Η Καινή Διαθήκη
ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ 7
The Priestly Order of Melchizedek
Οὗτος γὰρ ὁ Μελχισεδέκ, βασιλεὺς Σαλήμ, ἱερεὺς τοῦ Θεοῦ 1τοῦ ὑψίστου, ὁ συναντήσας Ἀβραὰμ ὑποστρέφοντι ἀπὸ τῆς κοπῆς τῶν βασιλέων καὶ εὐλογήσας αὐτόν, ᾧ καὶ δεκάτην ἀπὸ πάντων ἐμέρισεν Ἀβραάμ, πρῶτον μὲν ἑρμηνευόμενος βασιλεὺς δικαιοσύνης, ἔπειτα δὲ καὶ βασιλεὺς Σαλήμ, ὅ ἐστι βασιλεὺς εἰρήνης, ἀπάτωρ, ἀμήτωρ, ἀγενεαλόγητος, μήτε ἀρχὴν ἡμερῶν μήτε ζωῆς τέλος ἔχων, ἀφωμοιωμένος δὲ τῷ υἱῷ τοῦ Θεοῦ, μένει ἱερεὺς εἰς τὸ διηνεκές.
Θεωρεῖτε δὲ πηλίκος οὗτος, ᾧ 2καὶ δεκάτην Ἀβραὰμ ἔδωκεν ἐκ τῶν ἀκροθινίων ὁ πατριάρχης. καὶ οἱ μὲν ἐκ τῶν υἱῶν 3Λευῒ τὴν 4ἱερατείαν λαμβάνοντες ἐντολὴν ἔχουσιν 5ἀποδεκατοῦν τὸν λαὸν κατὰ τὸν νόμον, τοῦτ᾽ ἔστι τοὺς ἀδελφοὺς αὐτῶν, καίπερ ἐξεληλυθότας ἐκ τῆς ὀσφύος Ἀβραάμ· ὁ δὲ μὴ γενεαλογούμενος ἐξ αὐτῶν δεδεκάτωκε 6τὸν Ἀβραάμ, καὶ τὸν ἔχοντα τὰς ἐπαγγελίας εὐλόγηκε. χωρὶς δὲ πάσης ἀντιλογίας τὸ ἔλαττον ὑπὸ τοῦ κρείττονος εὐλογεῖται. καὶ ὧδε μὲν δεκάτας ἀποθνῄσκοντες ἄνθρωποι λαμβάνουσιν· ἐκεῖ δὲ μαρτυρούμενος ὅτι ζῇ. καὶ ὡς ἔπος εἰπεῖν 7διὰ Ἀβραὰμ καὶ 8Λευῒ ὁ δεκάτας λαμβάνων δεδεκάτωται· ἔτι γὰρ ἐν τῇ ὀσφύϊ τοῦ πατρὸς ἦν ὅτε συνήντησεν αὐτῷ 9ὁ Μελχισεδέκ.
Jesus Compared to Melchizedek
Εἰ μὲν οὖν τελείωσις διὰ τῆς 10Λευϊτικῆς ἱερωσύνης ἦν (ὁ λαὸς γὰρ ἐπ᾽ 11αὐτῇ νενομοθέτητο), τίς ἔτι χρεία κατὰ τὴν τάξιν Μελχισεδὲκ ἕτερον ἀνίστασθαι ἱερέα καὶ οὐ κατὰ τὴν τάξιν Ἀαρὼν λέγεσθαι; μετατιθεμένης γὰρ τῆς ἱερωσύνης ἐξ ἀνάγκης καὶ νόμου μετάθεσις γίνεται. ἐφ᾽ ὃν γὰρ λέγεται ταῦτα φυλῆς ἑτέρας μετέσχηκεν, ἀφ᾽ ἧς οὐδεὶς προσέσχηκε τῷ θυσιαστηρίῳ· πρόδηλον γὰρ ὅτι ἐξ Ἰούδα ἀνατέταλκεν ὁ Κύριος ἡμῶν, εἰς ἣν φυλὴν 12οὐδὲν περὶ ἱερωσύνης Μωϋσῆς ἐλάλησε.
Καὶ περισσότερον ἔτι κατάδηλόν ἐστιν εἰ κατὰ τὴν ὁμοιότητα Μελχισεδὲκ ἀνίσταται ἱερεὺς ἕτερος, ὃς οὐ κατὰ νόμον ἐντολῆς 13σαρκικῆς γέγονεν ἀλλὰ κατὰ δύναμιν ζωῆς ἀκαταλύτου. 14μαρτυρεῖ γὰρ ὅτι
Σὺ ἱερεὺς εἰς τὸν αἰῶνα
κατὰ τὴν τάξιν Μελχισεδέκ.
