Skip to content
BibleKenya

Η Καινή Διαθήκη

ΜΑΤΘΑΙΟΝ 3

Ἐν δὲ ταῖς ἡμέραις ἐκείναις παραγίνεται Ἰωάννης ὁ βαπτιστής, κηρύσσων ἐν τῇ ἐρήμῳ τῆς Ἰουδαίας, 1⸋καὶ⸌ λέγων, Μετανοεῖτε· ἤγγικεν γὰρ ἡ βασιλεία τῶν οὐρανῶν. Οὗτος γάρ ἐστιν ὁ ῥηθεὶς 2⸂ὑπὸ⸃ Ἠσαΐου τοῦ προφήτου, λέγοντος, Φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ, Ἑτοιμάσατε τὴν ὁδὸν κυρίου· εὐθείας ποιεῖτε τὰς τρίβους αὐτοῦ. Αὐτὸς δὲ ὁ Ἰωάννης εἶχεν τὸ ἔνδυμα αὐτοῦ ἀπὸ τριχῶν καμήλου, καὶ ζώνην δερματίνην περὶ τὴν ὀσφὺν αὐτοῦ· ἡ δὲ τροφὴ 3⸉αὐτοῦ ἦν⸊ ἀκρίδες καὶ μέλι ἄγριον. Τότε ἐξεπορεύετο πρὸς αὐτὸν Ἱεροσόλυμα καὶ πᾶσα ἡ Ἰουδαία καὶ πᾶσα ἡ περίχωρος τοῦ Ἰορδάνου· καὶ ἐβαπτίζοντο ἐν τῷ Ἰορδάνῃ 4⸆ ὑπ᾽ αὐτοῦ, ἐξομολογούμενοι τὰς ἁμαρτίας αὐτῶν. Ἰδὼν δὲ πολλοὺς τῶν Φαρισαίων καὶ Σαδδουκαίων ἐρχομένους ἐπὶ τὸ βάπτισμα 5⸋αὐτοῦ,⸌ εἶπεν αὐτοῖς, Γεννήματα ἐχιδνῶν, τίς ὑπέδειξεν ὑμῖν φυγεῖν ἀπὸ τῆς μελλούσης ὀργῆς; Ποιήσατε οὖν 6⸂καρπὸν ἄξιον⸃ τῆς μετανοίας· καὶ μὴ δόξητε λέγειν ἐν ἑαυτοῖς, Πατέρα ἔχομεν τὸν Ἀβραάμ· λέγω γὰρ ὑμῖν, ὅτι δύναται ὁ θεὸς ἐκ τῶν λίθων τούτων ἐγεῖραι τέκνα τῷ Ἀβραάμ. Ἤδη δὲ 7⸋καὶ⸌ ἡ ἀξίνη πρὸς τὴν ῥίζαν τῶν δένδρων κεῖται· πᾶν οὖν δένδρον μὴ ποιοῦν καρπὸν καλὸν ἐκκόπτεται καὶ εἰς πῦρ βάλλεται. Ἐγὼ μὲν 8⸉βαπτίζω ὑμᾶς⸊ ἐν ὕδατι εἰς μετάνοιαν· ὁ δὲ ὀπίσω μου ἐρχόμενος ἰσχυρότερός μου ἐστίν, οὗ οὐκ εἰμὶ ἱκανὸς τὰ ὑποδήματα βαστάσαι· αὐτὸς ὑμᾶς βαπτίσει ἐν πνεύματι ἁγίῳ. 9⸆ Οὗ τὸ πτύον ἐν τῇ χειρὶ αὐτοῦ, καὶ διακαθαριεῖ τὴν ἅλωνα αὐτοῦ, καὶ συνάξει τὸν σῖτον αὐτοῦ εἰς τὴν ἀποθήκην, 10⸆ τὸ δὲ ἄχυρον κατακαύσει πυρὶ ἀσβέστῳ.

