Η Καινή Διαθήκη
ΠΡΟΣ ΤΙΜΟΘΕΟΝ Αʹ 5
Instructions for the Church
Πρεσβυτέρῳ μὴ ἐπιπλήξῃς, ἀλλὰ παρακάλει ὡς πατέρα, νεωτέρους ὡς ἀδελφούς, πρεσβυτέρας ὡς μητέρας, νεωτέρας ὡς ἀδελφὰς ἐν πάσῃ 1ἁγνείᾳ.
Χήρας τίμα τὰς ὄντως χήρας. εἰ δέ τις χήρα τέκνα ἢ ἔκγονα ἔχει, μανθανέτωσαν πρῶτον τὸν ἴδιον οἶκον εὐσεβεῖν καὶ ἀμοιβὰς ἀποδιδόναι τοῖς προγόνοις· τοῦτο γάρ ἐστιν 2ἀπόδεκτον ἐνώπιον τοῦ Θεοῦ. ἡ δὲ ὄντως χήρα καὶ μεμονωμένη ἤλπικεν ἐπὶ 3τὸν Θεὸν καὶ προσμένει ταῖς δεήσεσι καὶ ταῖς προσευχαῖς νυκτὸς καὶ ἡμέρας· ἡ δὲ σπαταλῶσα ζῶσα τέθνηκε. καὶ ταῦτα παράγγελλε, ἵνα 4ἀνεπίληπτοι ὦσιν. εἰ δέ τις τῶν ἰδίων καὶ μάλιστα 5τῶν οἰκείων οὐ 6προνοεῖ, τὴν πίστιν ἤρνηται καὶ ἔστιν ἀπίστου χείρων.
Χήρα καταλεγέσθω μὴ ἔλαττον ἐτῶν ἑξήκοντα γεγονυῖα, ἑνὸς ἀνδρὸς γυνή, ἐν ἔργοις καλοῖς μαρτυρουμένη, εἰ ἐτεκνοτρόφησεν, εἰ ἐξενοδόχησεν, εἰ ἁγίων πόδας ἔνιψεν, εἰ θλιβομένοις ἐπήρκεσεν, εἰ παντὶ ἔργῳ ἀγαθῷ ἐπηκολούθησε. νεωτέρας δὲ χήρας παραιτοῦ· ὅταν γὰρ καταστρηνιάσωσι τοῦ Χριστοῦ, γαμεῖν θέλουσιν, ἔχουσαι κρίμα ὅτι τὴν πρώτην πίστιν ἠθέτησαν. ἅμα δὲ καὶ ἀργαὶ μανθάνουσι περιερχόμεναι τὰς οἰκίας, οὐ μόνον δὲ ἀργαὶ ἀλλὰ καὶ φλύαροι καὶ περίεργοι, λαλοῦσαι τὰ μὴ δέοντα. βούλομαι οὖν νεωτέρας 7χήρας γαμεῖν, τεκνογονεῖν, οἰκοδεσποτεῖν, μηδεμίαν ἀφορμὴν διδόναι τῷ ἀντικειμένῳ λοιδορίας χάριν· ἤδη γάρ τινες ἐξετράπησαν ὀπίσω τοῦ Σατανᾶ. εἴ 8τις πιστὸς ἢ πιστὴ ἔχει χήρας, 9ἐπαρκείτω αὐταῖς καὶ μὴ βαρείσθω ἡ ἐκκλησία, ἵνα ταῖς ὄντως χήραις ἐπαρκέσῃ.
Οἱ καλῶς προεστῶτες πρεσβύτεροι διπλῆς τιμῆς ἀξιούσθωσαν, μάλιστα οἱ κοπιῶντες ἐν λόγῳ καὶ διδασκαλίᾳ. λέγει γὰρ ἡ γραφή, Βοῦν ἀλοῶντα οὐ φιμώσεις· καί, Ἄξιος ὁ ἐργάτης τοῦ μισθοῦ αὐτοῦ. κατὰ πρεσβυτέρου κατηγορίαν μὴ παραδέχου, ἐκτὸς εἰ μὴ ἐπὶ δύο ἢ τριῶν μαρτύρων. 10τοὺς ἁμαρτάνοντας ἐνώπιον πάντων ἔλεγχε, ἵνα καὶ οἱ λοιποὶ φόβον ἔχωσι. διαμαρτύρομαι ἐνώπιον τοῦ Θεοῦ καὶ 11Κυρίου Ἰησοῦ Χριστοῦ καὶ τῶν ἐκλεκτῶν ἀγγέλων ἵνα ταῦτα φυλάξῃς χωρὶς προκρίματος, μηδὲν ποιῶν κατὰ 12πρόσκλησιν. χεῖρας ταχέως μηδενὶ ἐπιτίθει μηδὲ κοινώνει ἁμαρτίαις ἀλλοτρίαις· σεαυτὸν ἁγνὸν τήρει. (μηκέτι ὑδροπότει, 13ἀλλ᾽ οἴνῳ ὀλίγῳ χρῶ διὰ τὸν στόμαχόν 14σου καὶ τὰς πυκνάς σου ἀσθενείας.) τινῶν ἀνθρώπων αἱ ἁμαρτίαι πρόδηλοί εἰσι, προάγουσαι εἰς κρίσιν, τισὶ δὲ καὶ ἐπακολουθοῦσιν. ὡσαύτως καὶ τὰ 15καλὰ ἔργα πρόδηλά 16ἐστι, καὶ τὰ ἄλλως ἔχοντα κρυβῆναι οὐ 17δύνανται.
Source notes (17)
- Footnote αγνεια ¦ αγνια ᴡʜ
- Footnote αποδεκτον ¦ καλον και αποδεκτον ᴀɴᴛ ᴛʀ
- Footnote τον ¦ — ɴᴀ ꜱʙʟ
- Footnote ανεπιληπτοι ¦ ανεπιλημπτοι ᴄᴛ
- Footnote των ¦ — ᴄᴛ
- Footnote προνοει ¦ προνοειται ᴛʜ
- Footnote χηρας ¦ — ᴀɴᴛ ᴄᴛ ʜꜰ ᴘᴄᴋ ʀᴘ ᴛʀ
- Footnote τις πιστος η 87.4% ¦ δε τις πιστος η ᴍꜱꜱ 7.7% ¦ τις ᴄᴛ 1.9%
- Footnote επαρκειτω ¦ επαρκεισθω ᴛʜ
- Footnote τους ¦ τους δε ᴡʜ
- Footnote κυριου ιησου χριστου ¦ χριστου ιησου ᴄᴛ
- Footnote προσκλησιν ¦ προσκλισιν ᴄᴛ ᴘᴄᴋ ᴛʀ
- Footnote αλλ ¦ αλλα ꜱʙʟ ᴛʜ ᴡʜ
- Footnote σου ¦ — ᴄᴛ
- Footnote καλα εργα ¦ εργα τα καλα ᴄᴛ
- Footnote εστι ¦ — ᴄᴛ
- Footnote δυνανται ¦ δυναται ᴛʀ
Η Καινή Διαθήκη. Public domain. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.
Full source notice & licence · SourceEdition imported 2026-10-25.