘ ᴛʀ 56%
  57. Footnote τον μεγαν 51.6% ¦ την μεγαλην ᴀɴᴛ ᴛʀ 22.9%
  58. Footnote εξωθεν 68.5% ¦ εξω ᴀɴᴛ ᴛʀ 30.1%

Η Καινή Διαθήκη. Public domain. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · SourceEdition imported 2026-10-25.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.