Η Καινή Διαθήκη
ΠΡΟΣ ΘΕΣΣΑΛΟΝΙΚΕΙΣ Βʹ 2
The Man of Sin
Ἐρωτῶμεν δὲ ὑμᾶς, ἀδελφοί, ὑπὲρ τῆς παρουσίας τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ ἡμῶν ἐπισυναγωγῆς ἐπ᾽ αὐτόν, εἰς τὸ μὴ ταχέως σαλευθῆναι ὑμᾶς ἀπὸ τοῦ νοὸς 1μήτε θροεῖσθαι, μήτε διὰ 2πνεύματος μήτε διὰ λόγου μήτε δι᾽ ἐπιστολῆς ὡς δι᾽ ἡμῶν, ὡς ὅτι ἐνέστηκεν ἡ ἡμέρα τοῦ 3Χριστοῦ· μή τις ὑμᾶς ἐξαπατήσῃ κατὰ μηδένα τρόπον· ὅτι ἐὰν μὴ ἔλθῃ ἡ ἀποστασία πρῶτον καὶ ἀποκαλυφθῇ ὁ ἄνθρωπος τῆς 4ἁμαρτίας, ὁ υἱὸς τῆς ἀπωλείας, ὁ ἀντικείμενος καὶ ὑπεραιρόμενος ἐπὶ 5πάντα λεγόμενον θεὸν ἢ σέβασμα, ὥστε αὐτὸν εἰς τὸν ναὸν τοῦ Θεοῦ 6ὡς Θεὸν καθίσαι ἀποδεικνύντα ἑαυτὸν ὅτι ἐστὶ Θεός. οὐ μνημονεύετε ὅτι ἔτι ὢν πρὸς ὑμᾶς ταῦτα ἔλεγον ὑμῖν; καὶ νῦν τὸ κατέχον οἴδατε, εἰς τὸ ἀποκαλυφθῆναι αὐτὸν ἐν τῷ 7ἑαυτοῦ καιρῷ. τὸ γὰρ μυστήριον ἤδη ἐνεργεῖται τῆς ἀνομίας· μόνον ὁ κατέχων ἄρτι ἕως ἐκ μέσου γένηται. καὶ τότε ἀποκαλυφθήσεται ὁ ἄνομος, ὃν ὁ Κύριος 8ἀναλώσει τῷ πνεύματι τοῦ στόματος αὐτοῦ καὶ καταργήσει τῇ ἐπιφανείᾳ τῆς παρουσίας αὐτοῦ, οὗ ἐστιν ἡ παρουσία κατ᾽ ἐνέργειαν τοῦ Σατανᾶ ἐν πάσῃ δυνάμει καὶ σημείοις καὶ τέρασι ψεύδους καὶ ἐν πάσῃ ἀπάτῃ 9τῆς ἀδικίας ἐν τοῖς ἀπολλυμένοις, ἀνθ᾽ ὧν τὴν ἀγάπην τῆς ἀληθείας οὐκ ἐδέξαντο εἰς τὸ σωθῆναι αὐτούς. καὶ διὰ τοῦτο 10πέμψει αὐτοῖς ὁ Θεὸς ἐνέργειαν πλάνης εἰς τὸ πιστεῦσαι αὐτοὺς τῷ ψεύδει, ἵνα κριθῶσι 11πάντες οἱ μὴ πιστεύσαντες τῇ ἀληθείᾳ 12ἀλλ᾽ εὐδοκήσαντες 13ἐν τῇ ἀδικίᾳ.
Chosen for Salvation
Ἡμεῖς δὲ ὀφείλομεν εὐχαριστεῖν τῷ Θεῷ πάντοτε περὶ ὑμῶν, ἀδελφοὶ ἠγαπημένοι ὑπὸ Κυρίου, ὅτι 14εἵλετο ὑμᾶς ὁ Θεὸς 15ἀπ᾽ ἀρχῆς εἰς σωτηρίαν ἐν ἁγιασμῷ Πνεύματος καὶ πίστει ἀληθείας, εἰς ὃ 16ἐκάλεσεν ὑμᾶς διὰ τοῦ εὐαγγελίου ἡμῶν εἰς περιποίησιν δόξης τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. Ἄρα οὖν, ἀδελφοί, στήκετε καὶ κρατεῖτε τὰς παραδόσεις ἃς ἐδιδάχθητε εἴτε διὰ λόγου εἴτε δι᾽ ἐπιστολῆς ἡμῶν.
Αὐτὸς δὲ ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς καὶ 17ὁ Θεὸς καὶ πατὴρ ἡμῶν, ὁ ἀγαπήσας ἡμᾶς καὶ δοὺς παράκλησιν αἰωνίαν καὶ ἐλπίδα ἀγαθὴν ἐν χάριτι, παρακαλέσαι ὑμῶν τὰς καρδίας καὶ στηρίξαι 18ὑμᾶς ἐν παντὶ 19λόγῳ καὶ ἔργῳ ἀγαθῷ.
Source notes (19)
- Footnote μητε ¦ μηδε ᴄᴛ
- Footnote πνευματος ¦ του πνευματος ᴀɴᴛ
- Footnote χριστου ¦ κυριου ᴄᴛ
- Footnote αμαρτιας 93.5% ¦ ανομιας ᴄᴛ 5.5%
- Footnote παντα ¦ παν το ꜱᴄʀ
- Footnote ως θεον καθισαι 78.4% ¦ καθισαι ᴄᴛ 7.7% ¦ καθισαι ως θεον ᴍꜱꜱ 7.4%
- Footnote ἑαυτοῦ ¦ αὐτοῦ ᴡʜ
- Footnote αναλωσει 82.6% ¦ ιησους αναλωσει ᴍꜱꜱ 8.2% ¦ ιησους ανελει ᴄᴛ 4.4%
- Footnote της αδικιας εν ¦ αδικιας ᴄᴛ
- Footnote πεμψει ¦ πεμπει ᴄᴛ
- Footnote παντες ¦ απαντες ᴛʜ
- Footnote αλλ ¦ αλλα ꜱʙʟ ᴛʜ ᴡʜ
- Footnote εν ¦ — ᴄᴛ
- Footnote ειλετο ¦ ειλατο ᴄᴛ
- Footnote απ αρχης ¦ απαρχην ɴᴀ ꜱʙʟ
- Footnote εκαλεσεν ¦ και εκαλεσεν ɴᴀ
- Footnote ο θεος και ¦ ο θεος ο ɴᴀ ᴛʜ ᴡʜ ¦ θεος ο ꜱʙʟ
- Footnote υμας ¦ — ᴄᴛ
- Footnote λογω και εργω ¦ εργω και λογω ᴄᴛ
Η Καινή Διαθήκη. Public domain. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.
Full source notice & licence · SourceEdition imported 2026-10-25.