Τότε παραγίνεται ὁ Ἰησοῦς ἀπὸ τῆς Γαλιλαίας ἐπὶ τὸν Ἰορδάνην πρὸς τὸν Ἰωάννην, τοῦ βαπτισθῆναι ὑπ᾽ αὐτοῦ. 11⸂Ὁ δὲ Ἰωάννης⸃ διεκώλυεν αὐτόν, λέγων, Ἐγὼ χρείαν ἔχω ὑπὸ σοῦ βαπτισθῆναι, καὶ σὺ ἔρχῃ πρός με; Ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν 12⸂πρὸς αὐτόν,⸃ Ἄφες ἄρτι· οὕτως γὰρ πρέπον ἐστὶν ἡμῖν πληρῶσαι πᾶσαν δικαιοσύνην. Τότε ἀφίησιν αὐτόν. 13⸂Καὶ βαπτισθεὶς⸃ ὁ Ἰησοῦς 14⸉ἀνέβη εὐθὺς⸊ ἀπὸ τοῦ ὕδατος· καὶ ἰδού, ἀνεῴχθησαν 15⸋αὐτῷ⸌ οἱ οὐρανοί, καὶ εἶδεν 16⸂2τὸ πνεῦμα τοῦ θεοῦ⸃ καταβαῖνον ὡσεὶ περιστερὰν 17⸋2καὶ⸌ ἐρχόμενον ἐπ᾽ αὐτόν. Καὶ ἰδού, φωνὴ ἐκ τῶν οὐρανῶν, λέγουσα, Οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός, ἐν ᾧ εὐδόκησα.

Source notes (17)
  1. Footnote * ⸋ καὶ RP f 35 TR TNT2 NA27+28 NIV SBL ¦ – WH NA25
  2. Footnote * ⸂ ὑπὸ RP f 35 TR ¦ διὰ TNT2 WH NA NIV SBL
  3. Footnote * ⸉ αὐτοῦ ἦν RP f 35 TR ¦ ἦν αὐτοῦ TNT2 WH NA NIV SBL
  4. Footnote * ⸆ – RP f 35 TR ¦ ποταμῷ TNT2 WH NA NIV SBL
  5. Footnote * ⸋ αὐτοῦ RP f 35 TR TNT2 NA27+28 NIV SBL ¦ – WH NA25
  6. Footnote * ⸂ καρπὸν ἄξιον RP f 35 TNT2 WH NA NIV SBL ¦ καρποὺς ἄξιους TR
  7. Footnote * ⸋ καὶ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
  8. Footnote * ⸉ βαπτίζω ὑμᾶς RP f 35 TR ¦ ὑμᾶς βαπτίζω TNT2 WH NA NIV SBL
  9. Footnote * ⸆ – RP f 35 ¦ καὶ πυρί TR TNT2 WH NA NIV SBL
  10. Footnote * ⸆ – RP f 35 TR WH NA NIV SBL ¦ αὐτοῦ TNT2
  11. Footnote * ⸂ Ὁ δὲ Ἰωάννης RP f 35 TR TNT2 NA27+28 NIV SBL ¦ Ὁ δὲ WH NA25
  12. Footnote * ⸂ πρὸς αὐτόν RP f 35 TR TNT2 NA27+28 NIV SBL ¦ αὐτῷ WH NA25
  13. Footnote * ⸂ Καὶ βαπτισθεὶς RP f 35 TR ¦ Βαπτισθεὶς δὲ TNT2 WH NA NIV SBL
  14. Footnote * ⸉ ἀνέβη εὐθὺς RP f 35 TR ¦ εὐθὺς ἀνέβη TNT2 WH NA NIV SBL
  15. Footnote * ⸋ αὐτῷ RP f 35 TR TNT2 NA27+28 ¦ – WH NA25 NIV SBL
  16. Footnote * ⸂2 τὸ πνεῦμα τοῦ θεοῦ RP f 35 TR TNT2 NA27+28 NIV73 ¦ πνεῦμα θεοῦ WH NA25 NIV11 SBL
  17. Footnote * ⸋2 καὶ RP f 35 TR TNT2 NA27+28 NIV ¦ – WH NA25 SBL

Η Καινή Διαθήκη. Public domain. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · SourceEdition imported 2026-10-25.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.