Η Καινή Διαθήκη
ΠΡΟΣ ΕΦΕΣΙΟΥΣ 3
Paul’s Ministry to the Gentiles
Τούτου χάριν ἐγὼ Παῦλος ὁ δέσμιος τοῦ Χριστοῦ Ἰησοῦ ὑπὲρ ὑμῶν τῶν ἐθνῶν— εἴ γε ἠκούσατε τὴν οἰκονομίαν τῆς χάριτος τοῦ Θεοῦ τῆς δοθείσης μοι εἰς ὑμᾶς, 1ὅτι κατὰ ἀποκάλυψιν ἐγνώρισέ μοι τὸ μυστήριον, καθὼς προέγραψα ἐν ὀλίγῳ, πρὸς ὃ δύνασθε 2ἀναγινώσκοντες νοῆσαι τὴν σύνεσίν μου ἐν τῷ μυστηρίῳ τοῦ Χριστοῦ, ὃ 3ἑτέραις γενεαῖς οὐκ ἐγνωρίσθη τοῖς υἱοῖς τῶν ἀνθρώπων ὡς νῦν ἀπεκαλύφθη τοῖς ἁγίοις ἀποστόλοις αὐτοῦ καὶ προφήταις ἐν Πνεύματι, εἶναι τὰ ἔθνη 4συγκληρονόμα καὶ 5σύσσωμα καὶ 6συμμέτοχα τῆς ἐπαγγελίας 7αὐτοῦ ἐν 8τῷ Χριστῷ διὰ τοῦ εὐαγγελίου, οὗ 9ἐγενόμην διάκονος κατὰ τὴν δωρεὰν τῆς χάριτος τοῦ Θεοῦ 10τὴν δοθεῖσάν μοι κατὰ τὴν ἐνέργειαν τῆς δυνάμεως αὐτοῦ. ἐμοὶ τῷ ἐλαχιστοτέρῳ πάντων 11ἁγίων ἐδόθη ἡ χάρις αὕτη, 12ἐν τοῖς ἔθνεσιν εὐαγγελίσασθαι 13τὸν ἀνεξιχνίαστον πλοῦτον τοῦ Χριστοῦ καὶ φωτίσαι 14πάντας τίς ἡ 15οἰκονομία τοῦ μυστηρίου τοῦ ἀποκεκρυμμένου ἀπὸ τῶν αἰώνων ἐν τῷ Θεῷ τῷ τὰ πάντα κτίσαντι 16διὰ Ἰησοῦ Χριστοῦ, ἵνα γνωρισθῇ νῦν ταῖς ἀρχαῖς καὶ ταῖς ἐξουσίαις ἐν τοῖς ἐπουρανίοις διὰ τῆς ἐκκλησίας ἡ πολυποίκιλος σοφία τοῦ Θεοῦ, κατὰ πρόθεσιν τῶν αἰώνων ἣν ἐποίησεν ἐν 17Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ἐν ᾧ ἔχομεν τὴν παρρησίαν καὶ 18τὴν προσαγωγὴν ἐν πεποιθήσει διὰ τῆς πίστεως αὐτοῦ. διὸ αἰτοῦμαι μὴ 19ἐκκακεῖν ἐν ταῖς θλίψεσί μου ὑπὲρ ὑμῶν, ἥτις ἐστὶ δόξα ὑμῶν.
Prayer for the Ephesians to Know the Love of Christ
Τούτου χάριν κάμπτω τὰ γόνατά μου πρὸς τὸν πατέρα 20τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ἐξ οὗ πᾶσα πατριὰ ἐν οὐρανοῖς καὶ ἐπὶ γῆς ὀνομάζεται, ἵνα 21δῴη ὑμῖν κατὰ 22τὸν πλοῦτον τῆς δόξης αὐτοῦ δυνάμει κραταιωθῆναι διὰ τοῦ Πνεύματος αὐτοῦ εἰς τὸν ἔσω ἄνθρωπον, κατοικῆσαι τὸν Χριστὸν διὰ τῆς πίστεως ἐν ταῖς καρδίαις ὑμῶν, ἐν ἀγάπῃ ἐρριζωμένοι καὶ τεθεμελιωμένοι, ἵνα ἐξισχύσητε καταλαβέσθαι σὺν πᾶσι τοῖς ἁγίοις τί τὸ πλάτος καὶ μῆκος καὶ 23βάθος καὶ ὕψος, γνῶναί τε τὴν ὑπερβάλλουσαν τῆς γνώσεως ἀγάπην τοῦ Χριστοῦ, ἵνα πληρωθῆτε εἰς πᾶν τὸ πλήρωμα τοῦ Θεοῦ.
Τῷ δὲ δυναμένῳ ὑπὲρ πάντα ποιῆσαι ὑπερεκπερισσοῦ ὧν αἰτούμεθα ἢ νοοῦμεν κατὰ τὴν δύναμιν τὴν ἐνεργουμένην ἐν ἡμῖν, αὐτῷ ἡ δόξα ἐν τῇ ἐκκλησίᾳ 24ἐν Χριστῷ Ἰησοῦ εἰς πάσας τὰς γενεὰς τοῦ αἰῶνος τῶν αἰώνων· ἀμήν.
Source notes (24)
- Footnote οτι κατα αποκαλυψιν εγνωρισεν ¦ οτι κατα αποκαλυψιν εγνωρισθη ɴᴀ ᴛʜ ᴡʜ ¦ κατα αποκαλυψιν εγνωρισθη ꜱʙʟ
- Footnote αναγινωσκοντες ¦ αναγεινωσκοντες ᴛʜ
- Footnote ετεραις ¦ εν ετεραις ᴛʀ
- Footnote συγκληρονομα ¦ συνκληρονομα ᴛʜ ᴡʜ
- Footnote συσσωμα ¦ συνσωμα ᴛʜ ᴡʜ
- Footnote συμμετοχα ¦ συνμετοχα ᴛʜ ᴡʜ
- Footnote αυτου ¦ — ᴄᴛ
- Footnote τω χριστω ¦ χριστω ιησου ᴄᴛ
- Footnote εγενομην ¦ εγενηθην ᴄᴛ
- Footnote την δοθεισαν ¦ της δοθεισης ᴄᴛ
- Footnote αγιων ¦ των αγιων ᴀɴᴛ ᴛʀ
- Footnote εν ¦ — ᴄᴛ
- Footnote τον ανεξιχνιαστον πλουτον ¦ το ανεξιχνιαστον πλουτος ᴄᴛ
- Footnote παντας ¦ — ᴡʜ
- Footnote οικονομια ¦ κοινωνια ᴛʀ
- Footnote δια ιησου χριστου ¦ — ᴄᴛ
- Footnote χριστω ¦ τω χριστω ᴄᴛ
- Footnote την ¦ — ᴄᴛ
- Footnote εκκακειν ¦ εγκακειν ɴᴀ ꜱʙʟ ¦ ενκακειν ᴛʜ ᴡʜ
- Footnote του κυριου ημων ιησου χριστου ¦ — ᴄᴛ
- Footnote δωη ¦ δω ᴄᴛ
- Footnote τον πλουτον ¦ το πλουτος ᴄᴛ
- Footnote βαθος και υψος 93.2% ¦ υψος και βαθος ᴄᴛ 5.3%
- Footnote εν ¦ και εν ᴄᴛ
Η Καινή Διαθήκη. Public domain. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.
Full source notice & licence · SourceEdition imported 2026-10-25.