Skip to content
BibleKenya

Η Καινή Διαθήκη

ΜΑΤΘΑΙΟΝ 26

Καὶ ἐγένετο ὅτε ἐτέλεσεν ὁ Ἰησοῦς 1⸋πάντας⸌ τοὺς λόγους τούτους, εἶπεν τοῖς μαθηταῖς αὐτοῦ, Οἴδατε ὅτι μετὰ δύο ἡμέρας τὸ Πάσχα γίνεται, καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται εἰς τὸ σταυρωθῆναι. Τότε συνήχθησαν οἱ ἀρχιερεῖς 2⸋καὶ οἱ γραμματεῖς⸌ καὶ οἱ πρεσβύτεροι τοῦ λαοῦ εἰς τὴν αὐλὴν τοῦ ἀρχιερέως τοῦ λεγομένου Καϊάφα, καὶ συνεβουλεύσαντο ἵνα τὸν Ἰησοῦν 3⸉δόλῳ κρατήσωσιν⸊ καὶ ἀποκτείνωσιν. Ἔλεγον δέ, Μὴ ἐν τῇ ἑορτῇ, ἵνα μὴ θόρυβος γένηται ἐν τῷ λαῷ. Τοῦ δὲ Ἰησοῦ γενομένου ἐν Βηθανίᾳ ἐν οἰκίᾳ Σίμωνος τοῦ λεπροῦ, προσῆλθεν αὐτῷ γυνὴ 4⸉ἀλάβαστρον μύρου ἔχουσα⸊ βαρυτίμου, καὶ κατέχεεν ἐπὶ 5⸂τὴν κεφαλὴν⸃ αὐτοῦ ἀνακειμένου. Ἰδόντες δὲ οἱ μαθηταὶ 6⸋αὐτοῦ⸌ ἠγανάκτησαν, λέγοντες, Εἰς τί ἡ ἀπώλεια αὕτη; Ἠδύνατο γὰρ τοῦτο 7⸋τὸ μύρον⸌ πραθῆναι πολλοῦ, καὶ δοθῆναι 8⸆ πτωχοῖς. Γνοὺς δὲ ὁ Ἰησοῦς εἶπεν αὐτοῖς, Τί κόπους παρέχετε τῇ γυναικί; Ἔργον γὰρ καλὸν εἰργάσατο εἰς ἐμέ. Πάντοτε γὰρ τοὺς πτωχοὺς ἔχετε μεθ᾽ ἑαυτῶν, ἐμὲ δὲ οὐ πάντοτε ἔχετε. Βαλοῦσα γὰρ αὕτη τὸ μύρον τοῦτο ἐπὶ τοῦ σώματός μου, πρὸς τὸ ἐνταφιάσαι με ἐποίησεν. Ἀμὴν λέγω ὑμῖν, ὅπου ἐὰν κηρυχθῇ τὸ εὐαγγέλιον τοῦτο ἐν ὅλῳ τῷ κόσμῳ, λαληθήσεται καὶ ὃ ἐποίησεν αὕτη, εἰς μνημόσυνον αὐτῆς. Τότε πορευθεὶς εἷς τῶν δώδεκα, ὁ λεγόμενος Ἰούδας Ἰσκαριώτης, πρὸς τοὺς ἀρχιερεῖς, εἶπεν, Τί θέλετέ μοι δοῦναι, κἀγὼ ὑμῖν παραδώσω αὐτόν; Οἱ δὲ ἔστησαν αὐτῷ τριάκοντα ἀργύρια. Καὶ ἀπὸ τότε ἐζήτει εὐκαιρίαν ἵνα αὐτὸν παραδῷ.

