Η Καινή Διαθήκη
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 1
The Genealogy of Jesus Christ
Βίβλος γενέσεως Ἰησοῦ Χριστοῦ, υἱοῦ 1Δαυίδ, υἱοῦ Ἀβραάμ.
Ἀβραὰμ ἐγέννησε τὸν Ἰσαάκ, Ἰσαὰκ δὲ ἐγέννησε τὸν Ἰακώβ, Ἰακὼβ δὲ ἐγέννησε τὸν Ἰούδαν καὶ τοὺς ἀδελφοὺς αὐτοῦ, Ἰούδας δὲ ἐγέννησε τὸν Φαρὲς καὶ τὸν Ζαρὰ ἐκ τῆς Θάμαρ, Φαρὲς δὲ ἐγέννησε τὸν Ἐσρώμ, Ἐσρὼμ δὲ ἐγέννησε τὸν Ἀράμ, Ἀρὰμ δὲ ἐγέννησε τὸν Ἀμιναδάβ, Ἀμιναδὰβ δὲ ἐγέννησε τὸν Ναασσών, Ναασσὼν δὲ ἐγέννησε τὸν Σαλμών, Σαλμὼν δὲ ἐγέννησε τὸν 2Βοὸζ ἐκ τῆς Ῥαχάβ, 3Βοὸζ δὲ ἐγέννησε τὸν 4Ὠβὴδ ἐκ τῆς Ῥούθ, 5Ὠβὴδ δὲ ἐγέννησε τὸν Ἰεσσαί, Ἰεσσαὶ δὲ ἐγέννησε τὸν 6Δαυὶδ τὸν βασιλέα. 7
Δαυὶδ δὲ 8ὁ βασιλεὺς ἐγέννησε τὸν 9Σολομῶνα ἐκ τῆς τοῦ Οὐρίου, Σολομὼν δὲ ἐγέννησε τὸν Ῥοβοάμ, Ῥοβοὰμ δὲ ἐγέννησε τὸν Ἀβιά, Ἀβιὰ δὲ ἐγέννησε τὸν 10Ἀσά, Ἀσὰ δὲ ἐγέννησε τὸν Ἰωσαφάτ, Ἰωσαφὰτ δὲ ἐγέννησε τὸν Ἰωράμ, Ἰωρὰμ δὲ ἐγέννησε τὸν 11Ὀζίαν, Ὀζίας δὲ ἐγέννησε τὸν Ἰωάθαμ, Ἰωάθαμ δὲ ἐγέννησε τὸν 12Ἄχαζ, Ἄχαζ δὲ ἐγέννησε τὸν Ἐζεκίαν, Ἐζεκίας δὲ ἐγέννησε τὸν 13Μανασσῆ, Μανασσῆς δὲ ἐγέννησε τὸν 14Ἀμών, Ἀμὼν δὲ ἐγέννησε τὸν 15Ἰωσίαν, Ἰωσίας δὲ ἐγέννησε τὸν Ἰεχονίαν καὶ τοὺς ἀδελφοὺς αὐτοῦ ἐπὶ τῆς μετοικεσίας Βαβυλῶνος.
Μετὰ δὲ τὴν μετοικεσίαν Βαβυλῶνος Ἰεχονίας ἐγέννησε τὸν Σαλαθιήλ, Σαλαθιὴλ δὲ ἐγέννησε τὸν Ζοροβάβελ, Ζοροβάβελ δὲ ἐγέννησε τὸν Ἀβιούδ, Ἀβιοὺδ δὲ ἐγέννησε τὸν 16Ἐλιακείμ, Ἐλιακεὶμ δὲ ἐγέννησε τὸν Ἀζώρ, Ἀζὼρ δὲ ἐγέννησε τὸν Σαδώκ, Σαδὼκ δὲ ἐγέννησε τὸν 17Ἀχείμ, Ἀχεὶμ δὲ ἐγέννησε τὸν Ἐλιούδ, Ἐλιοὺδ δὲ ἐγέννησε τὸν Ἐλεάζαρ, Ἐλεάζαρ δὲ ἐγέννησε τὸν 18Ματθάν, Ματθὰν δὲ ἐγέννησε τὸν Ἰακώβ, Ἰακὼβ δὲ ἐγέννησε τὸν Ἰωσὴφ τὸν ἄνδρα Μαρίας, ἐξ ἧς ἐγεννήθη Ἰησοῦς ὁ λεγόμενος Χριστός.
Πᾶσαι οὖν αἱ γενεαὶ ἀπὸ Ἀβραὰμ ἕως 19Δαυὶδ γενεαὶ δεκατέσσαρες, καὶ ἀπὸ 20Δαυὶδ ἕως τῆς μετοικεσίας Βαβυλῶνος γενεαὶ δεκατέσσαρες, καὶ ἀπὸ τῆς μετοικεσίας Βαβυλῶνος ἕως τοῦ Χριστοῦ γενεαὶ δεκατέσσαρες.
