Η Καινή Διαθήκη
ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Βʹ 3
Ministers of the New Covenant
Ἀρχόμεθα πάλιν ἑαυτοὺς συνιστάνειν; 1εἰ μὴ χρῄζομεν ὥς τινες συστατικῶν ἐπιστολῶν πρὸς ὑμᾶς ἢ ἐξ ὑμῶν 2συστατικῶν; ἡ ἐπιστολὴ ἡμῶν ὑμεῖς ἐστε, 3ἐγγεγραμμένη ἐν ταῖς καρδίαις 4ὑμῶν, γινωσκομένη καὶ ἀναγινωσκομένη ὑπὸ πάντων ἀνθρώπων, φανερούμενοι ὅτι ἐστὲ ἐπιστολὴ Χριστοῦ διακονηθεῖσα ὑφ᾽ ἡμῶν, 5ἐγγεγραμμένη οὐ μέλανι ἀλλὰ Πνεύματι Θεοῦ ζῶντος, οὐκ ἐν πλαξὶ λιθίναις 6ἀλλ᾽ ἐν πλαξὶ 7καρδίαις σαρκίναις.
Πεποίθησιν δὲ τοιαύτην ἔχομεν διὰ τοῦ Χριστοῦ πρὸς τὸν Θεόν. οὐχ ὅτι 8ἱκανοί ἐσμεν ἀφ᾽ ἑαυτῶν λογίσασθαί τι ὡς ἐξ 9ἑαυτῶν, ἀλλ᾽ ἡ ἱκανότης ἡμῶν ἐκ τοῦ Θεοῦ, ὃς καὶ ἱκάνωσεν ἡμᾶς διακόνους καινῆς διαθήκης, οὐ γράμματος ἀλλὰ Πνεύματος· τὸ γὰρ γράμμα 10ἀποκτένει, τὸ δὲ Πνεῦμα ζῳοποιεῖ.
Εἰ δὲ ἡ διακονία τοῦ θανάτου ἐν γράμμασιν ἐντετυπωμένη 11ἐν λίθοις ἐγενήθη ἐν δόξῃ, ὥστε μὴ δύνασθαι ἀτενίσαι τοὺς υἱοὺς Ἰσραὴλ εἰς τὸ πρόσωπον 12Μωϋσέως διὰ τὴν δόξαν τοῦ προσώπου αὐτοῦ τὴν καταργουμένην, πῶς οὐχὶ μᾶλλον ἡ διακονία τοῦ Πνεύματος ἔσται ἐν δόξῃ; εἰ γὰρ 13ἡ διακονία τῆς κατακρίσεως δόξα, πολλῷ μᾶλλον περισσεύει ἡ διακονία τῆς δικαιοσύνης 14ἐν δόξῃ. καὶ γὰρ 15οὐ δεδόξασται τὸ δεδοξασμένον ἐν τούτῳ τῷ μέρει 16ἕνεκεν τῆς ὑπερβαλλούσης δόξης. εἰ γὰρ τὸ καταργούμενον διὰ δόξης, πολλῷ μᾶλλον τὸ μένον ἐν δόξῃ.
Ἔχοντες οὖν τοιαύτην ἐλπίδα πολλῇ παρρησίᾳ χρώμεθα, καὶ οὐ καθάπερ 17Μωϋσῆς ἐτίθει κάλυμμα ἐπὶ τὸ πρόσωπον 18ἑαυτοῦ πρὸς τὸ μὴ ἀτενίσαι τοὺς υἱοὺς Ἰσραὴλ εἰς τὸ τέλος τοῦ καταργουμένου. 19ἀλλ᾽ ἐπωρώθη τὰ νοήματα αὐτῶν, ἄχρι γὰρ τῆς 20σήμερον τὸ αὐτὸ κάλυμμα ἐπὶ τῇ ἀναγνώσει τῆς παλαιᾶς διαθήκης μένει μὴ ἀνακαλυπτόμενον, 21ὅτι ἐν Χριστῷ καταργεῖται. ἀλλ᾽ ἕως σήμερον ἡνίκα 22ἀναγινώσκεται 23Μωϋσῆς, κάλυμμα ἐπὶ τὴν καρδίαν αὐτῶν κεῖται· ἡνίκα 24δ᾽ ἂν ἐπιστρέψῃ πρὸς Κύριον, περιαιρεῖται τὸ κάλυμμα. ὁ δὲ Κύριος τὸ Πνεῦμά ἐστιν· οὗ δὲ τὸ Πνεῦμα Κυρίου, 25ἐκεῖ ἐλευθερία. ἡμεῖς δὲ πάντες ἀνακεκαλυμμένῳ προσώπῳ τὴν δόξαν Κυρίου κατοπτριζόμενοι, τὴν αὐτὴν εἰκόνα μεταμορφούμεθα ἀπὸ δόξης εἰς δόξαν, καθάπερ ἀπὸ Κυρίου Πνεύματος.
Source notes (25)
- Footnote ει ¦ η ᴄᴛ ꜱᴄʀ
- Footnote συστατικων ¦ — ᴄᴛ
- Footnote εγγεγραμμενη ¦ ενγεγραμμενη ᴛʜ ᴡʜ
- Footnote υμων ¦ ημων ᴀɴᴛ ᴄᴛ ʜꜰ ᴘᴄᴋ ʀᴘ ᴛʀ
- Footnote εγγεγραμμενη ¦ ενγεγραμμενη ᴛʜ ᴡʜ
- Footnote αλλ ¦ αλλα ᴀɴᴛ ᴇʟᴢ
- Footnote καρδιαις ¦ καρδιας ᴛʀ
- Footnote ικανοι εσμεν αφ εαυτων ¦ αφ εαυτων ικανοι εσμεν ᴄᴛ
- Footnote ἑαυτῶν ¦ αὑτῶν ꜱʙʟ ᴡʜ
- Footnote αποκτενει ¦ αποκτεννει ᴀɴᴛ ɴᴀ ꜱʙʟ ᴛʜ ¦ αποκτεινει ᴛʀ ᴡʜ
- Footnote εν ¦ — ᴄᴛ
- Footnote μωυσεως ¦ μωυσεος ᴘᴄᴋ ¦ μωσεως ᴛʀ
- Footnote ἡ διακονία ¦ τῇ διακονίᾳ ɴᴀ ꜱʙʟ ᴛʜ
- Footnote εν ¦ — ᴄᴛ
- Footnote ου ¦ ουδε ᴀɴᴛ ᴛʀ
- Footnote ενεκεν ¦ εινεκεν ᴄᴛ ᴘᴄᴋ
- Footnote μωυσης ¦ μωσης ᴛʀ
- Footnote ἑαυτοῦ ¦ αὐτοῦ ᴄᴛ
- Footnote αλλ ¦ αλλα ꜱʙʟ ᴡʜ
- Footnote σημερον ¦ σημερον ημερας ᴄᴛ
- Footnote οτι ¦ ο τι ʀᴘ ᴛʀ
- Footnote αναγινωσκεται ¦ αν αναγινωσκηται ᴄᴛ
- Footnote μωυσης ¦ μωσης ᴘᴄᴋ ᴛʀ
- Footnote δ αν ¦ δε εαν ɴᴀ ꜱʙʟ ᴡʜ
- Footnote εκει ¦ — ᴄᴛ
Η Καινή Διαθήκη. Public domain. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.
Full source notice & licence · SourceEdition imported 2026-10-25.