Τῇ δὲ πρώτῃ τῶν ἀζύμων προσῆλθον οἱ μαθηταὶ τῷ Ἰησοῦ, λέγοντες 9⸋αὐτῷ,⸌ Ποῦ θέλεις 10⸂ἑτοιμάσομέν⸃ σοι φαγεῖν τὸ Πάσχα; Ὁ δὲ εἶπεν, Ὑπάγετε εἰς τὴν πόλιν πρὸς τὸν δεῖνα, καὶ εἴπατε αὐτῷ, Ὁ διδάσκαλος λέγει, Ὁ καιρός μου ἐγγύς ἐστιν· πρὸς σὲ ποιῶ τὸ Πάσχα μετὰ τῶν μαθητῶν μου. Καὶ ἐποίησαν οἱ μαθηταὶ ὡς συνέταξεν αὐτοῖς ὁ Ἰησοῦς, καὶ ἡτοίμασαν τὸ Πάσχα. Ὀψίας δὲ γενομένης ἀνέκειτο μετὰ τῶν δώδεκα. 11⸆ Καὶ ἐσθιόντων αὐτῶν εἶπεν, Ἀμὴν λέγω ὑμῖν ὅτι εἷς ἐξ ὑμῶν παραδώσει με. Καὶ λυπούμενοι σφόδρα ἤρξαντο λέγειν αὐτῷ 12⸂ἕκαστος αὐτῶν,⸃ Μήτι ἐγώ εἰμι, κύριε; Ὁ δὲ ἀποκριθεὶς εἶπεν, Ὁ ἐμβάψας μετ᾽ ἐμοῦ 13⸉ἐν τῷ τρυβλίῳ τὴν χεῖρα,⸊ οὗτός με παραδώσει. Ὁ μὲν υἱὸς τοῦ ἀνθρώπου ὑπάγει, καθὼς γέγραπται περὶ αὐτοῦ· οὐαὶ δὲ τῷ ἀνθρώπῳ ἐκείνῳ, δι᾽ οὗ ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται· καλὸν ἦν αὐτῷ εἰ οὐκ ἐγεννήθη ὁ ἄνθρωπος ἐκεῖνος. Ἀποκριθεὶς δὲ Ἰούδας ὁ παραδιδοὺς αὐτὸν εἶπεν, Μήτι ἐγώ εἰμι, ῥαββί; Λέγει αὐτῷ, Σὺ εἶπας. Ἐσθιόντων δὲ αὐτῶν, λαβὼν ὁ Ἰησοῦς 14⸋τὸν⸌ ἄρτον, καὶ 15⸂εὐχαριστήσας,⸃ ἔκλασεν καὶ 16⸂2ἐδίδου τοῖς μαθηταῖς, καὶ⸃ εἶπεν, Λάβετε, φάγετε· τοῦτό ἐστιν τὸ σῶμά μου. Καὶ λαβὼν 17⸋τὸ⸌ ποτήριον, καὶ εὐχαριστήσας, ἔδωκεν αὐτοῖς, λέγων, Πίετε ἐξ αὐτοῦ πάντες· τοῦτο γάρ ἐστιν τὸ αἷμά μου, 18⸋τὸ⸌ τῆς 19⸋2καινῆς⸌ διαθήκης, τὸ περὶ πολλῶν ἐκχυνόμενον εἰς ἄφεσιν ἁμαρτιῶν. Λέγω δὲ ὑμῖν 20⸋ὅτι⸌ οὐ μὴ πίω ἀπ᾽ ἄρτι ἐκ τούτου τοῦ γεννήματος τῆς ἀμπέλου, ἕως τῆς ἡμέρας ἐκείνης ὅταν αὐτὸ πίνω μεθ᾽ ὑμῶν καινὸν ἐν τῇ βασιλείᾳ τοῦ πατρός μου. Καὶ ὑμνήσαντες ἐξῆλθον εἰς τὸ ὄρος τῶν Ἐλαιῶν.

Τότε λέγει αὐτοῖς ὁ Ἰησοῦς, Πάντες ὑμεῖς σκανδαλισθήσεσθε ἐν ἐμοὶ ἐν τῇ νυκτὶ ταύτῃ· γέγραπται γάρ, Πατάξω τὸν ποιμένα, καὶ 21⸂διασκορπισθήσεται⸃ τὰ πρόβατα τῆς ποίμνης. Μετὰ δὲ τὸ ἐγερθῆναί με, προάξω ὑμᾶς εἰς τὴν Γαλιλαίαν. Ἀποκριθεὶς δὲ ὁ Πέτρος εἶπεν αὐτῷ, Εἰ 22⸆ πάντες σκανδαλισθήσονται ἐν σοί, ἐγὼ 23⸋δὲ⸌ οὐδέποτε σκανδαλισθήσομαι. Ἔφη αὐτῷ ὁ Ἰησοῦς, Ἀμὴν λέγω σοι ὅτι ἐν ταύτῃ τῇ νυκτί, πρὶν ἀλέκτορα φωνῆσαι, τρὶς ἀπαρνήσῃ με. Λέγει αὐτῷ ὁ Πέτρος, Κἂν δέῃ με σὺν σοὶ ἀποθανεῖν, οὐ μή σε 24⸂ἀπαρνήσωμαι.⸃ Ὁμοίως 25⸋δὲ⸌ καὶ πάντες οἱ μαθηταὶ εἶπον.

