Skip to content
BibleKenya

Η Καινή Διαθήκη

ΑΠΟΚΑΛΥΨΙΣ 5

Καὶ εἶδον ἐπὶ τὴν δεξιὰν τοῦ καθημένου ἐπὶ τοῦ θρόνου βιβλίον γεγραμμένον 1⸂ἔσωθεν καὶ ἔξωθεν,⸃ κατεσφραγισμένον σφραγῖσιν ἑπτά. Καὶ εἶδον ἄγγελον ἰσχυρὸν κηρύσσοντα 2⸋ἐν⸌ φωνῇ μεγάλῃ, Τίς 3⸂ἄξιός ἐστιν⸃ ἀνοῖξαι τὸ βιβλίον, καὶ λῦσαι τὰς σφραγῖδας αὐτοῦ; Καὶ οὐδεὶς ἐδύνατο 4⸂ἐν τῷ οὐρανῷ ἄνω, οὔτε ἐπὶ τῆς γῆς, οὔτε ὑποκάτω τῆς γῆς,⸃ ἀνοῖξαι τὸ βιβλίον, 5⸂2οὔτε⸃ βλέπειν αὐτό. Καὶ 6⸋ἐγὼ⸌ ἔκλαιον 7⸂πολύ,⸃ ὅτι οὐδεὶς ἄξιος εὑρέθη ἀνοῖξαι 8⸆ τὸ βιβλίον, οὔτε βλέπειν αὐτό. Καὶ εἷς ἐκ τῶν πρεσβυτέρων λέγει μοι, Μὴ κλαῖε· ἰδού, ἐνίκησεν ὁ λέων ὁ 9⸆ ἐκ τῆς φυλῆς Ἰούδα, ἡ ῥίζα Δαυίδ, 10⸂ὁ ἀνοίγων τὸ βιβλίον καὶ τὰς ἑπτὰ σφραγῖδας⸃ αὐτοῦ. Καὶ εἶδον 11⸆ ἐν μέσῳ τοῦ θρόνου καὶ τῶν τεσσάρων ζῴων, καὶ ἐν μέσῳ τῶν πρεσβυτέρων, ἀρνίον 12⸂ἑστηκὸς ὡς ἐσφαγμένον, ἔχον⸃ 13⸂2κέρατα ἑπτὰ καὶ ὀφθαλμοὺς ἑπτά, ἅ εἰσιν τὰ ἑπτὰ 14⸉πνεύματα τοῦ θεοῦ⸊ ἀποστελλόμενα⸃ εἰς πᾶσαν τὴν γῆν. Καὶ ἦλθεν, καὶ εἴληφεν 15⸆ ἐκ τῆς δεξιᾶς τοῦ καθημένου ἐπὶ τοῦ θρόνου. Καὶ ὅτε ἔλαβεν τὸ βιβλίον, τὰ τέσσαρα ζῷα καὶ οἱ εἴκοσι τέσσαρες πρεσβύτεροι ἔπεσον ἐνώπιον τοῦ ἀρνίου, ἔχοντες ἕκαστος 16⸂κιθάραν,⸃ καὶ φιάλας χρυσᾶς γεμούσας θυμιαμάτων, αἵ εἰσιν 17⸆ προσευχαὶ τῶν ἁγίων. Καὶ ᾄδουσιν ᾠδὴν καινήν, λέγοντες, Ἄξιος εἶ λαβεῖν τὸ βιβλίον, καὶ ἀνοῖξαι τὰς σφραγῖδας αὐτοῦ· ὅτι ἐσφάγης, καὶ ἠγόρασας τῷ θεῷ 18⸋ἡμᾶς⸌ ἐν τῷ αἵματί σου ἐκ πάσης φυλῆς καὶ γλώσσης καὶ λαοῦ καὶ ἔθνους, 19⸂καὶ ἐποίησας αὐτοὺς τῷ θεῷ ἡμῶν 20⸂2βασιλεῖς καὶ ἱερεῖς,⸃ καὶ βασιλεύσουσιν⸃ ἐπὶ τῆς γῆς. Καὶ εἶδον, καὶ ἤκουσα 21⸋ὡς⸌ φωνὴν ἀγγέλων πολλῶν 22⸂κύκλῳ⸃ τοῦ θρόνου καὶ τῶν ζῴων καὶ τῶν πρεσβυτέρων· 23⸂2καὶ ἦν ὁ ἀριθμὸς αὐτῶν μυριάδες μυριάδων, καὶ χιλιάδες χιλιάδων,⸃ λέγοντες φωνῇ μεγάλῃ, 24⸂Ἄξιόν ἐστιν τὸ ἀρνίον⸃ τὸ ἐσφαγμένον λαβεῖν 25⸂2τὴν δύναμιν καὶ τὸν πλοῦτον καὶ σοφίαν⸃ καὶ ἰσχὺν καὶ τιμὴν καὶ δόξαν καὶ εὐλογίαν. Καὶ πᾶν κτίσμα ὃ 26⸆ 27⸂ἐν τῷ οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς,⸃ καὶ ὑποκάτω τῆς γῆς, καὶ ἐπὶ τῆς θαλάσσης 28⸂2ἐστίν,⸃ καὶ τὰ ἐν αὐτοῖς, 29⸂3πάντας⸃ ἤκουσα λέγοντας, Τῷ καθημένῳ ἐπὶ 30⸂4τοῦ θρόνου⸃ καὶ τῷ ἀρνίῳ ἡ εὐλογία καὶ ἡ τιμὴ καὶ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. 31⸋Ἀμήν.⸌ Καὶ 32⸂τὰ τέσσαρα ζῷα 33⸂2λέγοντα⸃ 34⸋τὸ⸌ Ἀμήν. Καὶ οἱ πρεσβύτεροι⸃ ἔπεσον, καὶ προσεκύνησαν. 35⸆