The Birth of Jesus
Τοῦ δὲ Ἰησοῦ Χριστοῦ ἡ 21γέννησις οὕτως ἦν· μνηστευθείσης 22γὰρ τῆς μητρὸς αὐτοῦ Μαρίας τῷ Ἰωσήφ, πρὶν ἢ συνελθεῖν αὐτοὺς εὑρέθη ἐν γαστρὶ ἔχουσα ἐκ Πνεύματος Ἁγίου. Ἰωσὴφ δὲ ὁ ἀνὴρ αὐτῆς, δίκαιος ὢν καὶ μὴ θέλων αὐτὴν 23παραδειγματίσαι, ἐβουλήθη λάθρᾳ ἀπολῦσαι αὐτήν. ταῦτα δὲ αὐτοῦ ἐνθυμηθέντος, ἰδού, ἄγγελος Κυρίου κατ᾽ ὄναρ ἐφάνη αὐτῷ λέγων, Ἰωσήφ, υἱὸς 24Δαυίδ, μὴ φοβηθῇς παραλαβεῖν 25Μαριὰμ τὴν γυναῖκά σου, τὸ γὰρ ἐν αὐτῇ γεννηθὲν ἐκ Πνεύματός ἐστιν Ἁγίου. τέξεται δὲ υἱόν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν· αὐτὸς γὰρ σώσει τὸν λαὸν αὐτοῦ ἀπὸ τῶν ἁμαρτιῶν αὐτῶν. τοῦτο δὲ ὅλον γέγονεν ἵνα πληρωθῇ τὸ ῥηθὲν ὑπὸ 26τοῦ Κυρίου διὰ τοῦ προφήτου λέγοντος,
Ἰδού, ἡ παρθένος ἐν γαστρὶ ἕξει καὶ τέξεται υἱόν,
καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ
(ὅ ἐστι μεθερμηνευόμενον Μεθ᾽ ἡμῶν ὁ Θεός). 27διεγερθεὶς δὲ ὁ Ἰωσὴφ ἀπὸ τοῦ ὕπνου ἐποίησεν ὡς προσέταξεν αὐτῷ ὁ ἄγγελος Κυρίου καὶ παρέλαβε τὴν γυναῖκα αὐτοῦ, καὶ οὐκ ἐγίνωσκεν αὐτὴν ἕως οὗ ἔτεκε 28τὸν υἱὸν αὐτῆς τὸν πρωτότοκον· καὶ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ Ἰησοῦν.
Source notes (28)
- Footnote δαυιδ ¦ δαβιδ ʜꜰ ᴛʀ ¦ δαυειδ ᴛʜ ᴡʜ
- Footnote βοοζ ¦ βοες ᴄᴛ
- Footnote βοοζ ¦ βοες ᴄᴛ
- Footnote ωβηδ ¦ ιωβηδ ᴄᴛ
- Footnote ωβηδ ¦ ιωβηδ ᴄᴛ
- Footnote δαυιδ ¦ δαβιδ ʜꜰ ᴛʀ ¦ δαυειδ ᴛʜ ᴡʜ
- Footnote δαυιδ ¦ δαβιδ ʜꜰ ᴛʀ ¦ δαυειδ ᴛʜ ᴡʜ
- Footnote ο βασιλευς ¦ — ᴄᴛ
- Footnote σολομωνα ¦ σολομωντα ᴛʀ
- Footnote ασα ασα ¦ ασαφ ασαφ ᴄᴛ
- Footnote οζιαν οζιας ¦ οζειαν οζειας ᴛʜ ᴡʜ
- Footnote αχαζ αχαζ ¦ αχας αχας ᴡʜ
- Footnote μανασση ¦ μανασσην ᴘᴄᴋ
- Footnote αμων αμων ¦ αμως αμως ᴄᴛ
- Footnote ιωσιαν ιωσιας ¦ ιωσειαν ιωσειας ᴛʜ ᴡʜ
- Footnote ελιακειμ ελιακειμ ¦ ελιακιμ ελιακιμ ɴᴀ ꜱʙʟ
- Footnote αχειμ αχειμ ¦ αχιμ αχιμ ɴᴀ ꜱʙʟ
- Footnote ματθαν ματθαν ¦ μαθθαν μαθθαν ᴡʜ
- Footnote δαυιδ ¦ δαβιδ ʜꜰ ᴛʀ ¦ δαυειδ ᴛʜ ᴡʜ
- Footnote δαυιδ ¦ δαβιδ ʜꜰ ᴛʀ ¦ δαυειδ ᴛʜ ᴡʜ
- Footnote γεννησις ¦ γενεσις ᴄᴛ
- Footnote γαρ ¦ — ᴄᴛ
- Footnote παραδειγματισαι ¦ δειγματισαι ᴄᴛ
- Footnote δαυιδ ¦ δαβιδ ʜꜰ ᴛʀ ¦ δαυειδ ᴛʜ ᴡʜ
- Footnote μαριαμ ¦ μαριαν ɴᴀ ꜱʙʟ ᴡʜ
- Footnote του ¦ — ᴄᴛ
- Footnote διεγερθεις ¦ εγερθεις ᴄᴛ
- Footnote τον υιον αυτης τον πρωτοτοκον 98.6% ¦ υιον ᴄᴛ 0.5%
Η Καινή Διαθήκη. Public domain. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.
Full source notice & licence · SourceEdition imported 2026-10-25.