Τότε ἔρχεται μετ᾽ αὐτῶν ὁ Ἰησοῦς εἰς χωρίον λεγόμενον Γεθσημανῆ, καὶ λέγει τοῖς μαθηταῖς, Καθίσατε αὐτοῦ, ἕως οὗ ἀπελθὼν 26⸉προσεύξωμαι ἐκεῖ.⸊ Καὶ παραλαβὼν τὸν Πέτρον καὶ τοὺς δύο υἱοὺς Ζεβεδαίου, ἤρξατο λυπεῖσθαι καὶ ἀδημονεῖν. Τότε λέγει αὐτοῖς 27⸋ὁ Ἰησοῦς,⸌ Περίλυπός ἐστιν ἡ ψυχή μου ἕως θανάτου· μείνατε ὧδε καὶ γρηγορεῖτε μετ᾽ ἐμοῦ. Καὶ 28⸂προσελθὼν⸃ μικρόν, ἔπεσεν ἐπὶ πρόσωπον αὐτοῦ προσευχόμενος καὶ λέγων, Πάτερ μου, εἰ δυνατόν ἐστιν, παρελθέτω ἀπ᾽ ἐμοῦ τὸ ποτήριον τοῦτο· πλὴν οὐχ ὡς ἐγὼ θέλω, ἀλλ᾽ ὡς σύ. Καὶ ἔρχεται πρὸς τοὺς μαθητάς, καὶ εὑρίσκει αὐτοὺς καθεύδοντας, καὶ λέγει τῷ Πέτρῳ, Οὕτως οὐκ ἰσχύσατε μίαν ὥραν γρηγορῆσαι μετ᾽ ἐμοῦ; Γρηγορεῖτε καὶ προσεύχεσθε, ἵνα μὴ εἰσέλθητε εἰς πειρασμόν· τὸ μὲν πνεῦμα πρόθυμον, ἡ δὲ σὰρξ ἀσθενής. Πάλιν ἐκ δευτέρου ἀπελθὼν προσηύξατο, λέγων, Πάτερ μου, εἰ οὐ δύναται τοῦτο 29⸋τὸ ποτήριον⸌ παρελθεῖν 30⸋2ἀπ᾽ ἐμοῦ,⸌ ἐὰν μὴ αὐτὸ πίω, γενηθήτω τὸ θέλημά σου. Καὶ ἐλθὼν 31⸂εὑρίσκει αὐτοὺς πάλιν⸃ καθεύδοντας, ἦσαν γὰρ αὐτῶν οἱ ὀφθαλμοὶ βεβαρημένοι. Καὶ ἀφεὶς αὐτοὺς 32⸉ἀπελθὼν πάλιν⸊ προσηύξατο ἐκ τρίτου, τὸν αὐτὸν λόγον εἰπών. 33⸆ Τότε ἔρχεται πρὸς τοὺς μαθητὰς 34⸋αὐτοῦ,⸌ καὶ λέγει αὐτοῖς, Καθεύδετε 35⸋2τὸ⸌ λοιπὸν καὶ ἀναπαύεσθε· ἰδού, ἤγγικεν ἡ ὥρα, καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται εἰς χεῖρας ἁμαρτωλῶν. Ἐγείρεσθε, ἄγωμεν. Ἰδού, 36⸋ἤγγικεν⸌ ὁ παραδιδούς με.