Source notes (35)
  1. Footnote * ⸂ ἔσωθεν καὶ ἔξωθεν RP f 35 ¦ ἔσωθεν καὶ ὄπισθεν TR TNT2 WH NA NIV SBL
  2. Footnote * ⸋ ἐν RP TNT2 WH NA NIV SBL ¦ – f 35 TR
  3. Footnote * ⸂ ἄξιός ἐστιν RP ¦ ἄξιός f 35 TNT2 WH NA NIV SBL ¦ ἐστιν ἄξιός TR
  4. Footnote * ⸂ ἐν τῷ οὐρανῷ ἄνω, οὔτε ἐπὶ τῆς γῆς, οὔτε ὑποκάτω τῆς γῆς RP ¦ ἐν τῷ οὐρανῷ, οὐδὲ ἐπὶ τῆς γῆς, οὐδὲ ὑποκάτω τῆς γῆς f 35 TR TNT2 WH NA NIV SBL
  5. Footnote * ⸂2 οὔτε RP TNT2 WH NA NIV SBL ¦ οὐδὲ f 35 TR
  6. Footnote * ⸋ ἐγὼ RP f 35 TR TNT2 WH SBL ¦ – NA NIV
  7. Footnote * ⸂ πολύ RP f 35 TNT2 WH NA NIV SBL ¦ πολλὰ TR
  8. Footnote * ⸆ – RP TNT2 WH NA NIV SBL ¦ καὶ ἀναγνῶναι f 35 TR
  9. Footnote * ⸆ – RP f 35 TNT2 WH NA NIV SBL ¦ ὢν TR
  10. Footnote * ⸂ ὁ ἀνοίγων τὸ βιβλίον καὶ τὰς ἑπτὰ σφραγῖδας RP ¦ ἀνοῖξαι τὸ βιβλίον καὶ τὰς ἑπτὰ σφραγῖδας f 35 TNT2 WH NA NIV SBL ¦ ἀνοῖξαι τὸ βιβλίον καὶ λῦσαι τὰς ἑπτὰ σφραγῖδας TR
  11. Footnote * ⸆ – RP f 35 TNT2 WH NA NIV SBL ¦ καὶ ἰδού TR
  12. Footnote * ⸂ ἑστηκὸς … ἔχον RP f 35 TR ¦ ἑστηκὼς … ἔχων TNT2 ¦ ἑστηκὸς … ἔχων WH NA NIV SBL
  13. Footnote * ⸂2 κέρατα ἑπτὰ … ἅ εἰσιν … ἀποστελλόμενα RP f 35 ¦ κέρατα ἑπτὰ … οἵ εἰσι … τὰ ἀπεσταλμένα TR ¦ κέρατα ἑπτὰ … οἵ εἰσιν … ἀπεσταλμένοι TNT2 WH NA NIV SBL
  14. Footnote * ⸉ πνεύματα τοῦ θεοῦ RP f 35 TNT2 WH NA NIV SBL ¦ τοῦ θεοῦ πνεύματα TR
  15. Footnote * ⸆ – RP f 35 TNT2 WH NA NIV SBL ¦ τὸ βιβλίον TR
  16. Footnote * ⸂ κιθάραν RP TNT2 WH NA NIV SBL ¦ κιθάρας f 35 TR
  17. Footnote * ⸆ – RP ¦ αἱ f 35 TR TNT2 WH NA NIV SBL
  18. Footnote * ⸋ ἡμᾶς RP f 35 TR TNT2 ¦ – WH NA NIV SBL
  19. Footnote * ⸂ καὶ ἐποίησας αὐτοὺς … καὶ βασιλεύσουσιν RP f 35 NA NIV ¦ καὶ ἐποίησας ἡμᾶς … καὶ βασιλεύσομεν TR ¦ καὶ ἐποίησας αὐτοὺς … καὶ βασιλεύουσιν TNT2 WH SBL
