Skip to content
BibleKenya

Η Καινή Διαθήκη

ΑΠΟΚΑΛΥΨΙΣ 10

Καὶ εἶδον 1⸆ ἄγγελον ἰσχυρὸν καταβαίνοντα ἐκ τοῦ οὐρανοῦ, περιβεβλημένον νεφέλην, καὶ 2⸋ἡ⸌ ἶρις ἐπὶ 3⸂τῆς κεφαλῆς αὐτοῦ,⸃ καὶ τὸ πρόσωπον αὐτοῦ ὡς ὁ ἥλιος, καὶ οἱ πόδες αὐτοῦ ὡς στύλοι πυρός· καὶ 4⸂ἔχων⸃ ἐν τῇ χειρὶ αὐτοῦ 5⸂2βιβλίον⸃ ἀνεῳγμένον· καὶ ἔθηκεν τὸν πόδα αὐτοῦ τὸν δεξιὸν 6⸂3ἐπὶ τῆς θαλάσσης, τὸν δὲ εὐώνυμον ἐπὶ τῆς γῆς,⸃ καὶ ἔκραξεν φωνῇ μεγάλῃ ὥσπερ λέων μυκᾶται· καὶ ὅτε ἔκραξεν, ἐλάλησαν αἱ ἑπτὰ βρονταὶ τὰς ἑαυτῶν φωνάς. Καὶ ὅτε ἐλάλησαν αἱ ἑπτὰ βρονταί, 7⸆ ἔμελλον γράφειν· καὶ ἤκουσα φωνὴν ἐκ τοῦ οὐρανοῦ, λέγουσαν, 8⸆2 Σφράγισον ἃ ἐλάλησαν αἱ ἑπτὰ βρονταί, καὶ 9⸂μὴ αὐτὰ γράψῃς.⸃ Καὶ ὁ ἄγγελος ὃν εἶδον ἑστῶτα ἐπὶ τῆς θαλάσσης καὶ ἐπὶ τῆς γῆς ἦρεν τὴν χεῖρα αὐτοῦ 10⸋τὴν δεξιὰν⸌ εἰς τὸν οὐρανόν, καὶ ὤμοσεν 11⸆ τῷ ζῶντι εἰς τοὺς αἰῶνας τῶν αἰώνων, ὃς ἔκτισεν τὸν οὐρανὸν καὶ τὰ ἐν αὐτῷ, καὶ τὴν γῆν καὶ τὰ ἐν αὐτῇ, καὶ τὴν θάλασσαν καὶ τὰ ἐν αὐτῇ, ὅτι χρόνος 12⸉οὐκέτι ἔσται·⸊ ἀλλ᾽ ἐν ταῖς ἡμέραις τῆς φωνῆς τοῦ ἑβδόμου ἀγγέλου, ὅταν μέλλῃ σαλπίζειν, 13⸋καὶ⸌ 14⸂ἐτελέσθη⸃ τὸ μυστήριον τοῦ θεοῦ, 15⸂2ὡς εὐηγγέλισεν τοὺς δούλους αὐτοῦ τοὺς προφήτας.⸃ Καὶ ἡ φωνὴ ἣν ἤκουσα ἐκ τοῦ οὐρανοῦ, πάλιν 16⸂λαλοῦσα μετ᾽ ἐμοῦ, καὶ λέγουσα,⸃ Ὕπαγε, λάβε τὸ 17⸂2βιβλιδάριον⸃ τὸ ἀνεῳγμένον ἐν τῇ χειρὶ 18⸋τοῦ⸌ ἀγγέλου τοῦ ἑστῶτος ἐπὶ τῆς θαλάσσης καὶ ἐπὶ τῆς γῆς. Καὶ ἀπῆλθον πρὸς τὸν ἄγγελον, λέγων αὐτῷ 19⸂δοῦναί⸃ μοι τὸ βιβλιδάριον. Καὶ λέγει μοι, Λάβε καὶ κατάφαγε αὐτό· καὶ πικρανεῖ σου τὴν κοιλίαν, ἀλλ᾽ ἐν τῷ στόματί σου ἔσται γλυκὺ ὡς μέλι. Καὶ ἔλαβον τὸ 20⸂βιβλίον⸃ ἐκ τῆς χειρὸς τοῦ ἀγγέλου, καὶ κατέφαγον αὐτό, καὶ ἦν ἐν τῷ στόματί μου ὡς μέλι, γλυκύ· καὶ ὅτε ἔφαγον αὐτό, ἐπικράνθη ἡ κοιλία μου. Καὶ 21⸂λέγουσίν⸃ μοι, Δεῖ σε πάλιν προφητεῦσαι ἐπὶ λαοῖς καὶ 22⸋ἐπὶ⸌ ἔθνεσιν καὶ γλώσσαις καὶ βασιλεῦσιν πολλοῖς.