Καὶ ἔτι αὐτοῦ λαλοῦντος, ἰδού, Ἰούδας εἷς τῶν δώδεκα ἦλθεν, καὶ μετ᾽ αὐτοῦ ὄχλος πολὺς μετὰ μαχαιρῶν καὶ ξύλων, ἀπὸ τῶν ἀρχιερέων καὶ πρεσβυτέρων τοῦ λαοῦ. Ὁ δὲ παραδιδοὺς αὐτὸν ἔδωκεν αὐτοῖς σημεῖον, λέγων, Ὃν 37⸂ἂν⸃ φιλήσω, αὐτός ἐστιν· κρατήσατε αὐτόν. Καὶ εὐθέως προσελθὼν τῷ Ἰησοῦ εἶπεν, Χαῖρε, ῥαββί· καὶ κατεφίλησεν αὐτόν. Ὁ δὲ Ἰησοῦς εἶπεν αὐτῷ, Ἑταῖρε, ἐφ᾽ 38⸂ᾧ⸃ πάρει; Τότε προσελθόντες ἐπέβαλον τὰς χεῖρας ἐπὶ τὸν Ἰησοῦν, καὶ ἐκράτησαν αὐτόν. Καὶ ἰδού, εἷς τῶν μετὰ Ἰησοῦ, ἐκτείνας τὴν χεῖρα, ἀπέσπασεν τὴν μάχαιραν αὐτοῦ, καὶ πατάξας τὸν δοῦλον τοῦ ἀρχιερέως ἀφεῖλεν αὐτοῦ τὸ ὠτίον. Τότε λέγει αὐτῷ ὁ Ἰησοῦς, Ἀπόστρεψόν 39⸉σου τὴν μάχαιραν⸊ εἰς τὸν τόπον αὐτῆς· πάντες γὰρ οἱ λαβόντες μάχαιραν ἐν μαχαίρᾳ 40⸂ἀποθανοῦνται.⸃ Ἢ δοκεῖς ὅτι οὐ δύναμαι 41⸉ἄρτι παρακαλέσαι τὸν πατέρα μου, καὶ παραστήσει μοι⸊ 42⸂πλείους ἢ⸃ δώδεκα λεγεῶνας ἀγγέλων; Πῶς οὖν πληρωθῶσιν αἱ γραφαί, ὅτι οὕτως δεῖ γενέσθαι; Ἐν ἐκείνῃ τῇ ὥρᾳ εἶπεν ὁ Ἰησοῦς τοῖς ὄχλοις, Ὡς ἐπὶ λῃστὴν ἐξήλθετε μετὰ μαχαιρῶν καὶ ξύλων συλλαβεῖν με; Καθ᾽ ἡμέραν 43⸋πρὸς ὑμᾶς⸌ 44⸉ἐκαθεζόμην διδάσκων ἐν τῷ ἱερῷ,⸊ καὶ οὐκ ἐκρατήσατέ με. Τοῦτο δὲ ὅλον γέγονεν, ἵνα πληρωθῶσιν αἱ γραφαὶ τῶν προφητῶν. Τότε οἱ μαθηταὶ πάντες ἀφέντες αὐτὸν ἔφυγον.

Οἱ δὲ κρατήσαντες τὸν Ἰησοῦν ἀπήγαγον πρὸς Καϊάφαν τὸν ἀρχιερέα, ὅπου οἱ γραμματεῖς καὶ οἱ πρεσβύτεροι συνήχθησαν. Ὁ δὲ Πέτρος ἠκολούθει αὐτῷ ἀπὸ μακρόθεν, ἕως τῆς αὐλῆς τοῦ ἀρχιερέως, καὶ εἰσελθὼν ἔσω ἐκάθητο μετὰ τῶν ὑπηρετῶν, ἰδεῖν τὸ τέλος. Οἱ δὲ ἀρχιερεῖς 45⸋καὶ οἱ πρεσβύτεροι⸌ καὶ τὸ συνέδριον ὅλον ἐζήτουν ψευδομαρτυρίαν κατὰ τοῦ Ἰησοῦ, ὅπως 46⸂θανατώσωσιν αὐτόν.⸃ Καὶ οὐχ εὗρον· 47⸋καὶ⸌ πολλῶν 48⸉ψευδομαρτύρων προσελθόντων,⸊ 49⸋2οὐχ εὗρον.