  20. Footnote * ⸂2 βασιλεῖς καὶ ἱερεῖς RP f 35 TR ¦ βασιλείαν καὶ ἱερεῖς TNT2 WH NA NIV SBL
  21. Footnote * ⸋ ὡς RP f 35 ¦ – TR TNT2 WH NA NIV SBL
  22. Footnote * ⸂ κύκλῳ RP f 35 TNT2 WH NA NIV SBL ¦ κύκλοθεν TR
  23. Footnote * ⸂2 καὶ ἦν … μυριάδων, καὶ χιλιάδες χιλιάδων RP f 35 TNT2 WH NA NIV SBL ¦ καὶ χιλιάδες χιλιάδων TR
  24. Footnote * ⸂ Ἄξιόν … τὸ ἀρνίον RP f 35 TR TNT2 WH NA27+28 NIV SBL ¦ Ἄξιός … τὸ ἀρνίον NA25
  25. Footnote * ⸂2 τὴν δύναμιν καὶ τὸν πλοῦτον καὶ σοφίαν RP ¦ τὴν δύναμιν καὶ πλοῦτον καὶ σοφίαν f 35 TR TNT2 WH NA NIV SBL
  26. Footnote * ⸆ – RP TNT2 WH NA NIV SBL ¦ ἐστιν f 35 TR
  27. Footnote * ⸂ ἐν τῷ οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς RP f 35 TNT2 WH NA NIV SBL ¦ ἐν τῷ οὐρανῷ, καὶ ἐν τῇ γῇ TR
  28. Footnote * ⸂2 ἐστίν RP WH NA25 ¦ ἅ ἐστίν f 35 ¦ ἅ ἐστί TR ¦ – TNT2 NA27+28 NIV SBL
  29. Footnote * ⸂3 πάντας RP f 35 ¦ πάντα TR TNT2 WH NA NIV SBL
  30. Footnote * ⸂4 τοῦ θρόνου RP f 35 TR TNT2 WH ¦ τῷ θρόνῳ NA NIV SBL
  31. Footnote * ⸋ Ἀμήν. RP f 35 ¦ – TR TNT2 WH NA NIV SBL
  32. Footnote * ⸂ τὰ τέσσαρα ζῷα … Καὶ οἱ πρεσβύτεροι RP f 35 NA27+28 NIV SBL ¦ τὰ τέσσαρα ζῷα … Καὶ οἱ εἴκοσι τέσσαρες πρεσβύτεροι TR ¦ τὰ τέσσερα ζῷα … Καὶ οἱ πρεσβύτεροι TNT2 WH NA25
  33. Footnote * ⸂2 λέγοντα RP f 35 ¦ ἔλεγον TR TNT2 WH NA NIV SBL
  34. Footnote * ⸋ τὸ RP f 35 ¦ – TR TNT2 WH NA NIV SBL
  35. Footnote * ⸆ – RP f 35 TNT2 WH NA NIV SBL ¦ ζῶντι εἰς τοὺς αἰωνας τῶν αἰώνων TR

Η Καινή Διαθήκη. Public domain. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · SourceEdition imported 2026-10-25.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.