Source notes (22)
  1. Footnote * ⸆ – RP f 35 ¦ ἄλλον TR TNT2 WH NA NIV SBL
  2. Footnote * ⸋ ἡ RP f 35 TNT2 WH NA NIV SBL ¦ – TR
  3. Footnote * ⸂ τῆς κεφαλῆς αὐτοῦ RP f 35 NA27+28 NIV ¦ τῆς κεφαλῆς TR ¦ τὴν κεφαλὴν αὐτοῦ TNT2 WH NA25 SBL
  4. Footnote * ⸂ ἔχων RP TNT2 WH NA NIV SBL ¦ εἶχεν f 35 TR
  5. Footnote * ⸂2 βιβλίον RP ¦ βιβλιδάριον f 35 ¦ βιβλαρίδιον TR TNT2 WH NA NIV SBL
  6. Footnote * ⸂3 ἐπὶ τῆς θαλάσσης … ἐπὶ τῆς γῆς RP f 35 TNT2 WH NA NIV SBL ¦ ἐπὶ τὴν θάλασσαν … ἐπὶ τὴν γῆν TR
  7. Footnote * ⸆ – RP f 35 TNT2 WH NA NIV SBL ¦ τὰς φωνὰς ἑαυτῶν TR
  8. Footnote * ⸆2 – RP f 35 TNT2 WH NA NIV SBL ¦ μοι TR
  9. Footnote * ⸂ μὴ αὐτὰ γράψῃς RP TNT2 WH NA NIV SBL ¦ μετα ταῦτα γράφεις f 35 ¦ μὴ ταὐτὰ γράψῃς TR
  10. Footnote * ⸋ τὴν δεξιὰν RP f 35 TNT2 WH NA NIV SBL ¦ – TR
  11. Footnote * ⸆ – RP SBL ¦ ἐν f 35 TR TNT2 WH NA NIV
  12. Footnote * ⸉ οὐκέτι ἔσται RP f 35 TNT2 WH NA NIV SBL ¦ οὐκ ἔσται έτι TR
  13. Footnote * ⸋ καὶ RP TR TNT2 WH NA NIV SBL ¦ – f 35
  14. Footnote * ⸂ ἐτελέσθη RP TNT2 WH NA NIV SBL ¦ τελεσθῆ f 35 TR
  15. Footnote * ⸂2 ὡς εὐηγγέλισεν τοὺς δούλους αὐτοῦ τοὺς προφήτας RP ¦ ὃ εὐηγγελίσατο τοὺς δούλους αὐτοῦ τοὺς προφήτας f 35 ¦ ὡς εὐηγγέλισε τοῖς ἑαυτοῦ δούλοις τοῖς προφήταις TR ¦ ὡς εὐηγγέλισεν τοὺς ἑαυτοῦ δούλους τοὺς προφήτας TNT2 WH NA NIV SBL
  16. Footnote * ⸂ λαλοῦσα … λέγουσα RP f 35 TR ¦ λαλοῦσαν … λέγουσαν TNT2 WH NA NIV SBL
  17. Footnote * ⸂2 βιβλιδάριον RP f 35 ¦ βιβλαρίδιον TR ¦ βιβλίον TNT2 WH NA NIV SBL
  18. Footnote * ⸋ τοῦ RP f 35 TNT2 WH NA NIV SBL ¦ – TR
  19. Footnote * ⸂ δοῦναί RP TNT2 WH NA NIV SBL ¦ δός f 35 TR
  20. Footnote * ⸂ βιβλίον RP ¦ βιβλιδάριον f 35 ¦ βιβλαρίδιον TR TNT2 WH NA NIV SBL
  21. Footnote * ⸂ λέγουσίν RP TNT2 WH NA NIV SBL ¦ λέγει f 35 TR
  22. Footnote * ⸋ ἐπὶ RP f 35 ¦ – TR TNT2 WH NA NIV SBL

Η Καινή Διαθήκη. Public domain. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · SourceEdition imported 2026-10-25.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.