⸌ Ὕστερον δὲ προσελθόντες δύο 50⸋ψευδομάρτυρες⸌ εἶπον, Οὗτος ἔφη, Δύναμαι καταλῦσαι τὸν ναὸν τοῦ θεοῦ, καὶ διὰ τριῶν ἡμερῶν οἰκοδομῆσαι 51⸋2αὐτόν.⸌ Καὶ ἀναστὰς ὁ ἀρχιερεὺς εἶπεν αὐτῷ, Οὐδὲν ἀποκρίνῃ; Τί οὗτοί σου καταμαρτυροῦσιν; Ὁ δὲ Ἰησοῦς ἐσιώπα. Καὶ 52⸋ἀποκριθεὶς⸌ ὁ ἀρχιερεὺς εἶπεν αὐτῷ, Ἐξορκίζω σε κατὰ τοῦ θεοῦ τοῦ ζῶντος, ἵνα ἡμῖν εἴπῃς εἰ σὺ εἶ ὁ χριστός, ὁ υἱὸς τοῦ θεοῦ. Λέγει αὐτῷ ὁ Ἰησοῦς, Σὺ εἶπας. Πλὴν λέγω ὑμῖν, ἀπ᾽ ἄρτι ὄψεσθε τὸν υἱὸν τοῦ ἀνθρώπου καθήμενον ἐκ δεξιῶν τῆς δυνάμεως καὶ ἐρχόμενον ἐπὶ τῶν νεφελῶν τοῦ οὐρανοῦ. Τότε ὁ ἀρχιερεὺς διέρρηξεν τὰ ἱμάτια αὐτοῦ, λέγων 53⸋ὅτι⸌ Ἐβλασφήμησεν· τί ἔτι χρείαν ἔχομεν μαρτύρων; Ἴδε, νῦν ἠκούσατε τὴν βλασφημίαν 54⸋2αὐτοῦ.⸌ Τί ὑμῖν δοκεῖ; Οἱ δὲ ἀποκριθέντες εἶπον, Ἔνοχος θανάτου ἐστίν. Τότε ἐνέπτυσαν εἰς τὸ πρόσωπον αὐτοῦ καὶ ἐκολάφισαν αὐτόν· οἱ δὲ ἐρράπισαν, λέγοντες, Προφήτευσον ἡμῖν, χριστέ, τίς ἐστιν ὁ παίσας σε;

Ὁ δὲ Πέτρος 55⸉ἔξω ἐκάθητο⸊ ἐν τῇ αὐλῇ· καὶ προσῆλθεν αὐτῷ μία παιδίσκη, λέγουσα, Καὶ σὺ ἦσθα μετὰ Ἰησοῦ τοῦ Γαλιλαίου. Ὁ δὲ ἠρνήσατο ἔμπροσθεν 56⸋αὐτῶν⸌ πάντων, λέγων, Οὐκ οἶδα τί λέγεις. Ἐξελθόντα δὲ 57⸋αὐτὸν⸌ εἰς τὸν πυλῶνα, εἶδεν αὐτὸν ἄλλη, καὶ λέγει 58⸂αὐτοῖς⸃ ἐκεῖ, 59⸋2Καὶ⸌ οὗτος ἦν μετὰ Ἰησοῦ τοῦ Ναζωραίου. Καὶ πάλιν ἠρνήσατο μεθ᾽ ὅρκου ὅτι Οὐκ οἶδα τὸν ἄνθρωπον. Μετὰ μικρὸν δὲ προσελθόντες οἱ ἑστῶτες εἶπον τῷ Πέτρῳ, Ἀληθῶς καὶ σὺ ἐξ αὐτῶν εἶ· καὶ γὰρ ἡ λαλιά σου δῆλόν σε ποιεῖ. Τότε ἤρξατο 60⸂καταθεματίζειν⸃ καὶ ὀμνύειν ὅτι Οὐκ οἶδα τὸν ἄνθρωπον. Καὶ 61⸂2εὐθέως⸃ ἀλέκτωρ ἐφώνησεν. Καὶ ἐμνήσθη ὁ Πέτρος τοῦ ῥήματος 62⸋τοῦ⸌ Ἰησοῦ εἰρηκότος 63⸋2αὐτῷ⸌ ὅτι Πρὶν ἀλέκτορα φωνῆσαι, τρὶς ἀπαρνήσῃ με. Καὶ ἐξελθὼν ἔξω ἔκλαυσεν πικρῶς.