ἀθέτησις μὲν γὰρ γίνεται προαγούσης ἐντολῆς διὰ τὸ αὐτῆς ἀσθενὲς καὶ ἀνωφελές (οὐδὲν γὰρ ἐτελείωσεν ὁ νόμος), ἐπεισαγωγὴ δὲ κρείττονος ἐλπίδος, δι᾽ ἧς ἐγγίζομεν τῷ Θεῷ.
Καὶ καθ᾽ ὅσον οὐ χωρὶς ὁρκωμοσίας (οἱ μὲν γὰρ χωρὶς ὁρκωμοσίας εἰσὶν ἱερεῖς γεγονότες, ὁ δὲ 15μετὰ ὁρκωμοσίας διὰ τοῦ λέγοντος πρὸς αὐτόν,
Ὤμοσε Κύριος
καὶ οὐ μεταμεληθήσεται,
Σὺ ἱερεὺς εἰς τὸν αἰῶνα 16
κατὰ τὴν τάξιν Μελχισεδέκ),
κατὰ 17τοσοῦτον κρείττονος διαθήκης γέγονεν ἔγγυος Ἰησοῦς.
Καὶ οἱ μὲν πλείονές εἰσι γεγονότες ἱερεῖς διὰ τὸ θανάτῳ κωλύεσθαι παραμένειν· ὁ δὲ διὰ τὸ μένειν αὐτὸν εἰς τὸν αἰῶνα ἀπαράβατον ἔχει τὴν ἱερωσύνην. ὅθεν καὶ σῴζειν εἰς τὸ παντελὲς δύναται τοὺς προσερχομένους δι᾽ αὐτοῦ τῷ Θεῷ, πάντοτε ζῶν εἰς τὸ ἐντυγχάνειν ὑπὲρ αὐτῶν.
Τοιοῦτος γὰρ ἡμῖν 18ἔπρεπεν ἀρχιερεύς, ὅσιος, ἄκακος, ἀμίαντος, κεχωρισμένος ἀπὸ τῶν ἁμαρτωλῶν καὶ ὑψηλότερος τῶν οὐρανῶν γενόμενος, ὃς οὐκ ἔχει καθ᾽ ἡμέραν ἀνάγκην, ὥσπερ οἱ ἀρχιερεῖς, πρότερον ὑπὲρ τῶν ἰδίων ἁμαρτιῶν θυσίας ἀναφέρειν, ἔπειτα τῶν τοῦ λαοῦ· τοῦτο γὰρ ἐποίησεν ἐφάπαξ ἑαυτὸν ἀνενέγκας. ὁ νόμος γὰρ ἀνθρώπους καθίστησιν ἀρχιερεῖς ἔχοντας ἀσθένειαν, ὁ λόγος δὲ τῆς ὁρκωμοσίας τῆς μετὰ τὸν νόμον υἱὸν εἰς τὸν αἰῶνα τετελειωμένον.
Source notes (18)
- Footnote του ¦ — ᴇʟᴢ
- Footnote και ¦ — ꜱʙʟ ᴡʜ
- Footnote λευι ¦ λευει ᴛʜ ᴡʜ
- Footnote ιερατειαν ¦ ιερατιαν ᴡʜ
- Footnote αποδεκατουν ¦ αποδεκατοιν ᴡʜ
- Footnote τον ¦ — ᴄᴛ
- Footnote δια ¦ δι ᴄᴛ
- Footnote λευι ¦ λευεις ᴛʜ ᴡʜ
- Footnote ο ¦ — ᴄᴛ
- Footnote λευιτικης ¦ λευειτικης ᴛʜ ᴡʜ
- Footnote αυτη νενομοθετητο ¦ αυτης νενομοθετηται ᴄᴛ
- Footnote ουδεν περι ιερωσυνης μωυσης 63.4% ¦ ουδεν περι ιερωσυνης μωσης ᴛʀ 20.2% ¦ περι ιερεων ουδεν μωυσης ᴄᴛ 1.5%
- Footnote σαρκικης ¦ σαρκινης ᴄᴛ ᴘᴄᴋ
- Footnote μαρτυρει ¦ μαρτυρειται ᴄᴛ
- Footnote μετα ¦ μετ ᴛʜ
- Footnote κατα την ταξιν μελχισεδεκ 97.8% ¦ — ᴄᴛ 1.9%
- Footnote τοσουτον ¦ τοσουτο και ɴᴀ ᴛʜ ᴡʜ ¦ τοσουτο ꜱʙʟ
- Footnote επρεπεν ¦ και επρεπεν ᴄᴛ
Η Καινή Διαθήκη. Public domain. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.
Full source notice & licence · SourceEdition imported 2026-10-25.