Source notes (63)
  1. Footnote * ⸋ πάντας RP TR TNT2 WH NA NIV SBL ¦ – f 35
  2. Footnote * ⸋ καὶ οἱ γραμματεῖς RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
  3. Footnote * ⸉ δόλῳ κρατήσωσιν RP f 35 TNT2 WH NA NIV SBL ¦ κρατήσωσι δόλῳ TR
  4. Footnote * ⸉ ἀλάβαστρον μύρου ἔχουσα RP f 35 TR ¦ ἔχουσα ἀλάβαστρον μύρου TNT2 WH NA NIV SBL
  5. Footnote * ⸂ τὴν κεφαλὴν RP f 35 TR ¦ τῆς κεφαλῆς TNT2 WH NA NIV SBL
  6. Footnote * ⸋ αὐτοῦ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
  7. Footnote * ⸋ τὸ μύρον RP f 35 TR NIV73 ¦ – TNT2 WH NA NIV11 SBL
  8. Footnote * ⸆ – RP TR TNT2 WH NA NIV SBL ¦ τοῖς f 35
  9. Footnote * ⸋ αὐτῷ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
  10. Footnote * ⸂ ἑτοιμάσομέν RP f 35 ¦ ἑτοιμάσωμέν TR TNT2 WH NA NIV SBL
  11. Footnote * ⸆ – RP f 35 TR TNT2 NA27+28 NIV ¦ μαθητῶν WH NA25 SBL
  12. Footnote * ⸂ ἕκαστος αὐτῶν RP f 35 TR ¦ εἷς ἕκαστος TNT2 WH NA NIV SBL
  13. Footnote * ⸉ ἐν τῷ τρυβλίῳ τὴν χεῖρα RP f 35 TR ¦ τὴν χεῖρα ἐν τῷ τρυβλίῳ TNT2 WH NA NIV SBL
  14. Footnote * ⸋ τὸν RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
  15. Footnote * ⸂ εὐχαριστήσας RP ¦ εὐλογήσας f 35 TR TNT2 WH NA NIV SBL
  16. Footnote * ⸂2 ἐδίδου τοῖς μαθηταῖς, καὶ RP f 35 TR ¦ δοὺς τοῖς μαθηταῖς TNT2 WH NA NIV SBL
  17. Footnote * ⸋ τὸ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
  18. Footnote * ⸋ τὸ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
  19. Footnote * ⸋2 καινῆς RP f 35 TR TNT2 ¦ – WH NA NIV SBL
  20. Footnote * ⸋ ὅτι RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
  21. Footnote * ⸂ διασκορπισθήσεται RP f 35 TR ¦ διασκορπισθήσονται TNT2 WH NA NIV SBL
  22. Footnote * ⸆ – RP TNT2 WH NA NIV SBL ¦ καὶ f 35 TR
  23. Footnote * ⸋ δὲ RP ¦ – f 35 TR TNT2 WH NA NIV SBL
  24. Footnote * ⸂ ἀπαρνήσωμαι RP f 35 ¦ ἀπαρνήσομαι TR TNT2 WH NA NIV SBL
  25. Footnote * ⸋ δὲ RP f 35 ¦ – TR TNT2 WH NA NIV SBL
  26. Footnote * ⸉ προσεύξωμαι ἐκεῖ RP f 35 TR ¦ ἐκεῖ προσεύξωμαι TNT2 WH NA NIV SBL
  27. Footnote * ⸋ ὁ Ἰησοῦς RP f 35 ¦ – TR TNT2 WH NA NIV SBL
  28. Footnote * ⸂ προσελθὼν RP TNT2 ¦ προελθὼν f 35 TR WH NA NIV SBL
  29. Footnote * ⸋ τὸ ποτήριον RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
  30. Footnote * ⸋2 ἀπ᾽ ἐμοῦ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
  31. Footnote * ⸂ εὑρίσκει αὐτοὺς πάλιν RP TR ¦ εὗρεν αὐτοὺς πάλιν f 35 ¦ πάλιν εὗρεν αὐτοὺς TNT2 WH NA NIV SBL
  32. Footnote * ⸉ ἀπελθὼν πάλιν RP f 35 TR ¦ πάλιν ἀπελθὼν TNT2 WH NA NIV SBL
  33. Footnote * ⸆ – RP f 35 TR TNT2 ¦ πάλιν WH NA NIV SBL
  34. Footnote * ⸋ αὐτοῦ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
  35. Footnote * ⸋2 τὸ RP f 35 TR TNT2 NA27+28 NIV SBL ¦ – WH NA25
  36. Footnote * ⸋ ἤγγικεν RP TR TNT2 WH NA NIV SBL ¦ – f 35
  37. Footnote * ⸂ ἂν RP TR TNT2 WH NA NIV SBL ¦ ἐὰν f 35
  38. Footnote * ⸂ ᾧ RP f 35 TR ¦ ὃ TNT2 WH NA NIV SBL
  39. Footnote * ⸉ σου τὴν μάχαιραν RP f 35 TR ¦ τὴν μάχαιράν σου TNT2 WH NA NIV SBL
  40. Footnote * ⸂ ἀποθανοῦνται RP f 35 ¦ ἀπολοῦνται TR TNT2 WH NA NIV SBL
  41. Footnote * ⸉ ἄρτι παρακαλέσαι τὸν πατέρα μου, καὶ παραστήσει μοι RP f 35 TR ¦ παρακαλέσαι τὸν πατέρα μου, καὶ παραστήσει μοι ἄρτι TNT2 WH NA NIV SBL
  42. Footnote * ⸂ πλείους ἢ RP f 35 TR ¦ πλείω TNT2 WH NA NIV SBL
  43. Footnote * ⸋ πρὸς ὑμᾶς RP f 35 TR TNT2 ¦ – WH NA NIV SBL
  44. Footnote * ⸉ ἐκαθεζόμην διδάσκων ἐν τῷ ἱερῷ RP TR ¦ ἐκαθεζόμην ἐν τῷ ἱερῷ διδάσκων f 35 ¦ ἐν τῷ ἱερῷ ἐκαθεζόμην διδάσκων TNT2 WH NA NIV SBL
  45. Footnote * ⸋ καὶ οἱ πρεσβύτεροι RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
  46. Footnote * ⸂ θανατώσωσιν αὐτόν RP f 35 ¦ αὐτὸν θανατώσωσι TR ¦ αὐτὸν θανατώσουσιν TNT2 ¦ αὐτὸν θανατώσωσιν WH NA NIV SBL
  47. Footnote * ⸋ καὶ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
  48. Footnote * ⸉ ψευδομαρτύρων προσελθόντων RP f 35 TR ¦ προσελθόντων ψευδομαρτύρων TNT2 WH NA NIV SBL
  49. Footnote * ⸋2 οὐχ εὗρον RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
  50. Footnote * ⸋ ψευδομάρτυρες RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
  51. Footnote * ⸋2 αὐτόν RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
  52. Footnote * ⸋ ἀποκριθεὶς RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
  53. Footnote * ⸋ ὅτι RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
  54. Footnote * ⸋2 αὐτοῦ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
  55. Footnote * ⸉ ἔξω ἐκάθητο RP f 35 TR ¦ ἐκάθητο ἔξω TNT2 WH NA NIV SBL
  56. Footnote * ⸋ αὐτῶν RP f 35 ¦ – TR TNT2 WH NA NIV SBL
  57. Footnote * ⸋ αὐτὸν RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
  58. Footnote * ⸂ αὐτοῖς RP f 35 ¦ τοῖς TR TNT2 WH NA NIV SBL
  59. Footnote * ⸋2 Καὶ RP f 35 TR TNT2 ¦ – WH NA NIV SBL
  60. Footnote * ⸂ καταθεματίζειν RP f 35 TNT2 WH NA NIV SBL ¦ καταναθεματίζειν TR
  61. Footnote * ⸂2 εὐθέως RP f 35 TR NA27+28 NIV SBL ¦ εὐθὺς TNT2 WH NA25
  62. Footnote * ⸋ τοῦ RP TR ¦ – f 35 TNT2 WH NA NIV SBL
  63. Footnote * ⸋2 αὐτῷ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL

Η Καινή Διαθήκη. Public domain. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · SourceEdition imported 2026-10-25.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.